Humanitext Reader

希波克拉底 · 预后学 §17-18

体内化脓的症状演变与肺炎转移灶的预后

第 7 段,共 10 段 · 希腊语

内容简介

本章节详细阐述了体内化脓(脓胸)患者的一般与具体征兆及其预后推测,并解释了肺炎引起的转移灶(脓肿)的预后。

§1717. Τοὺς δὲ ξύμπαντας ἐμπύους γιγνώσκειν χρὴ τοισίδε τοῖσι σημείοισι.
17. 应当通过以下征兆辨识所有的体内化脓(脓胸)患者。
Πρῶτον μὲν, ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων, καὶ ἱδρῶτες πολλοὶ ἐπιγίγνονται, βῆξαί τε θυμὸς ἐγγίγνεται αὐτέοισιν, καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου, καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίγνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται, καὶ μάλιστα οἱ ἄκροι, καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίγνεται, καὶ σιτίων οὐκ ἐπιθυμέουσι, καὶ φλύκταιναι γίγνονται ἀνὰ τὸ σῶμα.
首先,热度不退,但白日微热,夜间加重,并伴随大量出汗;他们会产生强烈的咳嗽冲动,但咳出的东西却微不足道。 他们的眼睛凹陷,面颊潮红,手指甲弯曲,手指变热(尤其是指尖),足部出现水肿,不思饮食,全身起水泡。
Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων, ἔχει τὰ σημεῖα ταῦτα, καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα· ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστι, τουτέοισιν ἐπισημαίνεται, ἤν τι ἐπιφαίνηται, οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γιγνομένοισιν, ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος.
因此,凡是长期的脓疡,都具有这些征兆,应当高度信任它们;而病程短的脓疡,如果出现了类似于初期所发生的那些症状,同时患者的呼吸更加困难,则以此为其指征。
Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοισίδε γιγνώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γίγνηται, καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυαλισμὸς διατείνῃ, ἐς τὰς εἴκοσιν ἡμέρας προσδέχεσθαι τὴν ῥῆξιν, ἢ καὶ ἔτι πρόσθεν· ἢν δὲ ἡσυχαίτερος ὁ πόνος ᾖ, καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς ὕστερον·
应当通过以下方式来辨识那些破裂较快和较慢的脓疡:如果疼痛发生在初期,且呼吸困难、咳嗽及咳痰持续不断,应当预料在二十天之内,甚至更早发生破裂;但如果疼痛较温和,且其他一切情况都与之相称,则在这些人中应当预料破裂会在较晚时发生。
γίγνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς τοῦ πύου ῥήξιος.
然而,在脓液破裂之前,疼痛、呼吸困难和咳痰的发生是不可避免的。
Περιγίγνονται δὲ τουτέων μάλιστα μὲν οὕς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ταχέως ἐπιθυμέωσι, καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον καὶ ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον, καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται.
在这些患者中,最能存活(康复)的是那些在破裂当天热退、迅速恢复食欲、免于口渴、大便量少且成形、脓液洁白滑润且颜色均匀、不含粘液、且无痛及无剧烈咳嗽而清除干净的人。
Ἄριστα μὲν οὕτω καὶ τάχιστα ἀπαλλάσσουσιν· ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίγνηται.
他们以此种方式恢复得最好也最快;否则,就是那些情况与此最接近的人。
Ἀπόλλυνται δὲ οὓς ἂν ὅ τε πυρετὸς μὴ ἀφῇ, ἢ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, καὶ ἡ κοιλίη ὑγρὴ ᾖ, καὶ τὸ πῦον χλωρὸν ἢ πελιὸν πτύῃ, ἢ φλεγματῶδες καὶ ἀφρῶδες·
而那些热不退,或看似退热后又重新发热,且口渴但不思饮食,腹部稀烂,咳出绿黄色、铅色或粘稠带泡沫脓液的人,则会死亡。
ἢν ταῦτα πάντα γίγνηται, ἀπόλλυνται·
如果这些情况全部出现,他们便会死亡。
ὁκόσοισι δ᾿ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίγνονται.
但在那些出现其中部分征兆而未出现其他征兆的患者中,他们中的一些人会死亡,而另一些人则会在很长时间后存活下来。
Ἀλλ᾿ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι, καὶ τοῖσιν ἄλλοισι πᾶσιν.
尽管如此,应当根据在这些人身上所呈现的一切迹象,以及所有其他迹象来进行判断。
§1818. Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται.
18. 凡是因肺炎而在耳旁产生转移灶并化脓,或向下方转移并形成瘘管的患者,他们都能存活。
Ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ, καὶ ἡ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ πεοιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι.
应当如下调查此类情况:如果热度持续,疼痛不退,痰液未能按比例排出,排便不呈胆汁质、不稀烂也未见消化不良,且尿量并非极多,亦无大量沉淀物,但在所有其他生存迹象的协作下得到了有利的维持,则在这些人中应当预料会有此类转移发生。
Γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται· αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης.
向下方转移者,发生在季肋部周围有某种粘液产生的人身上;而向上方转移者,则发生在季肋部持续柔软且无痛,且在呼吸困难了一段时间后,无其他明显原因而停止的人身上。
Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι· εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο·
在严重且危险的肺炎中,向双腿的转移都是有益的,但最理想的是在痰液发生变化时出现的转移;因为如果在痰液由黄变脓并排出体外的同时,(腿部)出现肿胀和疼痛,患者便能最安全地存活,且转移灶也会无痛地最快消退。
εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πρήγματα παρασχεῖν.
但如果痰液未能良好排出,尿液也未见良好的沉淀物,则有关节变瘸或引起许多麻烦的危险。
Ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυέλου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν· κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος.
如果转移灶消失并逆流,而痰液未排出且发热持续,这是可怕的;因为患者有譫妄并死亡的危险。
Τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται· ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσιν.
在因肺炎引起的脓胸患者中,年长者更容易死亡;而在其他化脓症中,年轻者更容易死亡。
Ὁκόσοι δὲ τῶν ἐμπύων καίονται ἢ τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται.
那些接受烧灼或切开治疗的脓胸患者中,凡是脓液清洁、洁白且无恶臭的人,都能获救;而脓液带血且混浊如泥的人,则会死亡。

词汇与语法注释

  1. p.154βῆξαί τε θυμὸς ἐγγίγνεται — 不定式 βῆξαι 起到限定和修饰名词 θυμός(欲望、冲动)的作用,功能类似于属格动名词。
  2. p.160ὑπηρετέηται δὲ πεοιεστικῶς — 被动语态动词 ὑπηρετέηται 的主语根据上下文可隐退补出为“患者”或“病情”。副词 πεοιεστικῶς(或作 περιεστικῶς)意为“以有利于生存的方式”。

引用这一段

希波克拉底, 预后学 §17-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:17-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。