§845ὧδε μὲν Ρωμαῖοι διέθεντο τὰ δορίκτητα, Ἀντιόχου δʼ ὕστερον τοῦ μεγάλου βασιλέως τελευτήσαντος γίγνεται Σέλευκος ὁ υἱὸς διάδοχος·
このようにしてローマ人は武力で獲得した地を処理した。 その後、大王アンティオコスが死去すると、その息子セレウコスが後継者となった。
καὶ τὸν ἀδελφὸν ὅδε Ἀντίοχον ἐξέλυσε τῆς ὑπὸ Ῥωμαίοις ὁμηρείας, ἀντιδοὺς τὸν ἑαυτοῦ παῖδα Δημήτριον.
そして彼は、自身の息子デメトリオスを代わりに送ることで、弟アンティオコスをローマ人のもとでの人質から解放した。
Ἀντιόχου δʼ ἐπανιόντος ἐκ τῆς ὁμηρείας καὶ ὄντος ἔτι περὶ Ἀθήνας, ὁ μὲν Σέλευκος ἐξ ἐπιβουλῆς Ἡλιοδώρου τινὸς τῶν περὶ τὴν αὐλὴν ἀποθνήσκει, τὸν δʼ Ἡλιόδωρον Εὐμένης καὶ Ἄτταλος ἐς τὴν ἀρχὴν βιαζόμενον ἐκβάλλουσι, καὶ τὸν Ἀντίοχον ἐς αὐτὴν κατάγουσιν, ἑταιριζόμενοι τὸν ἄνδρα·
アンティオコスが人質から帰還する途中でまだアテナイの周辺にいたとき、セレウコスは宮廷の側近の一人であるヘリオドロスの陰謀によって死亡した。 エウメネスとアッタロスは、権力を奪おうと力ずくで迫っていたヘリオドロスを追い出し、アンティオコスをそれ(王位)に就かせた。 彼らはこの男と友好関係を築こうとしたのである。
ἀπὸ γὰρ τινῶν προσκρουμάτων ἤδη καὶ οἵδε Ῥωμαίους ὑπεβλέποντο.
というのも、ある種の衝突から、彼らもすでにローマ人を疑いの目で見るようになっていたからである。
οὕτω μὲν Ἀντίοχος ὁ Αντιόχου τοῦ μεγάλου Συρίας ἐπεκράτησεν·
このようにして、大アンティオコスの息子アンティオコスがシリアを支配した。
ὅτῳ παρὰ τῶν Σύρων ἐπώνυμον ἦν ἐπιφανής, ὅτι τῆς ἀρχῆς ἁρπαζομένης ὑπὸ ἀλλοτρίων βασιλεὺς οἰκεῖος ὤφθη.
彼はシリア人から「エピファネス(顕現者)」という二つ名を与えられたが、それは王位がよそ者によって奪われようとしていたときに、正当な王が現れたからであった。
συνθέμενος δὲ φιλίαν καὶ συμμαχίαν Εὐμένει, Συρίας καὶ τῶν περὶ αὐτὴν ἐθνῶν ἐγκρατῶς ἦρχε, σατράπην μὲν ἔχων ἐν Βαβυλῶνι Τίμαρχον, ἐπὶ δὲ ταῖς προσόδοις Ἡρακλείδην, ἀδελφὼ μὲν ἀλλήλοιν, ἄμφω δὲ αὐτοῦ γενομένω παιδικά.
彼はエウメネスと友好および同盟関係を結び、シリアとその周辺の諸民族を強固に支配した。 バビロンにはティマルコスをサトラップとして置き、国家財政にはヘラクレイデスを置いた。 この二人は互いに兄弟であり、ともに彼の愛童であった。
ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀρταξίαν τὸν Ἀρμενίων βασιλέα.
彼はまた、アルメニアの王アルタクシアスに対しても遠征を行った。
§846καὶ αὐτὸν ἑλὼν ἐτελεύτησεν, ἐνναετὲς παιδίον ἀπολιπών, Ἀντίοχον, ᾧ προσέθηκαν ὄνομα εὐπάτωρ οἱ Σύροι διὰ τὴν τοῦ πατρὸς ἀρετήν.
そして彼を捕らえた後に急逝し、9歳の子、アンティオコスを残した。 シリア人は父親の徳ゆえに、この子に「ウパトル(善き父を持つ者)」という名前を付けた。
καὶ τὸ παιδίον ἔτρεφε Λυσίας.
そして、その子供をリュシアスが養育した。
ἡ δὲ σύγκλητος ἥσθη φανέντος ἐν ὀλίγῳ τοῦ Ἀντιόχου γεννικοῦ καὶ ταχέως ἀποθανόντος.
