Humanitext Reader

ヒポクラテス · 急性病の養生法について(付録) §11

肺周囲炎と肋膜炎に対する瀉血と養生法

7 / 12 箇所 · ギリシア語

要旨

肺周囲炎と肋膜炎の治療法について、瀉血や浣腸、薬物治療、および尿や痰の成熟度に応じた食事管理を解説する。

§1111. Τὰ δὲ περιπλευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι·
11. 肺周囲炎および肋膜炎の症例については、次のように考察せねばならない。
ἢν ὀξύς ὁ πυρετὸς ᾖ, καὶ τὰ ὀδυνήματα τοῦ ἑτέρου πλευροῦ ἢ ἀμφοτέρων, καὶ τοῦ πνεύματος δὲ ἀναφερομένου ἢν πονέῃ, καὶ βῆχες ἐνέωσι, καὶ πτύσματα πτύῃ πυῤῥὰ ἢ πελιὰ, ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ, καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, τούτοισιν οὕτω χρὴ διάγειν·
もし熱が急激であり、痛みが片側あるいは両側の脇腹にあり、息を引き上げるときに痛みがあり、咳を伴い、赤黄色あるいは鉛色の痰、または希薄で泡立ち、鮮赤色の痰を吐き、さらに、すでに知られていることと異なって何か他の変化があるならば、これらの患者に対しては次のように管理せねばならない。
ἢν μὲν ἡ ὀδύνη ἄνω περαίνῃ πρὸς κληἵδα ἢ περὶ μαζὸν ἢ περὶ βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν ἔσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερέων κατὰ τόδε·
もし痛みが鎖骨の方へ、あるいは乳房の周り、あるいは上腕の周りへと上方へ広がるなら、これらの部位のどちら側に痛みがあるかに応じて、その側の腕の内側の静脈を切開せねばならない。
ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλεῖον, καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἄγειν πρὸς λειποψυχίην·
そして、体の状態、季節、年齢、皮膚の色に応じて、多めに血を抜き、痛みが激しい場合には恐れることなく、失神に至るまで引き出すべきである。
ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο.
その後、この後に浣腸をせよ。
Ἢν δὲ ὑποκάτω τοῦ θώρηκος ᾖ τὸ ἄλγημα, καὶ ξυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε·
もし痛みが胸の下方にあり、かつ非常に張りつめているなら、その肋膜炎患者の腹を下させよ。
μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου·
腹を下している間は何も与えてはならない。
μετὰ κάθαρσιν δὲ ὀξύμελι·
下した後は酸蜜を与えよ。
φαρμακεύειν δὲ τεταρταῖον·
薬物治療は4日目に行え。
τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑκοκλύζειν, καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε·
最初の3日間は浣腸を施し、もし軽快しないなら、その上で下腹を浄化せよ。
φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης·
無熱となり7日目を迎えるまでは注意深く観察せよ。
ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, ξὺν μέλιτι μίσγων δίδου·
その後、安全であるように見えるなら、そのように、最初は薄くて少量の煎じ汁を蜂蜜と混ぜて与えよ。
ἢν δὲ ἀνάγηται ῥηϊδίως, καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ, καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι, καὶ δὶς τῆς ἡμέρης·
もし痰が容易に切れ、呼吸も楽で、脇腹に痛みがなく、熱もないなら、少しずつより濃く、量を多くして、1日に2回給与せよ。
ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα, καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν, καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ·
しかし、もし容易に快方に向かわないなら、飲み物をより少なく、流動食も少量にして、薄い煎じ汁を、(1日のうちで)より良い状態で過ごす方の時間帯に1回だけ与えよ。
γνώσῃ δὲ ἐκ τῶν οὔρων.
これは尿によって知るであろう。
Δεὶ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νουσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα (ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον·
