Humanitext Reader

ヒポクラテス · 古来の医術について §18-19

体液の刺激と病因およびその成熟と調和

8 / 11 箇所 · ギリシア語

要旨

著者は、鼻のカタルや眼の炎症、黄胆汁や酸性の体液による様々な疾患を例に挙げ、病因の本質が「冷熱」ではなく、体液の「鋭さ」や「不調和」にあり、その成熟と混合によって治癒がもたらされることを論証する。

§1818. Δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων·
18. これらのことがこのようにあることは、以下の兆候によって明らかである。
πρῶτον μέν ἐστι φανερώτατα ὧν πάντες ἔμπειροι πολλάκις ἤδη ἐσμέν τε καὶ ἐσόμεθα.
第一に、それらは我々すべてがすでに何度も経験しており、これからも経験するであろうものの中で最も明白なものである。
Τοῦτο μὲν, ὅσοισιν ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινέων, τοῦτο ὡς πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινέων καθ᾿ ἑκάστην ἡμέρην, καὶ οἰδέειν μὲν ποιέει τὴν ῥῖνα, καὶ ξυγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως·
例えば、我々のうちでカタルが生じ、鼻から分泌液が流れ出すとき、これは毎日鼻から出て流れる通常の分泌液よりもはるかに刺激が強く、鼻を腫れさせ、極度に熱く、火がつくように激しく焼く。
ἢν δὲ τὴν χεῖρα προσφέρῃς καὶ πλείω χρόνον παρέῃ, καὶ ἐξελκοῦται τὸ χωρίον, ἄσαρκόν τε καὶ σκληρὸν ἐόν.
もし手を当てたり、それがより長い時間そこに留まるならば、その場所は肉がそぎ落とされ硬くなって、ただれてしまう。
Παύεται δέ πως τό γε καῦμα ἐκ τῆς ῥινὸς, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ἔῃ·
しかし、鼻の灼熱感は、分泌液が流れて炎症があるときには収まらない。
ἀλλ᾿ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὸ ῥέῃ πέπον τε καὶ μεμιγμένον μᾶλλον τῷ πρότερον γινομένῳ, τότ᾿ ἤδη καὶ τὸ καῦμα πέπαυται·
むしろ、分泌液がより濃くなり、刺激が弱まり、成熟して、以前から生じていたものとより混ざり合って流れるとき、まさにそのとき、灼熱感も収まるのである。
ἀλλ᾿ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτέου μούνου γίνεται, μηδενὸς ἄλλου ξυμπαραγενομένου, πᾶσιν αὔτή ἡ ἀπαλλαγὴ, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδέεται.
これに対して、純粋に冷気そのものだけによって生じ、他の何ものも伴わない症状においては、すべての人においてその解消は、冷えから十分に温まることであり、灼熱から十分に冷えることである。 これらは急速に生じ、何の成熟も必要としない。
Τὰ δ᾿ ἄλλα πάντα ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας φημὶ ἔγωγε γίνεσθαι, τὸν αὐτὸν τρόπον ἀποκαθίσταται κρηθέντα καὶ πεφθέντα.
しかし、体液の刺激の強さと不調和によって生じると私が主張する他のすべての症状は、調和され成熟することによって、同じように回復するのである。
§1919. Ὅσα τ᾿ αὖ ἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων, ὡς ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα, κατεσθίει δὲ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν, ἐφ᾿ ὅ τι ἂν ἐπιρρυῇ, ῥήγνυσί τε καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν χιτῶνα.
19. また、目に転じる分泌液が、強力であらゆる種類の刺激性を伴う場合、眼瞼をただれさせ、ある人々の頬や目の下の部分(それが流れ落ちる場所)を侵食し、瞳の周囲の膜を裂き、侵食する。
Ὀδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι τινὸς, μέχρις ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα, καὶ λήμη ἀπ᾿ αὐτέων ἴῃ·
そして、分泌液が成熟してより濃くなり、そこから目やにが出るようになるまで、痛みと灼熱感、および極度の炎症がある時点まで持続する。
τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι, κρηθῆναί τε ἀλλήλοισι καὶ ξυνεψηθῆναι.
そして、成熟することは、互いに混合され、調和し、共に煮つめられることによって生じるのである。
Τοῦτο δ᾿, ὅσα ἐς τὴν φάρυγγα ἀφ᾿ ὧν βράγχοι γίνονται, κυνάγκαι, ἐρυσιπέλατα, περιπλευμονίαι, πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει·
また、喉へと向かうもの、それによって嗄声、咽頭炎、丹毒、肺炎が生じるが、これらはすべて、最初は塩辛く、水っぽく、刺激の強い分泌物を出す。
καὶ ἐν τοῖσι τουτέοισιν ἔρρωται τὰ νουσήματα.
そして、これらの中にこそ、病気の勢いがある。
Ὅταν δὲ παχύτερα καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότ᾿ ἤδη καὶ οἱ πυρετοὶ λύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον·
