Humanitext Reader

希波克拉底 · 论急性病摄生法(附录) §18

饮食不循常习引起的病症与各类食物的功效

第 9 段,共 12 段 · 希腊语

内容简介

本节讨论了违反习惯的饮食引起的各种身体不适及其对策,详细阐述了饮料、蔬菜、豆类以及各类肉食对消化系统和健康的具体影响,并给出了相应的合理烹饪与食用方法。

§1818. Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει.
18. 另一方面,关于因饮食引起的症状,大部分在每个人以违反习惯的方式安排饮食时最为显著。
Καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστῇν, ἀριστήσωσιν, ὄγκος πουλὺς αὐτοῖσί· τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώῤη·
因为对于那些不习惯吃早餐的人,如果他们吃了早餐,他们就会出现腹部极度膨胀、昏昏欲睡和饱胀感。
ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται·
如果他们在此之上再吃晚餐,肠胃就会剧烈紊乱。
ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν· κοιμηθέντας· δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον·
对于这些人来说,沐浴后入睡是有益的;在入睡之后,应当缓慢地散步很长一段距离。
κἢν μὲν λαπαχθῆ, δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ, καὶ ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν, ἢν διψῇ, ἐπιπιόντα ἀναπαύεσθαι·
如果肚子排空了,便可以吃晚餐,并饮用较少但更浓的酒;若未排空,则当用温热之物轻涂身体,若口渴,在其后饮用稀释的白葡萄酒或甜葡萄酒,然后休息。
ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι· τὰ δ᾿ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω.
若无法入睡,则当延长休息时间;其余事项,当如同因宿醉而调理的人那样进行养生。
Τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα, βραδυπορώτερά ἐστι, καὶ ἐγκυκλέεται, καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια, καὶ ἐς οὔρησιν οὐ κατατρέχει·
而关于饮水引起的问题,凡是稀薄的,通过便较慢,并在体内循环,滞留于季肋部周围,而不下行至小便。
τοιούτου δὲ πόματος πληρωθεὶς, μηδὲν ἔργον ὀξέως διαπρήξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, ἕως ἂν καταπεφθῇ μετὰ τῶν σιτίων.
在充盈着此类饮料时,绝不可迅速从事任何因身体被迫紧张而用力或快速劳作的工作;而应当尽可能保持安静,直到它与食物一同被消化。
Ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει, τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι, καὶ θερμόν τι ἐπιῤῥοφῇν, πρὸς ὅπερ μάλιστα ἡδίστως ἔχουσιν·
而凡是较浓或较涩的饮料,都会在体内引起颤动,在头部引起搏动;对于这些,在其上多睡一会,并吸饮某种温热的、自己最喜欢的东西是好的。
νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην.
而断食对于头痛和宿醉是有害的。
Ὁκόσοι δὲ μονοσιτεῦσι, κενοὶ καὶ ἀδύνατοί εἰσι, καὶ οὐρέουσι θερμὸν, παρὰ τὸ ἔθος κενεαγγέοντες·
而那些一日一餐的人,身体空虚且无力,排尿温热,因违反习惯而血管空虚。
γίγνεται δὲ καὶ τὸ στόμα ἁλυκὸν καὶ πικρὸν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ, καὶ κροτάφους ἐπιξυντείνονται, καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκως περ ἢν ἠριστηκότες ἔωσιν.
而且他们的口中也会变得又咸又苦,在一切活动中都会发抖,太阳穴紧绷,且无法像吃过早餐那样消化晚餐。
Τούτους δὲ χρὴ δειπνέειν ἔλασσον ἢ μεμαθήκασι, καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου, καὶ λαχάνων λάπαθον, ἢ μαλάχην, ἢ πτισάνην, ἢ σεῦτλα· πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον, ὁκόσον ξύμμετρον, καὶ ὑδαρέστερον, καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσῃ· χρεέσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσιν.
这些人应当吃比习惯更少的晚餐,用较湿润的大麦饼代替面包,蔬菜则当吃酸模、或锦葵、或大麦粥、或甜菜;在进餐时饮用适度且更稀释的酒,晚餐后稍微散步,直到尿液下行并排尿;也当食用煮熟的鱼。
Βρώματα δὲ μάλιστα ἐπισημαίνει· σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα, καὶ κεφαλῆς βάρος, καὶ ἄσην, καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ, καὶ τοῦτο ἔχει ἀγαθόν· ἄριστον δὲ αὐτοῦ φαγέειν μέλλοντι ἐς πόσιν ἰέναι, ἢ μεθύοντι.
