Humanitext Reader

ヒポクラテス · 古来の医術について §16-17

熱と冷の限定的な影響と他の性質との結合

7 / 11 箇所 · ギリシア語

要旨

著者は、熱と冷が身体に及ぼす影響は最も小さく、それらは自動的に相殺し合うものであることを様々な具体例から論じ、重病における熱は単一の「熱」ではなく他の様々な有害な性質(苦、酸、塩など)が結合した結果であると説く。

§1616. Ψυχρότητα δ᾿ ἔγωγε καὶ θερμότητα πασέων ἥκιστα τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς προφάσιας·
16. しかし私は、あらゆる力の中で、冷と熱が身体において最も支配力を持たないと考えている。 それは以下のような理由による。
ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ αὐτέοισιν, ἅμα τὸ ψυχρόν τε καὶ θερμὸν ἔῃ, οὐ λυπέει·
すなわち、それらが互いに混合され、冷と熱が同時に存在している間は、それらは人を苦しめない。
κρῆσις γὰρ καὶ μετριότης τῷ μὲν ψυχρῷ γίνεται ἀπὸ τοῦ θερμοῦ, τῷ δὲ θερμῷ ἀπὸ τοῦ ψυχροῦ·
なぜなら、冷にとっては熱によって、熱にとっては冷によって、調和と節度がもたらされるからである。
ὅταν δὲ ἀποκριθείη χωρὶς ἑκάτερον, τότε λυπέει·
しかし、それぞれが別々に分離したとき、そのときに苦しめる。
ἐν δὲ δὴ τουτέῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ ταχέος πρῶτον δι᾿ αὐτὸ τοῦτο πάρεστι τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς βοηθείης οὐδὲ παρασκευῆς δεόμενον·
そしてまさにその際、冷が襲いかかって人間を何らかの形で苦しめるとき、まず第一に、まさにそのことのために、何の援助も準備も必要とせず、人間自身の中から熱が急速にその場に現れるのである。
καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι τοῖσιν ἀνθρώποισιν ἀπεργάζεται, καὶ ἐν κάμνουσιν.
そしてこのことは、健康な人々においても、病んでいる人々においても生じる。
Τοῦτο μὲν, εἴτις θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα, ἢ λουσάμενος ψυχρῷ, ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ, καὶ ἤν γε μὴ παντάπασι παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν σκέπην, μᾶλλον καὶ ἐπὶ πλέον θερμαίνεται τὸ σῶμα.
第一に、もし健康な人が冬に、冷水浴あるいは他の何らかの方法で身体を冷やそうとする場合、それをより多く行えば行うほど(ただし身体が完全に凍りつかない限り)、衣服を身につけて避難所に入ったとき、身体はよりいっそう、より大きく温まる。
Τοῦτο δὲ, εἰ θέλοι ἐκθερμανθῆναι στερεῶς ἢ λουτρῷ θερμῷ, ἢ πολλῷ πυρὶ, ἐκ δὲ τουτέου τὸ ωὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτέῳ χωρίῳ τὴν διατριβὴν ποιέεσθαι, ὥσπερ διεψυγμένος, πολὺ φανεῖται καὶ ψυχρότερος καὶ ἄλλως φρικαλεώτερος.
第二に、もし温泉や多量の火によって身体を十分に温めようとし、その後で、冷やされたときと同様に同じ衣服をまとい同じ場所で過ごそうとするなら、はるかに冷たく、また別の意味で寒気がするように感じられるであろう。
Εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψύχος ἐκ τοιούτου ἂν τρόπου, διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ τὸ πνῖγος ἢ τῷ μηδὲν τουτέων ποιέοντι.
もし誰かが蒸し暑さのためにあおがれ、そのような方法によって自分自身に冷気をもたらしていたとして、この行為を止めるならば、その暑さと蒸し暑さは、これらのことを何もしていない人の十倍になるであろう。
Τὰ δὲ δὴ καὶ πουλὺ μείζω, ὅσοι ἂν διὰ χιόνος ἢ ἄλλης ψύξιος βαδίσαντες ῥιγώσωσι διαφερόντως πόδας, ἢ χεῖρας, ἢ κεφαλὴν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν περισταλέωσί τε καὶ ἐν ἀλέῃ γένωνται, ὑπὸ καύματος καὶ κνησμοῦ·
また、はるかに大きい例としては、雪やその他の冷気の中を歩いて、足や手、あるいは頭を著しく冷やした人々が、夜になって身を包み、暖かさの中に身を置くときに、灼熱感と痒みによってどのような苦痛を経験するかということである。
καὶ ἔστιν οἷσι φλυκταῖναι ἀνίστανται ὡς ἀπὸ πυρὸς κατακεκαυμένοισι·
人によっては、火で焼かれたかのように水疱が立ち上ることもある。
καὶ οὐ πρότερον τοῦτο πάσχουσιν πρὶν ἢ θερμανθῶσιν.
そして、彼らが温められるまでは、このような苦痛を経験することはない。
Οὕτως ἑτοίμως ἑκάτερον αὐτέων ἐπὶ θάτερα παραγίνεται.
このように、それらの各々は容易に他方へと移行する。
Μυρία δ᾿ ἂν καὶ ἔτερα ἔχοιμι εἰπεῖν.
他にも無数の例を挙げることができるであろう。
Τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχ οἷσιν ἂν ῥῖγος γένηται, τουτέοισιν ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει;
病人の場合についてはどうだろうか。 悪寒が生じた人々においてこそ、最も激しい熱が燃え上がるのではないか。
καὶ οὐχ οὕτως ἰσχυρῶς, ἀλλὰ καὶ παυόμενος, δι᾿ ὀλίγου, καὶ ἄλλως τὰ πολλὰ ἀσινής·
しかもそれほど強力にではなく、むしろ収まりやすく、短時間で、他の点でも大抵は無害である。
καὶ ὅσον ἂν χρόνον παρέῃ, διάθερμος, καὶ διεξιὼν διὰ παντὸς, τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ ἡ ψύξις νεηνικωτάτη καὶ ἐπὶ πλέον ἐχρόνισεν·
そして熱が持続している間、身体は完全に熱くなり、全身に行き渡り、最後には最も悪寒と冷気が激しく、かつ長く持続した足元へと至るのである。
πάλιν δὲ ὅταν ἱδρώσῃ καὶ ἀπαλλαγῇ ὁ πυρετὸς, πολὺ μᾶλλον ἔψυξεν ἢ εἰ μὴ ἔλαβε τὴν ἀρχήν.
さらに、再び汗をかいて熱が引くとき、熱がそもそも出なかったときよりもはるかに冷えるのである。
ᾯ οὖν διαταχέος οὕτω παραγίνεται τὸ ἐναντιώτατόν τε καὶ ἀφελόμενον τὴν δύναμιν ἀπὸ ταυτομάτου, τί ἂν ἀπὸ τουτέου μέγα ἢ δεινὸν γένοιτο;
このように、最も対立するものが、自動的にその力を奪い去りながら、これほど急速に現れるのだから、このことから何か重大な、あるいは恐るべきことが生じ得るだろうか。
ἢ τίνος δεῖ πολλῆς ἐπὶ τουτέῳ βοηθείης;
あるいは、これに対して何か多大な援助が必要だろうか。
§1717. Εἴποι ἄν τις, ἀλλ᾿ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπλευμονίῃσι καὶ ἄλλοισιν ἰσχυροῖσι νουσήμασιν οὐ ταχέως ἐκ τῆς θερμῆς ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν.
17. 誰かが言うかもしれない、「しかし、稽留熱や肺炎、その他の強力な病気で熱を出している人々は、熱から急速には回復しないし、そこではもはや熱や冷は存在しない」と。
Ἐγὼ δὲ τοῦτό μοι μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλ᾿ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτὸ, καὶ θερμὸν καὶ ὀξὺ, καὶ ἁλμυρὸν καὶ θερμὸν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυνάμιων ἑτέρων.
しかし私は、これこそが、人間が単に熱のせいで熱病にかかるのではないこと、また熱だけが害悪の唯一の原因ではないことの最大の証拠であると考える。 むしろ、同じものが苦くて熱く、また熱くて酸っぱく、塩辛くて熱く、その他無数であり、逆に冷たいものもまた別の諸力とともにあるのである。
Τὰ μὲν οὖν λυμαινόμενα ταῦτά ἐστι·
したがって、害を与えるのはこれらである。
ξυμπάρεστι δὲ καὶ τὸ θερμὸν, ῥώμης μετέχον, ὡς ἂν τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξανόμενον ἅμα κείνῳ, δύναμιν δὲ οὐδεμίην πλείω τῆς προσηκούσης.
そして熱もまた、それに付随して、それとともに主導し、刺激し、成長させる勢いを持ちながら存在しているが、それにふさわしい力以上のいかなる力も持っていないのである。

