§1165Σελεύκου δʼ ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, Ἀντίοχος μὲν πρῶτος ὅδε ὁ τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ Ἀντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν.
セレウコスが死ぬと、父から子へとシリアの支配権を受け継いだ後継者たちは、次の者たちであった。 まず第一に、継母に恋したあのアンティオコスであり、彼はヨーロッパからアジアへと侵入したガラティア人たちを追い払ったことで、「ソテル(救済王)」とも呼ばれた。 第二に、この結婚から生まれた、もう一人のアンティオコスであり、彼はミレトス人たちのために僭主ティマルコスを打倒したことで、彼らによって最初に「テオス(神)」という異名を与えられた。
ἀλλὰ τόνδε μὲν τὸν θεὸν ἔκτεινεν ἡ γυνὴ φαρμάκῳ.
しかし、この「テオス」は妻によって毒殺された。
δύο δὲ εἶχε, Λαοδίκην καὶ Βερενίκην, ἐξ ἔρωτός τε καὶ ἐγγύης, Πτολεμαίου τοῦ φιλαδέλφου θυγατέρα·
彼は二人の妻、ラオディケと、愛と婚約によって得たプトレマイオス・フィラデルフォスの娘ベレニケを持っていた。
καὶ αὐτὸν ἔκτεινε Λαοδίκη, καὶ ἐπʼ ἐκείνῳ Βερενίκην τε καὶ τὸ Βερενίκης βρέφος.
そして彼をラオディケが殺し、さらにその後にベレニケとその幼子をも殺した。
καὶ Πτολεμαῖος ὁ τοῦ φιλαδέλφου, ταῦτα τινύμενος, Λαοδίκην τε ἔκτεινε καὶ ἐς Συρίαν ἐνέβαλε καὶ ἐς Βαβυλῶνα ἤλασεν.
フィラデルフォスの子プトレマイオスは、これに報復してラオディケを殺し、シリアに侵入してバビロンまで進軍した。
καὶ Παρθυαῖοι τῆς ἀποστάσεως τότε ἦρξαν ὡς τεταραγμένης τῆς τῶν Σελευκιδῶν ἀρχῆς.
そしてパルティア人たちは、セレウコス朝の支配が混乱しているのを見て、この時反乱を起こし始めた。
§1166ἐπὶ δὲ τῷ θεῷ βασιλεὺς γίγνεται Συρίας Σέλευκος, υἱὸς τοῦ θεοῦ τε καὶ Λαοδίκης, ᾧ καλλίνικος ἐπώνυμον.
「テオス」の後には、その神(テオス)とラオディケの息子である、カリニコス(美しき勝利者)という異名を持つセレウコスがシリアの王となる。
ἐπὶ δὲ Σελεύκῳ δύο παῖδες αὐτοῦ Σελεύκου, καθʼ ἡλικίαν ἑκάτερος αὐτῶν, Σέλευκός τε καὶ Ἀντίοχος.
セレウコスの後には、そのセレウコスの二人の息子、彼らの年齢順に、セレウコスとアンティオコスが王となった。
Σελεύκῳ μὲν δὴ ἀσθενεῖ τε ὄντι καὶ πενομένῳ καὶ δυσπειθῆ τὸν στρατὸν ἔχοντι ἐπεβούλευσαν οἱ φίλοι διὰ φαρμάκων, καὶ ἐς ἔτη δύο μόνα ἐβασίλευσεν·
セレウコスは、弱体であり、貧しく、軍の統制を欠いていたため、側近たちが毒によって陰謀を企て、彼はわずか二年間しか統治しなかった。
ὁ δὲ Ἀντίοχος ὅδε ἐστὶν ὁ μέγας ἐπίκλην, περὶ οὗ μοι πάλαι εἴρηται, Ῥωμαίοις πεπολεμηκότος.
アンティオコスは、「大王」と渾名されるあの者であり、ローマ人と戦争した者として、私によってすでに以前語られた。
ἐβασίλευσε δὲ ἔτη ἑπτὰ καὶ τριάκοντα.
彼は三十七年間統治した。
καὶ αὐτοῦ περὶ τοῖν παίδοιν προεῖπον ἀμφοῖν βεβασιλευκότοιν, Σελεύκου τε καὶ Ἀντιόχου, Σελεύκου μὲν ἔτεσι δώδεκα, ἀπράκτως ἅμα καὶ ἀσθενῶς διὰ τὴν τοῦ πατρὸς συμφοράν, Ἀντιόχου δὲ δώδεκα οὐ πλήρεσιν, ἐν οἷς Ἀρταξίαν τὸν Ἀρμένιον εἷλε, καὶ ἐς Αἴγυπτον ἐστράτευσεν ἐπὶ ἕκτον Πτολεμαῖον, ὀρφανευόμενον μετʼ ἀδελφοῦ.
