Humanitext Reader

ヒポクラテス · 予後 §15-16

胸部の化膿と膿胸の徴候および予後

6 / 10 箇所 · ギリシア語

要旨

胸部の疼痛が種々の治療でも改善しない場合の化膿の予後について述べ、現れる兆候に基づいて患者の生存・死亡日数を予測する。また、化膿の開始時期の特定法や、片側性膿瘍を診断するための物理的観察方法を解説する。

§1515. Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα.
15. これらの領域の痛みのうち、痰の排出によっても、下痢(便通)によっても、瀉血や薬物療法や食事療法によっても治まらないものは、化膿する(膿が形成される)ということを知っておくべきである。
Τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ·
化膿(膿瘍)のうち、痰がまだ胆汁質である間に生じるものは、胆汁質の部分が膿と別々に吐き出されようと、あるいは一緒に吐き出されようと、極めて致命的である。
μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος.
特に、病気が七日目のときに、そのような痰から化膿(膿の流出)が始まり出す場合はそうである。
Ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.
このような痰を吐き出す患者は、何か良いことが彼に起こらない限り、十四日目に死亡することが予想される。
Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε·
良い兆候とは次のものである。
εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι·
すなわち、病気に容易に耐えていること、呼吸が安らかであること、痛みが和らいでいること、痰を容易に咳き出すこと、全身が均一に温かくかつ柔らかに見えること、口渇がないこと、そして、尿や便、睡眠、発汗のそれぞれが、すでに良いと記述された通りの状態で現れることである。
οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος·
なぜなら、これらすべてがそのように現れるならば、患者は死なないからである。
ἢν δὲ τὰ μέν τοι αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας, ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾿ ἂν ὁ ἄνθρωπος, Κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην, μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἔκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ;
しかし、これらのうちあるものは現れ、あるものは現れない場合、患者は十四日を超えて生きることはなく、死ぬであろう。 これらと反対のものは悪い兆候である。 すなわち、病気に辛うじて耐えていること、呼吸が大きくかつ頻繁であること、痛みが治まらないこと、痰をかろうじて咳き出すこと、激しく渇くこと、身体が熱によって不均一に支配され、腹や脇腹は非常に熱いのに、額や手足は冷たいこと、そして、尿や便、睡眠、発汗のそれぞれが、すでに悪いと記述された通りの状態で現れることである。
ἀπόλοιτα ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος.
なぜなら、もしこれらのような兆候がこの痰に付随して現れるなら、患者は十四日目に達する前に、九日目か十一日目に死ぬであろうからである。
Οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος, ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τεσσαρεσκαίδεκα ἡμέρας.
それゆえ、この痰は非常に致命的であり、十四日目まで持たないものと推測しなければならない。
Τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν οὕτω γὰρ ἄν τις ᾶληθεύοι μάλιστα.
これらの中から、現れる悪い兆候と良い兆候を総合的に計算して予後を告げるべきである。 そうすれば、最も真実を語ることができるであろう。
Αἱ δὲ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.
その他のほとんどの化膿(膿瘍)は、あるものは二十日目に、あるものは三十日目に、あるものは四十日目に破裂し、あるものは六十日目に及ぶ。
§1616. Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῥῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν·
16. 化膿(膿瘍)の始まりを調べる(予測する)にあたっては、患者が最初に発熱した日、あるいは悪寒に襲われた日、また痛んでいた部位に痛みに代わって重苦しさを感じるようになったと患者が言う日から計算すべきである。
ταῦτα γὰρ ἐν ἀρχῇσι γίγνεται τῶν ἐμπυημάτων.
これらは化膿の始まりに起こるからである。
Ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους.
それゆえ、これらの時期から起算して、前述の時期に化膿(膿瘍)の破裂が起こることを予想すべきである。
Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ·
もし化膿(膿瘍)が片側だけに偏っているなら、これらについて(患者の身体を)寝返りさせてよく観察すべきである。 もう一方の脇腹に痛みがないか。
καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν.
また、一方の側が他方より熱くないか。 健康な側の脇腹を下にして横に寝かせたとき、上になっている側から何か重いものがぶら下がっているように思えるかを尋ねるべきである。
Εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.
もしそうであれば、その重さを感じる側の脇腹に化膿(膿瘍)が生じているのである。

語釈・文法注

  1. p.148εἰδέναι δεῖ ἐκπυήσοντα — 不定詞 εἰδέναι の意味上の主語は省略された一般の医師など(あるいは命令的に「知っておくべきである」)。未来分詞 ἐκπυήσοντα は中性複数対格で、主節の主語となる中性名詞 Ὁκόσα τῶν ἀλγημάτων を意味上の主語とする対格不定詞構文(または対格分詞構文)の形をとる。「痛みが化膿するであろうということを知るべきである」と解釈される。
  2. p.148ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου — 属格独立構文(Genitive Absolute)であり、時(〜である間に、〜のときに)を表す。「痰がまだ胆汁質である間に」の意味。
  3. p.150οὐ πλείονα χρόνον ζήσας, ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾿ ἂν ὁ ἄνθρωπος — 潜在(optative + ἄν)の帰結節であり、前の条件節 ἢν δὲ τὰ μέν...(希求法現在)に対応する。分詞 ζήσας(アオリスト分詞)は条件「もしこれだけ生きるなら」とも取れるが、ここでは結果・付帯状況として「14日を超えて生きることはなく(死ぬであろう)」と解釈するのが自然。
  4. p.152εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι — 希求法 φαίη を用いた条件節(もし彼が言うなら)。対格不定詞構文 βάρος γεγενῆσθαι(重苦しさが生じたこと)が φημί(言う)の目的語となっている。αὐτέῳ は与格で、存在または所有・関与を表す(彼において、彼に)。
  5. p.152κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν — 属格独立構文で、条件または時を表す。「健康な側の脇腹を下にして彼(患者)が横たわったときに」の意味。

この箇所を引用する

ヒポクラテス, 予後 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:15-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。