§1111. Τὰ δὲ περιπλευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξύς ὁ πυρετὸς ᾖ, καὶ τὰ ὀδυνήματα τοῦ ἑτέρου πλευροῦ ἢ ἀμφοτέρων, καὶ τοῦ πνεύματος δὲ ἀναφερομένου ἢν πονέῃ, καὶ βῆχες ἐνέωσι, καὶ πτύσματα πτύῃ πυῤῥὰ ἢ πελιὰ, ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ, καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, τούτοισιν οὕτω χρὴ διάγειν· ἢν μὲν ἡ ὀδύνη ἄνω περαίνῃ πρὸς κληἵδα ἢ περὶ μαζὸν ἢ περὶ βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν ἔσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερέων κατὰ τόδε· ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλεῖον, καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἄγειν πρὸς λειποψυχίην·
11. 关于肺周围炎和肋膜炎,应当如下进行考察:若发热呈急性,且一侧或两侧肋部出现疼痛,且在吸气时感到疼痛,并伴有咳嗽,咳出赤黄色或铅灰色的痰,或者甚至是稀薄、多泡沫且鲜红色的痰,并且如果有任何其他与已知情况不同的变化,对于这些患者,应当如下进行调理:若疼痛向上延伸至锁骨、或乳房周围、或手臂周围,则应当根据疼痛在这些部位的哪一侧,切开同侧手臂内侧的血管;并根据体质、季节、年龄及肤色,多抽一些血,若疼痛剧烈,当毫无畏惧地引血至铺垫晕厥;在此之后,接着进行灌肠。
ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. Ἢν δὲ ὑποκάτω τοῦ θώρηκος ᾖ τὸ ἄλγημα, καὶ ξυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου· μετὰ κάθαρσιν δὲ ὀξύμελι·
若疼痛位于胸部下方,且极度紧绷,则对该肋膜炎患者进行下通;在导泻期间切勿给予任何东西;导泻之后给予酸蜜;并在第四日进行药物治疗。
φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑκοκλύζειν, καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε·
最初的三日给予灌肠,若未见减轻,则在此之后进行下通。
φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, ξὺν μέλιτι μίσγων δίδου·
应当密切观察,直至退热且满第七日;此后,若患者看似安全无虞,则如此首先给予少量且稀薄的煎汁,并掺入蜂蜜饮用。
ἢν δὲ ἀνάγηται ῥηϊδίως, καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ, καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι, καὶ δὶς τῆς ἡμέρης·
若排痰容易,且呼吸顺畅,肋部无痛,且无发热,则逐渐给予较稠且较多的煎汁,一日两次。
ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα, καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν, καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων.
但若未能轻易好转,则减少饮料,流食亦当稀少,即给予一次稀薄的煎汁,且在患者状况较好的那一时段进行;你将通过尿液来了解这一点。
Δεὶ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νουσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα (ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν)·
至于患病之人,在见到其尿液或痰液变得成熟之前,绝不可给予流食。 (但若服药后排泄频频,则必须给予流食,但应当更少且更稀薄;因为由于血管空虚,患者将无法入睡,亦无法同样进行消化,更无法承受临界期的考验。
ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται, καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν.
)然若未成熟之物发生液化消耗,且排出了支撑身体的力量,则身体将无法支持任何东西。
Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια τῷ πύῳ, τὰ δὲ οὖρα τὰς ὑποστάσιας ὑπερύθρους ἔχοντα ὁκοῖον ὀρόβων.
所谓成熟,一方面是指痰液变得如同脓液,另一方面是指尿液含有类似野豌豆汁般稍呈红色的沉淀物。
Οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα· ἀλείφειν δὲ σκέλεα καὶ ὀσφὺν θερμῷ, καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν·
且对于肋部的其他疼痛,施以温敷和敷蜡剂亦无妨;并用温热之物涂抹双腿和腰部,留存油脂;在胁下至乳房部位敷以亚麻子贴剂。
ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου, καὶ πονηρὸν ἢν δύσπνοος ᾖ, καὶ οὖρα λεπτὰ καὶ δριμέα, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνωνται·
当肺周围炎达到极期时,若患者未能向上排痰清扫,则无可救药;且若呼吸困难,尿液稀薄而辛辣,并于颈部和头部出汗,则预后极差。
οἱ τοιοῦτοι ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ, καὶ πτύσματα πέπονα ἔλθῃ·
此类汗液是有害的,是由于窒息、喘鸣及疾病剧烈而占了上风所致,除非有大量且黏稠的尿液涌出,且排出成熟的痰液。
ὅ τι δ᾿ἂν τούτων αὐτοματίσῃ, λύσει τὸ νούσημα.
而这些情况中若有任何一种自然发生,都将解退疾病。
Περιπλευμονίης ἐκλεικτὸν, χαλβάνη καὶ κόκκαλος ἐν μέλιτι ἀττικῷ· καὶ ἀβρότονον ἐν ὀξυμέλιτι, πέπερι·
针对肺周围炎的舐剂:阿提卡蜂蜜调和加尔巴及松子;以及酸蜜调和南木及胡椒。
ἐλλέβορον μέλανα ἀποζέσας πλευριτικῷ ἐν ἀρχῇ περιωδύνῳ ἐόντι δίδου·
对初期极度疼痛的肋膜炎患者,可将黑藜芦煎汁给其饮用。
ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν, καὶ ἡπατικοῖσι καὶ τῇσιν ἀπὸ τῶν φρενῶν περιωδυνίῃσι, καὶ ὁκόσα δεῖ ἐς κοιλίην καὶ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι, τὰ δὲ ἐς κοιλίην, ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλείω δίδου.
将万能药草于酸蜜中煮沸并过滤给患者饮用亦佳,这既适用于肝脏病人,也适用于因横隔膜引起的剧烈疼痛;以及凡需用于通腹和利尿之物,可置于酒与蜂蜜中给予,而通腹之物,当给予较多量并与稀薄的蜂蜜水一同饮用。