§845ὧδε μὲν Ρωμαῖοι διέθεντο τὰ δορίκτητα, Ἀντιόχου δʼ ὕστερον τοῦ μεγάλου βασιλέως τελευτήσαντος γίγνεται Σέλευκος ὁ υἱὸς διάδοχος·
罗马人就这样处置了他们用武力夺得的土地。 后来,在大王安条克去世后,其子塞琉古成为继承人。
καὶ τὸν ἀδελφὸν ὅδε Ἀντίοχον ἐξέλυσε τῆς ὑπὸ Ῥωμαίοις ὁμηρείας, ἀντιδοὺς τὸν ἑαυτοῦ παῖδα Δημήτριον.
他通过用自己的儿子德米特里作为交换,免除了他的弟弟安条克在罗马人那里的质子身份。
Ἀντιόχου δʼ ἐπανιόντος ἐκ τῆς ὁμηρείας καὶ ὄντος ἔτι περὶ Ἀθήνας, ὁ μὲν Σέλευκος ἐξ ἐπιβουλῆς Ἡλιοδώρου τινὸς τῶν περὶ τὴν αὐλὴν ἀποθνήσκει, τὸν δʼ Ἡλιόδωρον Εὐμένης καὶ Ἄτταλος ἐς τὴν ἀρχὴν βιαζόμενον ἐκβάλλουσι, καὶ τὸν Ἀντίοχον ἐς αὐτὴν κατάγουσιν, ἑταιριζόμενοι τὸν ἄνδρα· ἀπὸ γὰρ τινῶν προσκρουμάτων ἤδη καὶ οἵδε Ῥωμαίους ὑπεβλέποντο.
当安条克结束质子生活正在返回、尚在雅典一带时,塞琉古因朝臣之一赫利奥多罗斯的阴谋而死。 欧墨尼斯和阿塔罗斯将企图强行夺取王位的赫利奥多罗斯驱逐,并将安条克扶上王位,以此与他结盟;因为由于某些冲突,他们此时也已经对罗马人抱有戒心。
οὕτω μὲν Ἀντίοχος ὁ Αντιόχου τοῦ μεγάλου Συρίας ἐπεκράτησεν· ὅτῳ παρὰ τῶν Σύρων ἐπώνυμον ἦν ἐπιφανής, ὅτι τῆς ἀρχῆς ἁρπαζομένης ὑπὸ ἀλλοτρίων βασιλεὺς οἰκεῖος ὤφθη.
就这样,大安条克之子安条克掌握了叙利亚的统治权;叙利亚人给他起绰号为“伊皮法尼”,因为当王位被外人篡夺时,他作为本土的合法君主出现了。
συνθέμενος δὲ φιλίαν καὶ συμμαχίαν Εὐμένει, Συρίας καὶ τῶν περὶ αὐτὴν ἐθνῶν ἐγκρατῶς ἦρχε, σατράπην μὲν ἔχων ἐν Βαβυλῶνι Τίμαρχον, ἐπὶ δὲ ταῖς προσόδοις Ἡρακλείδην, ἀδελφὼ μὲν ἀλλήλοιν, ἄμφω δὲ αὐτοῦ γενομένω παιδικά.
他与欧墨尼斯结定友好同盟,牢固地统治了叙利亚及其周边的各族人民,他在巴比伦任命提马科斯为总督,并任命赫拉克莱德主管财政收入,这两人是亲兄弟,且都是他的宠臣。
ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀρταξίαν τὸν Ἀρμενίων βασιλέα.
他还对亚美尼亚国王阿尔塔克西阿斯发动了远征。
§846καὶ αὐτὸν ἑλὼν ἐτελεύτησεν, ἐνναετὲς παιδίον ἀπολιπών, Ἀντίοχον, ᾧ προσέθηκαν ὄνομα εὐπάτωρ οἱ Σύροι διὰ τὴν τοῦ πατρὸς ἀρετήν.
他在俘获他之后便去世了,留下了一个九岁的孩子安条克,叙利亚人因其父亲的德行而给这个孩子加封了“欧帕托尔”的称号。
καὶ τὸ παιδίον ἔτρεφε Λυσίας.
由吕西亚斯抚养这个孩子。
ἡ δὲ σύγκλητος ἥσθη φανέντος ἐν ὀλίγῳ τοῦ Ἀντιόχου γεννικοῦ καὶ ταχέως ἀποθανόντος.