元老院は、アンティオコスが短い間に有能な男として現れ、すぐに死んだことを喜んだ。
Δημήτριόν τε τὸν Σελεύκου μὲν υἱὸν Ἀντιόχου δὲ τοῦ ἐπιφανοῦς ἀδελφιδοῦν, υἱωνὸν δὲ τοῦ μεγάλου Ἀντιόχου, ἀνεψιὸν ὄντα τῷδε τῷ παιδίῳ, ὁμηρεύοντα ἔτι ἐν Ῥώμῃ καὶ ἔτος ἄγοντα τρίτον ἐπὶ τοῖς εἴκοσιν, ἐς τὴν βασιλείαν καταχθῆναι παρακαλοῦντα ὡς αὑτῷ μᾶλλον προσήκουσαν, οὐ κατῆγον, οὐ συμφέρειν σφίσιν ἡγούμενοι τελειότερον ἄρχειν Σύρων ἀντὶ παιδὸς ἀτελοῦς.
そして、セレウコスの息子であり、エピファネス・アンティオコスの甥、大アンティオコスの孫であり、この子供にとっては従兄にあたるデメトリオス(彼はまだローマで人質生活を送っており、23歳であった)が、王位はむしろ自分にふさわしいものとして王位への帰還を求めたものの、彼らは帰還を認めなかった。 未成年の子供の代わりに、より成熟した大人がシリア人を支配することは、自分たちにとって不利益であると考えたからである。
πυνθανόμενοι δʼ ἐν Συρίᾳ στρατόν τʼ ἐλεφάντων εἶναι καὶ ναῦς πλείονας τῶν ὡρισμένων Ἀντιόχῳ, πρέσβεις ἔπεμπον, οἳ τοὺς ἐλέφαντας συγκόψειν ἔμελλον καὶ τὰς ναῦς διαπρήσειν.
しかし、シリアに象の軍隊があり、またアンティオコスに対して定められた数を超える船があることを知ると、彼らはその象たちを斬り殺し、船を焼き払わせるために使節を派遣した。
οἰκτρὰ δὲ ἡ ὄψις ἦν ἀναιρουμένων θηρίων ἡμέρων τε καὶ σπανίων, καὶ νεῶν ἐμπιπραμένων·
おとなしく希少な獣たちが殺され、船が燃え盛る光景は悲惨なものであった。
καί τις ἐν Λαοδικείᾳ Λεπτίνης τὴν ὄψιν οὐκ ἐνεγκών, Γναῖον Ὀκτάουιον τὸν τῶνδε τῶν πρέσβεων ἡγεμόνα, ἀλειφόμενον ἐν τῷ γυμνασίῳ, διεχρήσατο.
そしてラオディケイアにいたレプティネスという男が、その光景に耐えかねて、これらの使節の指導者であったグナエウス・オクタウィウスがギムナシウム(体育場)で体に油を塗っているところを殺害した。
καὶ τὸν μὲν Ὀκτάουιον ἔθαπτεν ὁ Λυσίας,
リュシアスはオクタウィウスを埋葬した。
§847Δημήτριος δὲ αὖθις ἐς τὴν σύγκλητον ἐσελθὼν ἐδεῖτο τῆς γοῦν ὁμηρείας μόνης ἀπολυθῆναι, ὡς Ἀντιόχου μὲν ἀντιδοθείς, Ἀντιόχου δʼ ἀποθανόντος.
一方、デメトリオスは再び元老院に入り、アンティオコスの代わりに人質に出されたが、そのアンティオコスが死亡したのだから、せめて人質の身分だけでも解除してほしいと懇願した。
ἐπεὶ δʼ οὐκ ἐτύγχανεν οὐδὲ τοῦδε, λαθὼν ἐξέπλευσε, καὶ δεξαμένων αὐτὸν ἀσμένως τῶν Σύρων ἦρχε, τόν τε Λυσίαν καὶ τὸ παιδίον ἐπʼ αὐτῷ διαφθείρας, καὶ Ἡρακλείδην ἐκβαλών, καὶ Τίμαρχον ἐπανιστάμενον ἀνελών, καὶ τἆλλα πονηρῶς τῆς Βαβυλῶνος ἡγούμενον·
しかし、このことさえも聞き入れられなかったため、彼は密かに船で脱出し、シリア人が喜んで彼を迎え入れたため、支配を始めた。 そして、リュシアスと、その後に続いた子供を殺害し、ヘラクレイデスを追放し、反乱を起こしバビロンを他の点でも悪政で支配していたティマルコスを殺した。
ἐφʼ ᾧ καὶ σωτήρ, ἀρξαμένων τῶν Βαβυλωνίων, ὠνομάσθη.
このことによって、バビロン人が最初に呼び始めて、彼は「ソテル(救済者)」と名付けられた。
κρατυνάμενος δὲ τὴν ἀρχὴν ὁ Δημήτριος στέφανόν τε Ῥωμαίοις ἀπὸ χρυσῶν μυρίων, χαριστήριον τῆς ποτὲ παρʼ αὐτοῖς ὁμηρείας, καὶ Λεπτίνην τὸν ἀνδροφόνον Ὀκταουίου.
