§1818. Δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων·
18. 这些事情之所以如此,从以下迹象中显而易见。
πρῶτον μέν ἐστι φανερώτατα ὧν πάντες ἔμπειροι πολλάκις ἤδη ἐσμέν τε καὶ ἐσόμεθα.
首先,这是我们所有人已经多次经历过且将来还会经历的最明显的事情。
Τοῦτο μὲν, ὅσοισιν ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινέων, τοῦτο ὡς πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινέων καθ᾿ ἑκάστην ἡμέρην, καὶ οἰδέειν μὲν ποιέει τὴν ῥῖνα, καὶ ξυγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως·
例如,当我们中有人患上感冒,分泌物开始从鼻腔流出时,这种分泌物比每天从鼻腔产生并流出的日常分泌物要辛辣得多,它使鼻子肿胀,并使其极度灼热和发炎。
ἢν δὲ τὴν χεῖρα προσφέρῃς καὶ πλείω χρόνον παρέῃ, καὶ ἐξελκοῦται τὸ χωρίον, ἄσαρκόν τε καὶ σκληρὸν ἐόν.
如果用手去摸,且它在鼻腔停留较长时间,该部位甚至会因失去血肉、变得坚硬而溃烂。
Παύεται δέ πως τό γε καῦμα ἐκ τῆς ῥινὸς, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ἔῃ· ἀλλ᾿ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὸ ῥέῃ πέπον τε καὶ μεμιγμένον μᾶλλον τῷ πρότερον γινομένῳ, τότ᾿ ἤδη καὶ τὸ καῦμα πέπαυται·
然而,鼻腔的灼热感并不会在分泌物流出、炎症存在时停止;相反,当分泌物变得更浓、辛辣度降低,并得到成熟、与先前产生的分泌物更好地混合而流出时,那时灼热感才会停止。
ἀλλ᾿ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτέου μούνου γίνεται, μηδενὸς ἄλλου ξυμπαραγενομένου, πᾶσιν αὔτή ἡ ἀπαλλαγὴ, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδέεται.
然而,对于那些明显仅因寒冷本身、无其他因素伴随而产生症状的人来说,所有人的解脱方法都是从寒冷中充分温暖过来,从灼热中充分冷却下来,这些变化迅速发生,不需要任何成熟过程。
Τὰ δ᾿ ἄλλα πάντα ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας φημὶ ἔγωγε γίνεσθαι, τὸν αὐτὸν τρόπον ἀποκαθίσταται κρηθέντα καὶ πεφθέντα.
但我所主张的、由于体液的辛辣和不调和而产生的所有其他症状,都以同样的方式,通过混合和成熟而得以恢复。
§1919. Ὅσα τ᾿ αὖ ἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων, ὡς ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα, κατεσθίει δὲ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν, ἐφ᾿ ὅ τι ἂν ἐπιρρυῇ, ῥήγνυσί τε καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν χιτῶνα.
19. 此外,凡是转向眼睛的分泌物,由于具有强烈且各种各样的辛辣性,会使眼睑溃烂,并侵蚀某些人的脸颊和眼下的部位(凡是它流经的地方),还会破裂并侵蚀眼球周围的膜。
Ὀδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι τινὸς, μέχρις ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα, καὶ λήμη ἀπ᾿ αὐτέων ἴῃ· τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι, κρηθῆναί τε ἀλλήλοισι καὶ ξυνεψηθῆναι.
痛苦、灼热和极度的炎症会持续一段时间,直到分泌物成熟并变浓,并且眼屎从中流出;而成熟是通过彼此混合、调和以及共同煎熬而实现的。
Τοῦτο δ᾿, ὅσα ἐς τὴν φάρυγγα ἀφ᾿ ὧν βράγχοι γίνονται, κυνάγκαι, ἐρυσιπέλατα, περιπλευμονίαι, πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει· καὶ ἐν τοῖσι τουτέοισιν ἔρρωται τὰ νουσήματα.
同样,凡是流向咽喉的物质,由此引起声音嘶哑、咽喉炎、丹毒、肺炎,起初都会排出咸、稀且辛辣的物质;在这些物质中,疾病表现得十分猖獗。
Ὅταν δὲ παχύτερα καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότ᾿ ἤδη καὶ οἱ πυρετοὶ λύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον·
但当它们变得更浓、更成熟且免除了一切辛辣时,那时热症才得以消除,其他折磨人类的痛苦也随之消失。
Δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγέεσθαι, ὧν παρεόντων μὲν τοιοῦτον τρόπον ἀνάγκη γίνεσθαι, μεταβαλλόντων δὲ ἐς ἄλλην χρῆσιν παύεσθαι.
