Humanitext Reader

アッピアノス · シリア戦記 §1168-1170

セレウコス朝の内紛と滅亡およびローマによる属州化

27 / 27 箇所 · ギリシア語

要旨

王位を簒奪したトリュポンの死、クレオパトラによる夫デメトリオスと息子セレウコスの殺害、それに続くグリュポスとキュジケノスの骨肉の争いなど、内紛の末に衰退したセレウコス朝の終焉とポンペイウスによるシリア属州化、そして王朝の総支配期間について記述されている。

§1168παρὰ δὲ τὴν ἀναρχίαν τήνδε δοῦλος τῶν βασιλέων Διόδοτος παιδίον Ἀλέξανδρον, ἐξ Ἀλεξάνδρου τοῦ νόθου καὶ τῆς Πτολεμαίου θυγατρός, ἐπὶ τὴν βασιλείαν ἤγαγεν.
この無政府状態に乗じて、王たちの奴隷であったディオドトスが、庶子アレクサンドロスとプトレマイオスの娘との間に生まれた幼子アレクサンドロスを王位につけた。
καὶ τὸ παιδίον κτείνας αὐτὸς ἐπετόλμησε τῇ ἀρχῇ, Τρύφων ἀφʼ ἑαυτοῦ μετονομασθείς.
そしてその幼子を殺し、自ら王位を簒奪し、自らの名をトリュポンと改名した。
ἀλλʼ αὐτὸν Ἀντίοχος ὁ ἀδελφὸς Δημητρίου τοῦ αἰχμαλώτου, πυθόμενος ἐν Ῥόδῳ περὶ τῆς αἰχμαλωσίας, κτείνει κατιὼν ἐς τὰ πατρῷα σὺν πόνῳ πολλῷ.
しかし、捕虜となったデメトリオスの兄弟アンティオコスが、ロドス島でその捕虜の話を聞き、祖国に帰って多大な労苦の末に彼を殺した。
καὶ στρατεύει καὶ ὅδε ἐπὶ τὸν Φραάτην, τὸν ἀδελφὸν αἰτῶν.
そして彼もまたフラーテスに対して遠征し、兄弟を要求した。
ὁ μὲν δὴ Φραάτης αὐτὸν ἔδεισε καὶ τὸν Δημήτριον ἐξέπεμψεν·
フラーテスは彼を恐れてデメトリオスを釈放した。
ὁ δʼ Ἀντίοχος καὶ ὣς συνέβαλέ τε τοῖς Παρθυαίοις, καὶ ἡσσώμενος ἑαυτὸν ἔκτεινεν.
しかしアンティオコスはそれでもパルティア人と交戦し、敗北して自ら命を絶った。
ἔκτεινε δὲ καὶ Δημήτριον ἐς τὴν βασιλείαν ἐπανελθόντα ἡ γυνὴ Κλεοπάτρα, δολοφονήσασα διὰ ζῆλον τοῦ γάμου Ῥοδογούνης, διʼ ὃν δὴ καὶ Ἀντιόχῳ τῷ ἀδελφῷ τοῦ Δημητρίου προὐγεγάμητο.
また、王位に復帰したデメトリオスを、妻のクレオパトラが、ロドグネとの結婚に対する嫉妬から暗殺した。 その結婚のために、彼女はデメトリオスの兄弟アンティオコスとあらかじめ結婚していたのである。
καὶ παῖδες ἦσαν αὐτῇ δύο μὲν ἐκ Δημητρίου, Σέλευκός τε καὶ Ἀντίοχος, ὅτῳ γρυπὸς ἐπίκλησις, ἐκ δὲ Ἀντιόχου Ἀντίοχος, ὅτῳ Κυζικηνὸς ἐπώνυμον.
彼女には、デメトリオスとの間に二人の息子、セレウコスと、グリュポスという渾名を持つアンティオコスがおり、アンティオコスとの間には、キュジケノスという異名を持つアンティオコスがいた。