支配を確固たるものにすると、デメトリオスはローマ人に対して、かつて彼らのもとで人質であったことへの感謝の印として1万金貨の冠と、オクタウィウスの殺人者であるレプティネスを送った。
οἱ δὲ τὸν μὲν στέφανον ἐδέχοντο, Λεπτίνην δὲ οὐκ ἔλαβον, ὡς δή τι τοῦτʼ ἔγκλημα τοῖς Σύροις ταμιευόμενοι.
彼らは冠は受け取ったが、レプティネスは受け取らなかった。 これは、シリア人に対する告発の口実を温存しておくためであった。
Δημήτριος δὲ καὶ ἐκ τῆς Καππαδοκῶν ἀρχῆς Ἀριαράθην ἐκβαλών, Ὀλοφέρνην ἐπὶ χιλίοις ταλάντοις ἀντʼ αὐτοῦ κατήγαγεν, ἀδελφὸν εἶναι δοκοῦντα Ἀριαράθου.
デメトリオスはまた、カッパドキアの支配からアリアラテスを追放し、その代わりにアリアラテスの兄弟とされるホロフェルネスを1000タラントンと引き換えに就かせた。
καὶ Ῥωμαίοις ἐδόκει μέν, ὡς ἀδελφούς, Ἀριαράθην καὶ Ὀλοφέρνην βασιλεύειν ὁμοῦ.
そしてローマ人は、彼らが兄弟であるとして、アリアラテスとホロフェルネスが共同で統治することを決定した。
§848ἐκπεσόντων δὲ καὶ τῶνδε καὶ Ἀριοβαρζάνου μετʼ αὐτοὺς οὐ πολὺ ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Ποντικοῦ βασιλέως, ὁ Μιθριδάτειος πόλεμος ἐπὶ τῷδε καὶ ἐφʼ ἑτέροις ἤρξατο συνίστασθαι, μέγιστός τε καὶ πολυτροπώτατος ἔθνεσι πολλοῖς γενόμενος, καὶ παρατείνας ἐς ἔτη μάλιστα τεσσαράκοντα, ἐν οἷς πολλαὶ μὲν ἀρχαὶ Σύροις ἐκ τοῦ βασιλείου γένους ὀλιγοχρόνιοι πάμπαν ἐγένοντο, πολλαὶ δὲ τροπαὶ καὶ ἐπαναστάσεις ἐπὶ τὰ βασίλεια.
しかし、彼らも、そして彼らの後にアリオバルザネスも、それから間もなくポントスの王ミトリダテスによって追放されると、このことや他の様々な原因によってミトリダテス戦争が勃発し始めた。 これは多くの民族にとって最大かつ最も変化に富んだ戦争となり、およそ40年間にわたって継続した。 その期間に、シリアでは王家出身の者たちによる極めて短命な支配が数多く生じ、王権をめぐる多くの政変や反乱が起きた。
Παρθυαῖοί τε προαποστάντες ἀπὸ τῆς τῶν Σελευκιδῶν ἀρχῆς Μεσοποταμίαν ἐς ἑαυτοὺς περιέσπασαν, ἣ τοῖς Σελευκίδαις ὑπήκουεν.
また、パルティア人はすでにセレウコス朝の支配から離反しており、それまでセレウコス朝に従属していたメソポタミアを自らの手中に収めた。
καὶ βασιλεὺς Ἀρμενίας Τιγράνης ὁ Τιγράνους ἔθνη πολλὰ τῶν περιοίκων ἰδίοις δυνάσταις χρώμενα ἑλών, βασιλεὺς ἀπὸ τοῦδε βασιλέων ἡγεῖτο εἶναι, καὶ τοῖς Σελευκίδαις ἐπεστράτευεν οὐκ ἐθέλουσιν ὑπακούειν.
そして、アルメニアの王であり、ティグラネスの息子であるティグラネスは、独自の支配者を持っていた周辺の多くの民族を征服し、このことによって自らを「王の王」と見なすようになり、服従しようとしないセレウコス朝に対しても遠征を行った。
οὐχ ὑποστάντος δʼ αὐτὸν Ἀντιόχου τοῦ εὐσεβοῦς, ὁ Τιγράνης ἦρχε Συρίας τῆς μετʼ Εὐφράτην, ὅσα γένη Σύρων μέχρι Αἰγύπτου.
敬虔王アンティオコスが彼に抵抗しなかったため、ティグラネスはユーフラテス川のこちら側のシリア、すなわちエジプトに至るまでのすべてのシリア人諸民族を支配した。
ἦρχε δὲ ὁμοῦ καὶ Κιλικίας (καὶ γὰρ ἥδε τοῖς Σελευκίδαις ὑπήκουε), Μαγαδάτην στρατηγὸν ἐπιτάξας ἅπασιν, ἐπὶ ἔτη τεσσαρεσκαίδεκα.
彼はまた同時にキリキア(これもセレウコス朝に従属していた)をも支配し、マガダテスをすべての地の将軍に任命して、14年間にわたって統治した。