元老院对安条克展现出高贵品质不久便迅速死去感到高兴。
Δημήτριόν τε τὸν Σελεύκου μὲν υἱὸν Ἀντιόχου δὲ τοῦ ἐπιφανοῦς ἀδελφιδοῦν, υἱωνὸν δὲ τοῦ μεγάλου Ἀντιόχου, ἀνεψιὸν ὄντα τῷδε τῷ παιδίῳ, ὁμηρεύοντα ἔτι ἐν Ῥώμῃ καὶ ἔτος ἄγοντα τρίτον ἐπὶ τοῖς εἴκοσιν, ἐς τὴν βασιλείαν καταχθῆναι παρακαλοῦντα ὡς αὑτῷ μᾶλλον προσήκουσαν, οὐ κατῆγον, οὐ συμφέρειν σφίσιν ἡγούμενοι τελειότερον ἄρχειν Σύρων ἀντὶ παιδὸς ἀτελοῦς.
德米特里是塞琉古之子、显神者安条克的侄子、大安条克的孙子,即这个孩子的堂兄,当时仍作为人质留在罗马,正值二十三岁,他请求元老院送他回国继承王位,认为王位更应属于他,但元老院并未送他回去,因为他们认为由一个成熟的人代替未成年的孩子来统治叙利亚人,对他们是不利的。
πυνθανόμενοι δʼ ἐν Συρίᾳ στρατόν τʼ ἐλεφάντων εἶναι καὶ ναῦς πλείονας τῶν ὡρισμένων Ἀντιόχῳ, πρέσβεις ἔπεμπον, οἳ τοὺς ἐλέφαντας συγκόψειν ἔμελλον καὶ τὰς ναῦς διαπρήσειν.
当他们获悉叙利亚有一支战象军队,且船只数量超过了规定给安条克的限额时,便派遣了使者,意在斩断战象的脚筋并烧毁船只。
οἰκτρὰ δὲ ἡ ὄψις ἦν ἀναιρουμένων θηρίων ἡμέρων τε καὶ σπανίων, καὶ νεῶν ἐμπιπραμένων·
驯服而珍稀的野兽被杀,船只被付之一炬,那场景十分惨烈。
καί τις ἐν Λαοδικείᾳ Λεπτίνης τὴν ὄψιν οὐκ ἐνεγκών, Γναῖον Ὀκτάουιον τὸν τῶνδε τῶν πρέσβεων ἡγεμόνα, ἀλειφόμενον ἐν τῷ γυμνασίῳ, διεχρήσατο.
拉奥迪基亚有一个名叫莱普提内斯的人,因无法忍受这一惨状,便趁着这些使者的首领格奈乌斯·奥克塔维乌斯在体育馆里涂抹油脂时将其杀害。
καὶ τὸν μὲν Ὀκτάουιον ἔθαπτεν ὁ Λυσίας, §847Δημήτριος δὲ αὖθις ἐς τὴν σύγκλητον ἐσελθὼν ἐδεῖτο τῆς γοῦν ὁμηρείας μόνης ἀπολυθῆναι, ὡς Ἀντιόχου μὲν ἀντιδοθείς, Ἀντιόχου δʼ ἀποθανόντος.
吕西亚斯埋葬了奥克塔维乌斯,德米特里则再次进入元老院,请求至少免除他本人的质子身份,因为他是作为安条克的交换物而被送来的,而如今安条克已经死了。
ἐπεὶ δʼ οὐκ ἐτύγχανεν οὐδὲ τοῦδε, λαθὼν ἐξέπλευσε, καὶ δεξαμένων αὐτὸν ἀσμένως τῶν Σύρων ἦρχε, τόν τε Λυσίαν καὶ τὸ παιδίον ἐπʼ αὐτῷ διαφθείρας, καὶ Ἡρακλείδην ἐκβαλών, καὶ Τίμαρχον ἐπανιστάμενον ἀνελών, καὶ τἆλλα πονηρῶς τῆς Βαβυλῶνος ἡγούμενον· ἐφʼ ᾧ καὶ σωτήρ, ἀρξαμένων τῶν Βαβυλωνίων, ὠνομάσθη.
但当他连这一点也没有得到允许时,便秘密乘船逃走,由于叙利亚人欣然接纳了他,他便开始统治,他处死了吕西亚斯和随后的那个孩子,驱逐了赫拉克莱德,并杀害了起兵反叛、且在其他方面对巴比伦实行暴政的提马科斯;为此,巴比伦人首先开始称呼他,他便被冠以“索特尔”的称号。
κρατυνάμενος δὲ τὴν ἀρχὴν ὁ Δημήτριος στέφανόν τε Ῥωμαίοις ἀπὸ χρυσῶν μυρίων, χαριστήριον τῆς ποτὲ παρʼ αὐτοῖς ὁμηρείας, καὶ Λεπτίνην τὸν ἀνδροφόνον Ὀκταουίου.