しかし、それらがより濃く、より成熟したものとなり、あらゆる刺激性から解放されるとき、そのとき初めて熱も引き、人間を苦しめる他のすべての症状も解消される。
Δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγέεσθαι, ὧν παρεόντων μὲν τοιοῦτον τρόπον ἀνάγκη γίνεσθαι, μεταβαλλόντων δὲ ἐς ἄλλην χρῆσιν παύεσθαι.
したがって、当然ながらこれらを各々の原因とみなすべきである。 それらが存在する間はこのような状態になることが避けられず、それらが他の調和された状態へ変化すると病いは止まるのだから。
Ὁκόσα οὖν ἀπὸ αὐτέης τῆς θερμῆς εἰλικρινέος ἢ ψύξιος γίνηται, καὶ μὴ μετέχῃ ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω παύοιτ᾿ ἂν, ὅταν μεταβάλλῃ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμὸν, καὶ ἐκ τοῦ θερμοῦ ἐς τό ψυχρόν·
それゆえ、純粋な熱それ自体、あるいは冷えそれ自体から生じ、他のいかなる力も分担していないものは、冷から熱へ、熱から冷へと変化するときに、そのようにして止まる。
μεταβάλλει δ᾿ ὅν μοι προείρηται τρόπον.
そして、それは私がすでに述べた方法で変化するのである。
Ἔτι τοίνυν τἄλλα ὅσα κακοπαθέει ἄνθρωπος, πάντα ἀπὸ δυνάμιων γίνεται.
さらに、人間が患う他のすべての苦痛も、諸々の力から生じる。
Τοῦτο μὲν, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν καλέομεν, οἷαι· ἄσαι καὶ καῦμα καὶ ἀδυναμίαι κατέχουσιν·
第一に、我々が黄胆汁と呼ぶ、ある種の苦みが分泌されるとき、いかに激しい不快感、灼熱、無気力が襲うことか。
ἀπαλλασσόμενοί τε τουτέου ἐνίοτε καὶ καθαιρόμενοι, ἢ αὐτόματοι, ἢ ὑπὸ φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτέων γένηται, φανερῶς καὶ τῶν πόνων καὶ τῆς θερμῆς ἀπαλλάσσονται·
そして、これ(黄胆汁)から解放され、時には自然に、あるいは薬によって、これらが適時に生じて排泄されるならば、明らかに苦痛からも熱からも解放される。
ὅσον δ᾿ οὖ χρόνον ταῦτα μετεώρα ἔῃ καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμίη οὔτε τῶν πόνων παύσασθαι οὔτε τῶν πυρετῶν.
しかし、これらが浮遊し、未成熟で、不調和である限り、苦痛が止まることも、熱が引くことも、決してあり得ない。
Καὶ οἷσι μὲν ὀξύτητες προσίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι, καὶ δήξιες σπλάγχνων καὶ θώρηκος, καὶ ἀπορίη· οὐ παύεται τουτέου πρότερον πρὶν ἢ ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ, καὶ μιχθῇ τοῖσιν ἄλλοισιν.
また、鋭く強烈で、緑青色のような酸が体内に留まるとき、それは狂気のような興奮、内臓や胸の刺すような痛み、そして混迷をもたらすが、これが排出され、静まり、他のものと混合されるまでは、決して止むことはない。
Πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαι καὶ παχύνεσθαι, ἐς χυμῶν εἶδος διὰ πολλῶν εἰδέων καὶ παντοίων·
そして、成熟すること、変化すること、薄くなること、濃くなることは、多くの多様な形態を経て、体液の形態へと向かう。
διὸ καὶ αἱ κρίσιες καὶ οἱ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τουτέοισι μέγα δύνανται.
それゆえ、これらの症状においては、危機や期日の数が大きな影響力を持つのである。
Πάντων δὴ τουτέων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν·
これらすべてのプロセスの中で、熱や冷が作用を受けることは最もあり得ない。
οὔτε γὰρ ἂν τοῦτό γε σαπῇ, οὔτε παχυνθῇ.
なぜなら、それ自体は成熟することも、濃くなることもないからである。
Τί δ᾿ ἂν αὐτὸ φαίημεν εἶναι;
では、我々はそれを何であると言うべきか。
Κρήσιας αὐτέων, ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν.
それらが互いに異なる力を有する、混合である。
Ἐπεὶ ἄλλῳ γε οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης ἢ τῷ ψυχρῷ, οὐδέ γε πάλιν τὸ ψυχρὸν ἢ τῷ θερμῷ.
なぜなら、熱いものは、冷たいもの以外の何と混ざり合ってもその熱さを失うことはなく、冷たいものもまた熱いもの以外では同様だからである。
Τὰ δ᾿ ἄλλά πάντα περὶ τὸν ἄνθρωπον, ὅσῳ ἂν πλέοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ βελτίονα.
これに対して、人間の身体に関する他のすべてのものは、より多くのものと混ざり合えば合うほど、それだけ穏やかになり、良好になる。
Πάντων δὲ ἄριστα διάκειται ὥνθρωπος, ὅταν πέσσηται καὶ ἐν ἡσυχίῃ ἔῃ, μηδεμίην δύναμιν ἰδίην ἀποδεικνύμενος.
そして、人間が最も良い状態にあるのは、体液が成熟し、静穏の中にあり、いかなる特定の力も単独で示さないときである。
Περὶ μὲν οὖν τουτέων ἱκανῶς μοι ἡγεῦμαι ἐπιδεδεῖχθαι.
したがって、これらのことについては、私としては十分に論証されたと考えている。

