Humanitext Reader

希波克拉底 · 论急性病摄生法(附录) §10

冬季发热的危险征象与病势转移

第 6 段,共 12 段 · 希腊语

内容简介

本章论述了冬季发热及临界日(第五日、第十四日)的严重症状、肿胀消退引发的神经症状、急性期鼻衄及其通过病灶转移(沉积)而消解的过程,以及伴有打嗝的发热疗法。

§1010. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τρηχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει·
10. 若在冬季的发热中,舌头发涩且伴有晕厥,此类患者的热势往往也会有所缓解;然而,仍须以饥饿疗法、饮水及饮用蜂蜜水来密切观察此类患者。
καὶ χυλοῖσι παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν·
并以药汤来密切观察,切勿相信发热的缓解,因为具有此类症状者有死亡的危险。
ὁκόταν δὲ ταῦτα συνειδῇς, οὅτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα.
当你充分了解这些时,在极仔细地观察之后,若你愿意,可据此预言。
Ὁκόταν δὲ πυρετοῖσε φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται, ἢ ἀφωνίη ἐπιλάβῃ, ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς·
若发热在第五日出现可怕的征兆——腹部突然排出稀便,并发生晕厥,或失声侵袭,或发生痉挛或打嗝——在这些症状之外,往往还会出现恶心,且在人中、前额及脑后的颈部出汗。
οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες.
而遭受这些症状的患者,在因气胀而腹胀后,不久便会死亡。
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν·
若在发热中,患者的双腿出现肿胀,且在发热持续期间,历时已久仍未成熟,而此时若喉部又受到窒息感侵袭,且喉部周围已经消瘦,若此肿胀不成熟反而消退,此类患者往往会鼻衄。
κἄν μὲν πουλὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες·
若流血量多,则预示疾病的消解;若不多,则预示病程漫长;流血量越少,则情况越差且越拖延。
ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα·
但若其他情况变得极为轻松,则当料及此类患者的足部会出现疼痛。
ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληἴδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι·
若疼痛侵袭足部,且持续剧痛并如火烧般发热,且不消解,疼痛将逐渐蔓延至颈部、锁骨、肩膀、胸部及关节,且此处也必然发生肿胀。
σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ·
而当这些肿胀消退时,若双手抽搐或发抖,痉挛与谵妄便会侵袭此类患者;此外,眉毛上还会出现小水疱和红斑,一只眼睑相对于另一只异常生长,硬性的炎症占据此处,眼睛严重肿胀,谵妄大大加剧。
αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην.
而关于谵妄的情况,夜间比白天显示得更为明显。
Τὰ δὲ σημεῖα μάλιστα γίγνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται, ὄλεθροι ἐπιγίγνονται.
而这些征兆尤多出现于奇数日或偶数日;无论出现在这些日子的哪一个,死伤随之而来。
Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη· εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι·
对于此类患者,若你选择从一开始就使用药物治疗,且在第五日之前,若腹部有鸣响,则进行之;否则,使其不服药。
ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως·
若腹鸣不止,且排泄物呈胆汁质,可用斯卡摩尼适度导泻。
τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες.
至于其他治疗,应尽可能少地给予饮料和流动食物,以便其状况较好,除非他们能在病势缓解的情况下度过第十四日。
Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει.
当发热至第十四日的患者出现失声时,往往不会迅速消解,亦不会从疾病中解脱,而是预示着此类患者的病程将持久;若在此日出现,则情况会更加拖延。
Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγηται, καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρὰ, φιλέει παραληρέειν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν.
当发热至第四日的患者,舌头乱语,且腹部排出胆汁质稀便时,此类人往往会胡言乱语;但必须顺应其后果而密切观察。
Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ, καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας·
在夏季和秋季,在急性病中突然鼻衄,表明血管内的紧张和需要大量的治疗,并于次日出现稀薄的尿液。
καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ, καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ, ἢ μελαγχολικὸς ᾖ, ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν·
若其正值壮年,且因运动或肌肉丰满而身体强壮,或属于忧郁质,或因饮酒而双手发抖,宜预先告知将有谵妄或痉挛。
κἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον·
若发生于偶数日,则较好,但若发生于临界日,则致命。
ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται, τῆς πλεονεξίης κατὰ ῥῖνας, ἢ κατὰ ἕδρην ἐμπλησθείσης, ἀπόστασιν, ἢ πόνους ἐν ὑποχονδρίῳ, ἢ ἐς ὄρχιας, ἢ ἐς σκέλεα·
若大量血液聚集而流出,自鼻孔,或因过剩而自充盈的肛门排出,则带来病灶的转移,或使胁下、睾丸、或双腿的疼痛消解。
λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν.
而当这些疼痛消解时,便会排出黏稠的痰及平滑、白色的尿液。
Πυρετῷ λυγγώδει, ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου, καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν·
对于伴有打嗝的热热,将雪酚汁、酸蜜、野人参研碎,给其饮用,并用蜂蜜调和加尔巴,及可舐用的孜然,且在此之上,让其呷饮大麦汤。
ἄφυκτος δὲ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται, καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἢ ἐς ἀπόστασιν στηρίξῃ·
而此类患者是无法免于死亡的,除非出现临界性的发汗和均匀的睡眠,且排出黏稠而辛辣的尿液,或定着于转移病灶。
κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.
松子与没药制成舐剂;对这些人,给予极少量的酸蜜饮用;若其极度口渴,则给其大麦水。

词汇与语法注释

  1. p.444τὸν τοιόνδε παραφυλάσσειν — 不定式 `παραφυλάσσειν` 用于表示义务或命令,带有宾格主语 `τὸν τοιόνδε`(此类患者)。
  2. p.448ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες — `ἢν μὴ...` 表示条件,“除非他们能在病势缓解(分词 `ἐπανέντες`)的情况下度过第十四日”。这意味着如果病势未见缓和,预后将大不相同。
  3. p.452ἀπόστασιν — 作为 `ποιήσηται` 的宾语或表示结果状态,指病灶的“转移”或他处疼痛的消解。在古希腊医学中,`ἀπόστασις` 表示病因物质沉积于特定局部从而导向消解的过程。

引用这一段

希波克拉底, 论急性病摄生法(附录) §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。