Humanitext Reader

ヒポクラテス · 予後 §17-18

体内化膿患者の症状経過と肺炎に伴う転移の予後

7 / 10 箇所 · ギリシア語

要旨

体内化膿(膿胸)を伴う患者の一般・個別症状および経過予測と、肺炎から生じる転移(化膿・瘻管形成)の予後について記述されている。

§1717. Τοὺς δὲ ξύμπαντας ἐμπύους γιγνώσκειν χρὴ τοισίδε τοῖσι σημείοισι.
17. すべての体内化膿患者(膿胸患者)は、次の兆候によって見分けるべきである。
Πρῶτον μὲν, ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων, καὶ ἱδρῶτες πολλοὶ ἐπιγίγνονται, βῆξαί τε θυμὸς ἐγγίγνεται αὐτέοισιν, καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου, καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίγνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται, καὶ μάλιστα οἱ ἄκροι, καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίγνεται, καὶ σιτίων οὐκ ἐπιθυμέουσι, καὶ φλύκταιναι γίγνονται ἀνὰ τὸ σῶμα.
第一に、熱は下がらず、日中は微熱であるが、夜には高くなり、多くの発汗が伴い、咳をしたいという強い衝動が彼らに生じるが、吐き出すものは取り立てて言うほどのものはない。 また、目は窪み、頬は赤くなり、手の爪は曲がり、指、特にその先端が熱くなり、足には浮腫が生じ、食べ物を欲しがらなくなり、全身に水疱ができる。
Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων, ἔχει τὰ σημεῖα ταῦτα, καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα·
したがって、化膿のうち長引くものはこれらの兆候を示し、これらを大いに信頼すべきである。
ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστι, τουτέοισιν ἐπισημαίνεται, ἤν τι ἐπιφαίνηται, οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γιγνομένοισιν, ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος.
これに対し、短期間で終わるものは、初期に起こるような何らかの兆候が現れ、同時に患者の呼吸が幾分より困難であるなら、それらによって示される。
Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοισίδε γιγνώσκειν χρή·
それらのうち、より早く破裂するものと、より遅く破裂するものは、次のようにして知るべきである。
ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γίγνηται, καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυαλισμὸς διατείνῃ, ἐς τὰς εἴκοσιν ἡμέρας προσδέχεσθαι τὴν ῥῆξιν, ἢ καὶ ἔτι πρόσθεν·
もし痛みが初期に生じ、呼吸困難、咳、痰の排出が持続するなら、二十日以内、あるいはそれよりもさらに前に破裂が起こることを予期すべきである。
ἢν δὲ ἡσυχαίτερος ὁ πόνος ᾖ, καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς ὕστερον·
しかし、痛みがより穏やかであり、その他のすべてのことがそれに比例しているなら、それらの者においては、破裂がより遅く起こることを予期すべきである。
γίγνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς τοῦ πύου ῥήξιος.
ただし、膿が破裂する前には、痛み、呼吸困難、痰の排出が起こることが不可避である。
Περιγίγνονται δὲ τουτέων μάλιστα μὲν οὕς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ταχέως ἐπιθυμέωσι, καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον καὶ ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον, καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται.
これらの患者のうち、回復するのは、破裂したその日のうちに熱が下がり、すぐに食べ物を欲するようになり、渇きから解放され、便が少なめで固まって排出され、膿が白く滑らかで均一な色をしており、粘液を交えず、痛みや激しい咳を伴わずに気道が浄化される者たちである。
Ἄριστα μὲν οὕτω καὶ τάχιστα ἀπαλλάσσουσιν·
このようにして、彼らは最も良く、かつ最も早く回復する。
ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίγνηται.
そうでなければ、これらの状態に最も近い状態にある者たちがそうである。