病気にかかっている者たちに流動食を与えるのは、尿あるいは痰が成熟した状態になっているのを見るまでは、決してそれより前であってはならない。 (しかし、もし薬物治療を受けて頻繁に下したなら、与えることが必要であるが、より少量でより薄いものにせよ。
οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν)·
なぜなら、血管が空虚になることで、眠ることもできず、同様に消化することもできず、決定的な期を耐え忍ぶこともできなくなるからである。
ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται, καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν.
)しかし、未熟なものが液化して消耗し、体を支えている力を失ってしまうなら、体は何一つ持ちこたえられないであろう。
Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια τῷ πύῳ, τὰ δὲ οὖρα τὰς ὑποστάσιας ὑπερύθρους ἔχοντα ὁκοῖον ὀρόβων.
一方、痰が膿のようになり、他方、尿がひよこ豆の煎じ汁のような、やや赤みがかった沈殿物を持つとき、それらは成熟した状態である。
Οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα·
脇腹の他の痛みに対しても、温湿布をあてたり蝋軟膏を塗ったりすることを妨げるものは何もない。
ἀλείφειν δὲ σκέλεα καὶ ὀσφὺν θερμῷ, καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν·
脚と腰を温かいもので擦り、脂を皮膚に残しておくこと、また、下肋部に亜麻仁のパップ剤を乳房に届くまで貼ることも(差し支えない)。
ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου, καὶ πονηρὸν ἢν δύσπνοος ᾖ, καὶ οὖρα λεπτὰ καὶ δριμέα, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνωνται·
肺周囲炎が最高潮にあるとき、痰が排出されて体内が清められないなら、治療の施しようがない。 また、呼吸困難であり、尿が希薄で刺激性があり、首の周りや頭に汗が流れるなら、極めて悪い状態である。
οἱ τοιοῦτοι ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ, καὶ πτύσματα πέπονα ἔλθῃ·
このような汗は、窒息や喘鳴、および激しさによって病気が優勢になっているために生じる有害なものであり、多量で濃厚な尿が勢いよく流れ、成熟した痰が排出されない限りはそうである。
ὅ τι δ᾿ἂν τούτων αὐτοματίσῃ, λύσει τὸ νούσημα.
これらのうちのいずれかが自然に起これば、病気は解決するであろう。
Περιπλευμονίης ἐκλεικτὸν, χαλβάνη καὶ κόκκαλος ἐν μέλιτι ἀττικῷ· καὶ ἀβρότονον ἐν ὀξυμέλιτι, πέπερι·
肺周囲炎に対する舐め剤としては、アッティカ産の蜂蜜に混ぜたガルバヌムと松の実、また酸蜜に混ぜたキダチヨモギ、胡椒(がよい)。
ἐλλέβορον μέλανα ἀποζέσας πλευριτικῷ ἐν ἀρχῇ περιωδύνῳ ἐόντι δίδου·
初期の激痛を伴う肋膜炎患者には、黒ヘレボルスを煎じて与えよ。
ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν, καὶ ἡπατικοῖσι καὶ τῇσιν ἀπὸ τῶν φρενῶν περιωδυνίῃσι, καὶ ὁκόσα δεῖ ἐς κοιλίην καὶ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι, τὰ δὲ ἐς κοιλίην, ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλείω δίδου.
また、パナケスを酸蜜の中で煮立てて濾したものを、肝臓病患者や、横隔膜に起因する激しい痛みを訴える者たちに飲ませることも有益である。 便通や排尿を促すために必要なものはどれも、ワインと蜂蜜に入れて与え、特に便通を促すものは、水で薄めた蜂蜜水とともに多めに飲ませよ。

語釈・文法注

  1. p.458τοῦ πνεύματος δὲ ἀναφερομένου — 属格独立構文。名詞 πνεῦμα(息、呼吸)と受動分詞 ἀναφερομένου(上に引き上げられる)の組み合わせで、「息が吸い込まれるとき」あるいは「呼吸の際」という時間的状況を示している。
  2. p.462μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα — μὴ πρότερον ἢ(〜するより前には決して…ない)という相関関係による時間節。ἴδῃς は接続法2人称単数。形容詞 πέπονα(成熟した)と完了分詞 γεγενημένα は、中性複数名詞である οὖρα と πτύσματα の双方に係る叙述的用法である。
  3. p.464ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου — ἀκμαζούσης τῆς περιπλευμονίης は属格独立。主節の ἀβοήθητον は非人称形容詞(ἐστί の省略)。それに続く μὴ ἀνακαθαιρομένου も、患者(代名詞の省略)を意味上の主語とする属格独立、あるいは条件を表す属格分詞と解釈できる。

この箇所を引用する

ヒポクラテス, 急性病の養生法について(付録) §11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。