そして私は彼の、ともに王位についた二人の息子、セレウコスとアンティオコスについてもすでに述べた。 セレウコスは十二年間、父の災厄のために無為かつ弱体な支配を行い、アンティオコスは満たない十二年間支配し、その間にアルメニアのアルタクシアスを捕らえ、兄弟とともに孤児となっていたプトレマイオス六世に対してエジプトへと遠征した。
καὶ αὐτῷ στρατοπεδεύοντι περὶ τὴν Ἀλεξάνδρειαν Ποπίλιος παρὰ Ῥωμαίων πρεσβευτὴς ἧκε, φέρων δέλτον ἐν ᾗ τάδε ἐγέγραπτο, μὴ πολεμεῖν Πτολεμαίοις Ἀντίοχον.
彼がアレクサンドリアの近くに陣を張っていたとき、ローマからの使節ポピリウスが、アンティオコスがプトレマイオス家と戦争をしてはならないと書かれた書板を携えてやって来た。
ἀναγνόντι δὲ αὐτῷ, καὶ λέγοντι βουλεύσεσθαι, κύκλον τῇ ῥάβδῳ περιέγραψεν ὁ Ποπίλιος, καὶ εἶπεν·
彼がそれを読み、相談するつもりだと言うと、ポピリウスは杖で彼の周りに円を描き、こう言った。
ἐνταῦθα βουλεύου.
「この中で考えよ。
ὁ μὲν δὴ καταπλαγεὶς ἀνέζευξε, καὶ τὸ τῆς Ἐλυμαίας Ἀφροδίτης ἱερὸν ἐσύλησε, καὶ φθίνων ἐτελεύτησε, παιδίον ἐνναετὲς ἀπολιπών, Ἀντίοχον τὸν εὐπάτορα, ὥς μοι καὶ περὶ τοῦδε εἴρηται.
」彼は驚愕して撤退し、エリマイスのアプロディテの神殿を略奪し、病に衰えて世を去り、九歳の子であるアンティオコス・エウパトルを残した。 この者についても私によってすでに語られた通りである。
§1167εἴρηται δὲ καὶ περὶ Δημητρίου τοῦ μετʼ αὐτόν, ὃς ὡμήρευεν ἐν Ῥώμῃ καὶ τῆς ὁμηρείας ἐκφυγὼν ἐβασίλευσε, σωτὴρ καὶ ὅδε πρὸς τῶν Σύρων, δεύτερος ἐπὶ τῷ Σελεύκου τοῦ νικάτορος παιδὶ ὀνομασθείς.
また、彼の後のデメトリオスについても語られた。 彼はローマで人質となっていたが、人質から逃れて王となり、彼もまたシリア人たちから「ソテル(救済王)」と呼ばれた。 これはセレウコス・ニカトルの息子に次いで二人目の命名であった。
ἐπανίσταται δὲ αὐτῷ τις Ἀλέξανδρος, ψευδόμενος εἶναι τοῦ Σελευκείου γένους·
これに対し、セレウコス家の血筋であると偽る、アレクサンドロスという者が蜂起した。
καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς κατὰ μῖσος Δημητρίου συνελάμβανεν Ἀλεξάνδρῳ.
そしてエジプト王プトレマイオスはデメトリオスへの憎しみからアレクサンドロスを援助した。
καὶ Δημήτριος μὲν διὰ Πτολεμαῖον ἐξέπεσε τῆς ἀρχῆς καὶ ἐτελεύτησε·
そしてデメトリオスはプトレマイオスのために支配権を失って没した。
τὸν δὲ Ἀλέξανδρον ἐξέβαλε Δημήτριος ὁ Δημητρίου τοῦδε τοῦ σωτῆρος υἱός, καὶ ἐπὶ τῷδε, ὡς νόθον τοῦ γένους ἄνδρα νικήσας, νικάτωρ ὑπὸ τῶν Σύρων ὠνομάσθη, δεύτερος καὶ ὅδε μετὰ Σέλευκον.
一方、この救済王デメトリオスの息子デメトリオスがアレクサンドロスを追い払った。 そしてこの功績により、家系の偽者の男を破った者として、シリア人たちから「ニカトル(勝利王)」と名付けられた。 彼もまたセレウコスに次いで二人目の命名であった。
ἐπί τε Παρθυαίους καὶ ὅδε μετὰ Σέλευκον ἐστράτευσε, καὶ γενόμενος αἰχμάλωτος δίαιταν εἶχεν ἐν Φραάτου βασιλέως, καὶ Ῥοδογούνην ἔζευξεν αὐτῷ τὴν ἀδελφὴν ὁ βασιλεύς.
彼もまたセレウコスに次いでパルティア人に対して遠征したが、捕虜となり、王フラーテスの宮廷で暮らし、王は自身の妹ロドグネを彼と結婚させた。