因此,我们当然应该将这些视为各病症的原因:当它们以这种方式存在时,病症必然发生,而当它们转化为另一种调和状态时,疾病就会停止。
Ὁκόσα οὖν ἀπὸ αὐτέης τῆς θερμῆς εἰλικρινέος ἢ ψύξιος γίνηται, καὶ μὴ μετέχῃ ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω παύοιτ᾿ ἂν, ὅταν μεταβάλλῃ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμὸν, καὶ ἐκ τοῦ θερμοῦ ἐς τό ψυχρόν· μεταβάλλει δ᾿ ὅν μοι προείρηται τρόπον.
所以,凡是由纯粹的温热本身或寒冷本身引起、而不分担任何其他力量的病症,就会在从冷变热、从热变冷时以此种方式停止;而且它们以我先前所述的方式发生转化。
Ἔτι τοίνυν τἄλλα ὅσα κακοπαθέει ἄνθρωπος, πάντα ἀπὸ δυνάμιων γίνεται.
此外,人类所遭受的所有其他痛苦,都是由各种力量引起的。
Τοῦτο μὲν, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν καλέομεν, οἷαι· ἄσαι καὶ καῦμα καὶ ἀδυναμίαι κατέχουσιν·
第一,当某种苦味物质分泌出来时——也就是我们所说的黄胆汁——会带来怎样的难受、灼热和无力!
ἀπαλλασσόμενοί τε τουτέου ἐνίοτε καὶ καθαιρόμενοι, ἢ αὐτόματοι, ἢ ὑπὸ φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτέων γένηται, φανερῶς καὶ τῶν πόνων καὶ τῆς θερμῆς ἀπαλλάσσονται·
而当人们摆脱了它,有时是自动排泄,有时是通过药物,只要这些排泄是在适当时机发生的,他们就能明显地摆脱痛苦和热症。
ὅσον δ᾿ οὖ χρόνον ταῦτα μετεώρα ἔῃ καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμίη οὔτε τῶν πόνων παύσασθαι οὔτε τῶν πυρετῶν.
但是,只要这些物质仍然浮游、未熟且不调和,就没有任何办法能停止痛苦或热症。
Καὶ οἷσι μὲν ὀξύτητες προσίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι, καὶ δήξιες σπλάγχνων καὶ θώρηκος, καὶ ἀπορίη· οὐ παύεται τουτέου πρότερον πρὶν ἢ ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ, καὶ μιχθῇ τοῖσιν ἄλλοισιν.
而对于那些体内留有辛辣且呈绿青色的酸性物质的人,这些物质会引起狂乱、内脏和胸腔的刺痛以及迷惘;在这些物质被清除、平息并与其他物质混合之前,这些症状绝不会停止。
Πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαι καὶ παχύνεσθαι, ἐς χυμῶν εἶδος διὰ πολλῶν εἰδέων καὶ παντοίων· διὸ καὶ αἱ κρίσιες καὶ οἱ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τουτέοισι μέγα δύνανται.
成熟、转化、变稀和变浓,通过多种多样的形式向体液的形态转化;因此,在这些情况下,危机和日期的数量具有巨大的支配力。
Πάντων δὴ τουτέων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν· οὔτε γὰρ ἂν τοῦτό γε σαπῇ, οὔτε παχυνθῇ.
在所有这些过程中,最不可能发生变化的是热或冷本身;因为这既不会腐烂,也不会变浓。
Τί δ᾿ ἂν αὐτὸ φαίημεν εἶναι;
那么,我们应该说它是什么呢?
Κρήσιας αὐτέων, ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν.
是它们的混合,彼此之间具有不同的力量。
Ἐπεὶ ἄλλῳ γε οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης ἢ τῷ ψυχρῷ, οὐδέ γε πάλιν τὸ ψυχρὸν ἢ τῷ θερμῷ.
因为,除非与冷混合,否则热不会失去其热力;反之,除非与热混合,否则冷也不会失去其冷力。
Τὰ δ᾿ ἄλλά πάντα περὶ τὸν ἄνθρωπον, ὅσῳ ἂν πλέοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ βελτίονα.
但与人类相关的其他所有事物,混合的成分越多,就越温和、越好。
Πάντων δὲ ἄριστα διάκειται ὥνθρωπος, ὅταν πέσσηται καὶ ἐν ἡσυχίῃ ἔῃ, μηδεμίην δύναμιν ἰδίην ἀποδεικνύμενος.
而当人类(体液)成熟、处于平静状态、不表现出任何单一的特有力量时,人类的状况是最好的。
Περὶ μὲν οὖν τουτέων ἱκανῶς μοι ἡγεῦμαι ἐπιδεδεῖχθαι.
因此,关于这些事情,我认为我已经作了充分的证明。