而固体食物最显出其作用:大蒜会在胸部周围引起气体和热感,并引起头部沉重和恶心,且若以前有任何习惯发生的其他疼痛,它可能会使其加剧;但它具有利尿作用,这是其优点;对于打算去饮酒或已醉酒的人,吃它是最好的。
Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἐξαψιν ποιέει, τό τ᾿ὠμὸν καὶ ἄπεπτον· κάκιστον δὲ ἐν ποτῷ φαγέειν πεπληρωμένοισιν.
奶酪引起气体、便秘和食物的灼烧,因其是生的且难消化的;在饱腹饮酒时吃它是最坏的。
Ὄσπρια δὲ πάντα φυσώδεα, καὶ ὠμὰ, καὶ ἑφθὰ, καὶ πεφρυγμένα· ἥκιστα δὲ βεβρεγμένα καὶ χλωρά· τουτέοισι δὲ μὴ χρέεσθαι, ἢν μὴ μετὰ σιτίων.
豆类全都是易胀气的,无论是生的、煮的还是烤的;但浸泡过和新鲜的最不胀气;除非与食物同食,否则不可使用它们。
Ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων.
而且它们中的每一种也有其自身的缺点。
Ἐρέβινθος μὲν φῦσαν, ὠμὸς καὶ πεφρυγμένος, καὶ πόνον ἐμποιέει.
鹰嘴豆无论是生的还是烤的,都会引起气体和疼痛。
Φακὸς δὲ στύφει, καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ.
扁豆具有收敛性,若带皮则会引起胃部动荡。
Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει.
羽扇豆在这些中害处最少。
Σίλφιον δὲ καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ, ἀλλὰ καλέεται ξηρὴ χολέρη· μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν.
阿魏及其汁液,对有些人确实最易通利,但对无经验的人,则无法通过腹部,而是引起所谓的干霍乱;这尤其是在混有大量奶酪或食用牛肉时发生。
Τὰ μὲν γὰρ μελαγχολικὰ παθήματα καὶ παροξυνθείη ἂν ὑπὸ βοείων κρεῶν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων, καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα δ᾿ ἂν ἀπαλλάξαιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισιν.
因为黑胆汁引起的病症可能会因牛肉而加剧;因为牛肉的性质是难以克服的,非普通的脾胃所能消化;但若使用彻底煮熟且尽可能陈旧的,则能得到最好的应付。
Αἴγεια δὲ κρέα, ὅσα τε βοείοισιν ἔνι κακὰ, πάντα ἔχει, τήν τε ἀπεψίην, καὶ φυσωδέστερα καὶ ἐρευγματώδεα, καὶ χολέρης γεννητικά· ἔστι δὲ τὰ εὐωδέστατα, στερεὰ καὶ ἥδιστα, ταῦτα ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δὲ ἀηδέστατα, δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα, καὶ τὰ πρόσφατα· βέλτιστα δέ ἐστι τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα.
山羊肉具有牛肉所含的一切害处,即消化不良,且更易胀气、引起嗳气,并产生霍乱;最香、结实且最美味的,彻底煮熟并冷食最好;而最不美味、恶臭且坚硬的,则最坏,新鲜屠宰的也是如此;夏季最好,秋季最坏。
Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα ἢ περικαῆ· χολερώδεα δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά.
猪肉在偏生或外表焦糊时是有害的;它们会引起霍乱般的症状并导致紊乱。
Ὕεια δὲ βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτε ἰσχυρῶς πίονα, μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήτε ἡλικίην φέροντα παλαιοῦ ἱερείου· ἐσθίειν δὲ ἄνευ τῆς φορίνης καὶ ὑπόψυχρα.
而成年猪肉是所有肉类中最好的;其中最好的是既非极度肥胖,又非极度瘦弱,且不带有年老祭品之岁数的;吃它时当去掉猪皮,且在稍微放凉后食用。

词汇与语法注释

  1. §18ὡς ἂν ... διαιτηθῇ — 连词 ὡς 与 ἄν 及虚拟语气(不定过去时中间体)连用,表示一般的样态或条件,意为“每当各人以……方式安排膳食”。
  2. §18κοιμηθέντας δὲ περιπατῆσαι — 对格分词 κοιμηθέντας 用作不定式 περιπατῆσαι 的逻辑主语。这源于前文依赖于 ξυμφέρει 的与格(τουτέοισιν ἐκλουσαμένοισι)向对格的格转变,符合不定式的主语通常使用对格的文法规则。
  3. §18ἔστι μὲν οἷσι μάλιστα — 关系代词的惯用表达 ἔστιν οἷς(“有些人……”)的与格形式。在此处与后半句的“无经验者(τοῖσι δὲ ἀπείροισιν)”相对比,上下文省略了“阿魏极易通过(消化)”之意。
  4. §18οὐ τῆς τυχούσης κοιλίης — 属格的表语性用法(特征/所有属格),与不定式 καταπέψαι 连用,表示“并非普通(平常的)脾胃所能消化”。分词 τυχούσης 意为“碰巧遇到的、普通的”。

引用这一段

希波克拉底, 论急性病摄生法(附录) §18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。