語釈・文法注

  1. §16ὃν μὲν ἂν δήπου χρόνον — 先行詞である χρόνον が関係節に取り込まれた(incorporation)構造。関係代名詞 ὃν が形容詞的に χρόνον にかかり、「〜する間ずっと」という期間を表す対格(time-duration accusative)として機能している。条件小辞 ἂν と接続法 ἔῃ を伴い、一般的条件を表す時間節を形成する。
  2. §16Τοῦτο μὲν... Τοῦτο δὲ... — 指示代名詞の中性単数対格 τοῦτο が副詞的に機能し、接辞 μὲν と δὲ に呼応して「第一に…、第二に…(一方では…、他方では…)」という論理的な対比関係を明示する構文。ここでは健康な人間における冷熱の反転現象を示す2つの具体例を導入する役割を担っている。
  3. §16ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ — 関係与格 ὅσῳ が比例関係(「〜すればするほど」)を表し、主節の比較級 μᾶλλον καὶ ἐπὶ πλέον(「ますます、よりいっそう」)と相関する。αὐτὸ は先行する「身体を冷やす行為(διαψῦξαι τὸ σῶμα)」を指す代名詞の中性単数対格であり、ποιήσῃ の直接目的語である。
  4. §17ὡς ἂν τὸ ἡγεύμενον — 接続詞 ὡς に潜在・可能性を意味する小辞 ἂν と、名詞化された分詞(τὸ ἡγεύμενον, παροξυνόμενον, αὐξανόμενον)が続く構文。「主導し、刺激し、増幅する役割を果たし得るものとして」という、熱が病因において果たす副次的・付随的な役割を比喩的に限定する機能を持つ。

この箇所を引用する

ヒポクラテス, 古来の医術について §16-17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:16-17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。