Ἀπόλλυνται δὲ οὓς ἂν ὅ τε πυρετὸς μὴ ἀφῇ, ἢ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, καὶ ἡ κοιλίη ὑγρὴ ᾖ, καὶ τὸ πῦον χλωρὸν ἢ πελιὸν πτύῃ, ἢ φλεγματῶδες καὶ ἀφρῶδες·
死に至るのは、熱が下がらない者、あるいは熱が下がったように見えて再び発熱する者、渇きがあるのに食べ物を欲しがらず、腹が緩く、吐き出す膿が黄緑色や鉛色、あるいは粘液質で泡立っている者たちである。
ἢν ταῦτα πάντα γίγνηται, ἀπόλλυνται·
これらすべてが起こるなら、彼らは死ぬ。
ὁκόσοισι δ᾿ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίγνονται.
しかし、これらの兆候のうち、あるものが現れ、あるものは現れない患者たちにおいては、彼らのうち一部は死に、一部は長い時間ののちに回復する。
Ἀλλ᾿ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι, καὶ τοῖσιν ἄλλοισι πᾶσιν. §1818.
だが、これらの患者におけるすべての兆候、ならびに他のすべての兆候から判断を下すべきである。
Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται.
18. 肺炎から、耳の近くに転移が生じて化膿するか、あるいは下部に転移して瘻管を形成する患者たちは回復する。
Ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε·
そのようなことを調べるには、次のようにすべきである。
ἢν ὅ τε πυρετὸς ἔχῃ, καὶ ἡ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ πεοιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι.
もし熱が持続し、痛みが治まらず、痰が規則通りに排出されず、便が胆汁質でもなく、緩くも未消化でもなく、尿も極めて多量で、かつ多くの沈殿物を伴うものではないのに、他のすべての生存の兆候によって命が好ましい方向に助けられているなら、これらの患者においてそのような転移が起こることを期待すべきである。
Γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται·
下部への転移は、季肋部の周囲に何らかの粘液がたまっている者に生じる。
αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης.
一方、上部への転移は、季肋部が柔らかくかつ痛みのない状態が続いており、しばらくの間呼吸困難になった後にそれが他の明らかな原因なしに治まった者に生じる。
Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι·
激しくかつ危険な肺炎において脚に生じる転移は、すべて有益であるが、痰が変化しつつあるときに起こるものが最良である。
εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο·
というのも、もし痰が黄色い代わりに膿を含んだものとなって外に排出されている間に、腫れと痛みが脚に生じるなら、このようにして患者は最も安全に回復し、その転移も痛みを伴わずに最も速やかに治まるであろうからである。
εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πρήγματα παρασχεῖν.
しかし、もし痰が十分に排出されず、尿にも良い沈殿物が見られないなら、関節が不自由になるか、多くの面倒を引き起こす危険がある。
Ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυέλου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν·
もし転移が消失して逆流し、痰も排出されず、熱が持続するなら、それは恐ろしいことである。
κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος.
なぜなら、患者が譫妄状態に陥って死亡する危険があるからである。
Τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται·
肺炎から生じた膿胸患者のうちでは、より高齢の者がより多く死ぬ。
ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσιν.
しかし、他の原因による化膿患者のうちでは、より若い者がより多く死ぬ。
Ὁκόσοι δὲ τῶν ἐμπύων καίονται ἢ τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται.
膿胸患者のうち、焼灼か切開を施された者で、膿が清潔で白く、悪臭がない者は救われるが、血が混じり泥のようである者は死ぬ。

語釈・文法注

  1. p.154βῆξαί τε θυμὸς ἐγγίγνεται — 不定詞 βῆξαι は、名詞 θυμός(欲求、衝動)を制限・修飾しており、属格動名詞に相当する働きをしている。
  2. p.160ὑπηρετέηται δὲ πεοιεστικῶς — 受動態動詞 ὑπηρετέηται の主語は、前後の文脈から「患者」または「病状」が暗黙のうちに補われる。副詞 πεοιεστικῶς(写本により περιεστικῶς)は「生存に有利な形で」の意。

この箇所を引用する

ヒポクラテス, 予後 §17-18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:17-18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。