§33. Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν, ἢ τὸ ἀριστερὸν, καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα, καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον·
3. 医師が病人を診るとき、病人は右側または左側を下にして横たわっており、両手、首、両脚をわずかに曲げ、体全体が柔軟に横たわっているのを見出されるべきである。
οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὁγιαινόντων κατακλίνονται· ἄρισται δέ εἰσι τῶν κατακλίσιων αἱ ὅμοιαι τῇσι τῶν ὁγιαινόντων.
なぜなら、健康な人々の大部分もこのように横たわるからであり、横たわり方のうち最善なのは、健康な人々のものに似ているものである。
Ὕπτιον δὲ κέεσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα, ἧσσον ἀγαθόν.
仰向けに横たわり、両手、首、両脚をまっすぐ伸ばしているのは、あまり良くない。
Εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἐπὶ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν.
もし彼が前方に滑り落ち、ベッドの上を足の方向へ滑り落ちるならば、それはより危険である。
Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὁρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας, καὶ τὰς χεῖρας, καὶ τὸν τράχηλον, καὶ τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ, κακόν·
また、もし彼が、あまり温かくもないのに足をむき出しにしており、さらに両手や首、両脚が不規則に投げ出されてむき出しになっているのが見出されるなら、それは悪い兆候である。
ἀλυσμὸν γὰρ σημαίνει.
なぜなら、それはもだえ苦しんでいることを意味するからである。
Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἶναι ἰσχυρῶς, καὶ διαπεπλεγμένα.
常に口を開けたまま眠ることや、仰向けに横たわっているときに両脚が激しく曲がり、互いに絡み合っていることもまた致命的である。
Ἐπὶ γαστέρα δὲ κέεσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων.
健康なときでさえそうやって眠る習慣がない者において、うつ伏せに横たわることは、ある種の発狂、あるいは腹部のあたりの痛みを意味している。
Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης, πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι περιπλευμονικοῖσιν.
病気が絶頂期にあるときに、病人が起き上がって座りたがるのは、すべての急性疾患において好ましくないが、肺炎の患者においては最悪である。
Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ᾿ ἀμφοῖν κίνδυνον ἐσόμενον·
子供の頃から習慣になっていない人々が熱病において歯ぎしりをすることは、狂気と死の兆候であるが、これら双方から危険が差し迫っていることをあらかじめ告げるべきである。
ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον γίγεται κάρτα ἤδη.
もし彼がたわごとを言っている最中にこれを行うなら、それは今や極めて致命的となる。
Ἕλκος δὲ ἥν τε καὶ προγεγονὸς τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν δεῖ·
また、病人が以前からたますま傷を持っているにせよ、あるいは病気の間に出現したにせよ、それをよく観察しなければならない。
ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται, ἢ ὠχρόν τε καὶ ξηρόν.
なぜなら、もしその人が死ぬ運命にあるならば、死の前に、傷は鉛色で乾燥したものとなるか、あるいは青白く乾燥したものとなるからである。
§44. Περὶ δὲ χειρῶν φορῆς τάδε γιγνώσκω·
4. 手の動きについては、私は次のように判断する。
ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσιν, ἢ ἐν περιπλευμονίῃσιν, ἢ ἐν φρενίτισιν, ἢ ἐν κεφαλαλγίῃσι, πρὸ τοῦ προσώπου φερομένας καὶ θηρευούσας διὰ κενῆς, καὶ ἀποκαρφολογεούσας, καὶ κροκίδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας, καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας.
急性の熱病、肺炎、脳炎、あるいは頭痛において、手が顔の前に運ばれて虚空を掴み取ろうとし、わらくずをむしり取るような動作をし、衣服から糸くずをむしり取り、壁からわらくずを引き抜くようなことがあれば、これらの動作はすべて好ましくなく、致命的である。
§55. Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι·
5. 呼吸が速く浅いことは、横隔膜より上の領域における痛み、あるいは炎症を意味している。
μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ·
呼吸が大きく、かつ長い間隔をおいて行われることは、うわごとを示している。
ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται.
鼻や口から冷たい呼気が吐き出されることは、今や極めて致命的である。
Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὅσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.
熱病を伴い、四十日以内に決着がつくすべての急性疾患において、安らかな呼吸は、救命のために極めて大きな力を持つとみなさなければならない。
§66. Οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν.
6. すべての急性疾患において、汗は、危機日に生じ、かつ熱を完全に去らせるものが最善である。
Ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα.
全身に生じて、病人がその病気により容易に耐えていることを示す汗もまた、良いものである。
Οἳ δ᾿ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες.
しかし、そのようなことを何らもたらさない汗は、有益ではない。
Κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα·
最悪なのは、冷たくて、頭、顔、および首の周りだけに生じる汗である。
οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου.
なぜなら、これらは急性の熱を伴う場合には死を前兆し、より穏やかな熱を伴う場合には病気の長期化を前兆するからである。
Καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν·
頭の周りの汗と同様に全身に生じる汗もまた、同様である。
οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί.
また、粟粒のようで、首の周りだけに生じる汗も好ましくない。
Οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί.
滴となって流れ、湯気を立てるような汗は、良いものである。
Κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων.
汗の全体的な性質を把握しなければならない。
Γίγνονται γὰρ οἱ μὲν δι᾿ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς.
なぜなら、ある汗は身体の衰弱によって生じ、別の汗は炎症の激しさによって生じるからである。