§1919. Αἱ δὲ ξὺν πυρετῷ γιγνόμεναι ὀδύναι περὶ τὴν ὀσφῦν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι, ὀλέθριαι κάρτα.
19. 熱を伴って腰や下部に生じる痛みは、もし横隔膜に達し、下部から去るならば、極めて致命的である。
Προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων ἐπιφαίνηται πονηρὸν, ἀνέλπιστος ὁ ἄνθρωπος ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας, τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίγνηται, ἔμπυον ἔσεσθαι τοῦτον πολλαὶ ἐλπίδες.
それゆえ、他の兆候に注意を払わなければならない。 もし他の兆候のいずれか一つでも悪く現れるならば、その患者には回復の望みがない。 しかし、病が横隔膜に向かって急上昇する一方で、他の兆候が悪くならないならば、この患者が化膿(膿胸)に至るという強い見込みがある。
Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριαι·
膀胱が硬く、痛みを伴うのは、完全に深刻で致命的である。
ὀλεθριώτεραι δὲ ὁκόσαι ξὺν πυρετῷ ξυνεχεῖ γίγνονται·
持続する熱を伴って起こるものは、さらに致命的である。
καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων τῶν κύστιων πόνοι ἱκανοὶ ἀποκτεῖναι·
というのも、膀胱そのものに起因する痛みだけで、人を死に至らしめるのに十分だからである。
καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐν τουτέῳ τῷ χρόνῳ, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην·
そして、この時期には、硬くて無理に押し出されるものでなければ、便は通らない。
λύει δέ οὖρον πυῶδες οὐρηθὲν, λευκὴν καὶ λείην ἔχον τὴν ὑπόστασιν.
しかし、白く滑らかな沈殿物を伴う膿を含んだ尿が排出されることで、この状態は解消される。
Ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη, μήτε ἡ κύστις μαλάσσοιτο, ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι.
もし尿が何の兆候も示さず、膀胱も柔らかくならず、熱が持続するなら、病の最初の周期のうちに患者が死亡する恐れがある。
Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαίδεκα ἔτεα γένωνται.
この病態は、特に七歳から十五歳に達するまでの子供たちを襲う。
§2020. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται.
20. 熱病は、人々が回復する日数、および彼らが死亡する日数と同じ日数のうちに、危期を迎える。
Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν·
というのも、最も軽症の熱病で、最も安全な兆候に基づいているものは、四日目、あるいはそれ以前に終息するからである。
οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν.
また、最も悪性で、最も恐ろしい兆候を伴って生じるものは、四日目、あるいはそれ以前に患者を死に至らしめる。
Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται· ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην· ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην· ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην· ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν.
それゆえ、それらの第一の襲来はこのようにして終わり、第二は七日目に移行し、第三は十一日目に、第四は十四日目に、第五は十七日目に、第六は二十日目に至る。
Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν.
これらは、最急性の疾患において、四日ごとの加算によって二十日までに終わる。
Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμέεσθαι ἀτρεκέως·
しかし、これらのいずれもまる一日の単位で正確に数えることはできない。
οὐδὲ γὰρ ό ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι.
なぜなら、一年や諸月もまた、まる一日の単位で数えられるようには本来なっていないからである。
Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ᾿ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ᾿ ἡμερέων.
この後は、同じ方法で同じ加算に従い、第一の周期は三十指、いや、三十四日、第二は四十日、第三は六十日となる。
Τουτέων δ᾿ ἐν ἀρχῇσίν ἐστι χαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι·
これらのうち、最も長い時間ののちに危期を迎えるものを初期において見分けることは極めて困難である。
ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων·
なぜなら、それらの始まりは極めて類似しているからである。
ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ᾿ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι·
しかし、第一日から心に留め、四日ずつ加算されるごとに観察すべきである。
καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα.
そうすれば、病がどちらの方向に転じるかを見落とすことはないであろう。
Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου.
四日ごとの危期の確立は、このような秩序から生じる。
Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι·
最も短い時間のうちに危期を迎えるものは、より容易に知られる。
μέγιστα γὰρ τὰ διαφέροντα ἀπ᾿ ἀρχῆς αὐτέων ἐστίν·
なぜなら、それらの相違は最初から極めて大きいからである。
οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα·
というのも、生き残る者たちは、呼吸が穏やかで痛みがなく、夜に眠り、その他の兆候も極めて安全な状態にあるからである。
οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες.
一方、死に至る者たちは、呼吸困難になり、譫妄に陥り、不眠になり、その他の兆候も最悪な状態にある。
Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων.
それゆえ、これらがこのように起こるものとして、病が危期へと向かうにあたり、時間と各加算の両方に従って判断を下さなければならない。
Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.
そして、同じ法則に従って、女性たちにとっても、出産に起因する危期が生じる。