德米特里巩固了自己的统治后,向罗马人送去了一顶价值一万金币的金冠,作为对他曾在他们那里当人质的感谢,同时也送去了杀害奥克塔维乌斯的凶手莱普提内斯。
οἱ δὲ τὸν μὲν στέφανον ἐδέχοντο, Λεπτίνην δὲ οὐκ ἔλαβον, ὡς δή τι τοῦτʼ ἔγκλημα τοῖς Σύροις ταμιευόμενοι.
罗马人接受了金冠,却不肯收下莱普提内斯,显然是为了向叙利亚人保留这一指控的把柄。
Δημήτριος δὲ καὶ ἐκ τῆς Καππαδοκῶν ἀρχῆς Ἀριαράθην ἐκβαλών, Ὀλοφέρνην ἐπὶ χιλίοις ταλάντοις ἀντʼ αὐτοῦ κατήγαγεν, ἀδελφὸν εἶναι δοκοῦντα Ἀριαράθου.
德米特里还从卡帕多奇亚的统治中驱逐了阿里亚拉塞斯,并收取了一千塔兰同,扶植了据说是阿里亚拉塞斯兄弟的奥洛费尔内斯来替代他。
καὶ Ῥωμαίοις ἐδόκει μέν, ὡς ἀδελφούς, Ἀριαράθην καὶ Ὀλοφέρνην βασιλεύειν ὁμοῦ.
而罗马人决议,由于他们是兄弟,阿里亚拉塞斯和奥洛费尔内斯应当共同执政。
§848ἐκπεσόντων δὲ καὶ τῶνδε καὶ Ἀριοβαρζάνου μετʼ αὐτοὺς οὐ πολὺ ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Ποντικοῦ βασιλέως, ὁ Μιθριδάτειος πόλεμος ἐπὶ τῷδε καὶ ἐφʼ ἑτέροις ἤρξατο συνίστασθαι, μέγιστός τε καὶ πολυτροπώτατος ἔθνεσι πολλοῖς γενόμενος, καὶ παρατείνας ἐς ἔτη μάλιστα τεσσαράκοντα, ἐν οἷς πολλαὶ μὲν ἀρχαὶ Σύροις ἐκ τοῦ βασιλείου γένους ὀλιγοχρόνιοι πάμπαν ἐγένοντο, πολλαὶ δὲ τροπαὶ καὶ ἐπαναστάσεις ἐπὶ τὰ βασίλεια.
可是不久之后,当这些人以及在他们之后的阿里奥巴尔赞都被本都国王米特里达梯驱逐时,由此及其他原因,米特里达梯战争开始爆发,这成为了对许多民族而言最大且最多变的战争,持续了将近四十年,在此期间,叙利亚王室成员中出现了许多极其短命的统治,并且发生了许多针对王宫的动荡和叛乱。
Παρθυαῖοί τε προαποστάντες ἀπὸ τῆς τῶν Σελευκιδῶν ἀρχῆς Μεσοποταμίαν ἐς ἑαυτοὺς περιέσπασαν, ἣ τοῖς Σελευκίδαις ὑπήκουεν.
帕提亚人也早已反叛了塞琉古朝的统治,将曾服从于塞琉古朝的美索不达米亚据为己有。
καὶ βασιλεὺς Ἀρμενίας Τιγράνης ὁ Τιγράνους ἔθνη πολλὰ τῶν περιοίκων ἰδίοις δυνάσταις χρώμενα ἑλών, βασιλεὺς ἀπὸ τοῦδε βασιλέων ἡγεῖτο εἶναι, καὶ τοῖς Σελευκίδαις ἐπεστράτευεν οὐκ ἐθέλουσιν ὑπακούειν.
而且亚美尼亚国王、提格兰之子提格兰,征服了周边许多拥有各自统治者的民族,从此自视为“诸王之王”,并向不愿服从他的塞琉古朝发兵。
οὐχ ὑποστάντος δʼ αὐτὸν Ἀντιόχου τοῦ εὐσεβοῦς, ὁ Τιγράνης ἦρχε Συρίας τῆς μετʼ Εὐφράτην, ὅσα γένη Σύρων μέχρι Αἰγύπτου.
由于虔诚者安条克未能抵抗他,提格兰统治了幼发拉底河这边的叙利亚,以及直到埃及为止的所有叙利亚部落。
ἦρχε δὲ ὁμοῦ καὶ Κιλικίας (καὶ γὰρ ἥδε τοῖς Σελευκίδαις ὑπήκουε), Μαγαδάτην στρατηγὸν ἐπιτάξας ἅπασιν, ἐπὶ ἔτη τεσσαρεσκαίδεκα.
他也同时统治了基利家(因为这里也曾服从于塞琉古朝),并任命马加达特斯为全境将军,统治了十四年。