語釈・文法注

  1. p.614πρῶτον μέν ἐστι φανερώτατα ὧν... — 関係代名詞 `ὧν` の先行詞は、直前の文で示された「これらのことがこのようになっていること(δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει)」、すなわち、冷熱の力ではなく体液の性質が病気や治癒に関わっているという具体例・事象全体である。名詞の先行詞が省略されており、全体として「我々が経験するもののうちで最も明白なものが第一である」という構造を成す。
  2. p.614τό γε καῦμα ἐκ τῆς ῥινὸς, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται... — `οὐχ ὅταν... ἀλλ᾿ ἐπειδὰν` という時間的節の対比により、灼熱感(καῦμα)の消失期が定義される。ここでの `πέπον`(成熟した)と `μεμιγμένον`(混合された)は、ヒポクラテス医学における「ペプシス(成熟)」と「クラーシス(調和)」の基本概念を示しており、単なる冷熱による変化ではなく、体液自体の質的な変化が病気の寛解(治癒)に不可欠であることを構文上強調している。
  3. p.618Πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαι καὶ παχύνεσθαι, ἐς χυμῶν εἶδος... — 動詞不定詞 `Πέσσεσθαι`、`μεταβάλλειν`、`λεπτύνεσθαι`、`παχύνεσθαι` は名詞的に扱われ、一連のプロセスそのものを提示する絶対不定詞(主題提示の不定詞)として機能している。これらは体液が様々な形態(εἰδέων)を経て健康な「体液の形態(χυμῶν εἶδος)」へと向かう動的な変化を示している。
  4. p.620Πάντων δὴ τουτέων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν· — 非人称動詞 `προσήκει` に、与格 `θερμῷ ἢ ψυχρῷ`(熱または冷にとって)と、不定詞 `πάσχειν`(影響を受けること、変化を被ること)が係っている。これは、「熱や冷それ自体が、体液のように成熟したり濃くなったりする(πάσχειν)という変化を被ることは最もあり得ない(ἥκιστα προσήκει)」という意味を表す。

この箇所を引用する

ヒポクラテス, 古来の医術について §18-19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:18-19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。