τούτων τὸν μὲν γρυπὸν ἐς Ἀθήνας, τὸν δὲ Κυζικηνὸν ἐς Κύζικον ἐπεπόμφει τρέφεσθαι.
彼女は、彼らのうちグリュポスをアテナイへ、キュジケノスをキュジコスへ送って育てさせていた。
§1169Σέλευκον δʼ εὐθὺς ἐπὶ τῷ πατρὶ Δημητρίῳ τὸ διάδημα ἐπιθέμενον ἐπιτοξεύσασα ἔκτεινεν, εἴτε δείσασα περὶ τῆς τοῦ πατρὸς δολοφονήσεως, εἴτε καὶ μανιώδει πρὸς πάντας μίσει.
セレウコスが父デメトリオスの死後すぐに王冠を戴くと、彼女は矢を射て彼を殺した。 父の暗殺への関与を恐れたためか、あるいはすべての人に対する狂気じみた憎しみからか。
μετὰ δὲ Σέλευκον ὁ γρυπὸς ἐγένετο βασιλεύς, καὶ τὴν μητέρα οἱ φάρμακον κεράσασαν πιεῖν ἠνάγκασεν.
セレウコスの後にはグリュポスが王となり、自分に毒を盛ろうとした母にそれを飲むよう強いた。
ἡ μὲν δὴ δίκην ποτὲ ἔδωκεν, ἄξιος δὲ ἄρα τῆς μητρὸς ἦν καὶ ὁ γρυπός·
彼女はついに報いを受けたが、グリュポスもまた母に似てふさわしい男であった。
ἐπεβούλευε γὰρ τῷ Κυζικηνῷ καίπερ ὄντι ὁμομητρίῳ.
というのも、彼は母を同じくする兄弟であるにもかかわらず、キュジケノスに対して陰謀を企てたからである。
ὁ δὲ μαθὼν ἐπολέμησέ τε αὐτῷ καὶ τῆς ἀρχῆς αὐτόν ἐξήλασε, καὶ βασιλεὺς ἀντʼ ἐκείνου τοῖς Σύροις ἐγένετο.
キュジケノスはこれを知ると、彼と戦って支配権から追い出し、彼の代わりにシリア人たちの王となった。
ἀλλὰ καὶ τόνδε Σέλευκος ὁ Ἀντιόχου τοῦ γρυποῦ παῖς, ἐπιστρατεύσας ὄντι περ θείῳ, παρείλετο τὴν ἀρχήν.
しかし、この彼からも、グリュポス・アンティオコスの息子セレウコスが、叔父であるにもかかわらず軍を起こして、支配権を奪い取った。
βίαιος δὲ καὶ τυραννικώτατος ὢν ἐν Ἑστίᾳ Μόψου τῆς Κιλικίας κατεπρήσθη κατὰ τὸ γυμνάσιον.
彼は乱暴で極めて僭主的な男であったため、キリキアのモプスエスティアの体育館で焼き殺された。
καὶ αὐτὸν διεδέξατο Ἀντίοχος ὁ υἱὸς τοῦ Κυζικηνοῦ·
彼の後をキュジケノスの息子アンティオコスが継いだ。
ὃν ἐπιβουλευόμενον ὑπὸ Σελεύκου τοῦ ἀνεψιοῦ οἱ μὲν Σύροι νομίζουσι περισωθῆναι διʼ εὐσέβειαν, καὶ διὰ τοῦτο εὐσεβῆ παρωνόμασαν (ἑταίρα δʼ αὐτὸν ἔσωσεν, ἐρασθεῖσα τοῦ κάλλους), ἐμοὶ δὲ δοκοῦσιν ἐπὶ γέλωτι αὐτῷ ποιήσασθαι τὸ ὄνομα οἱ Σύροι·
従兄弟のセレウコスに命を狙われていた彼が生き延びたことについて、シリア人たちは彼の敬虔さのおかげだと考え、それゆえ彼をエウセベスと渾名した(実際には、ある遊女が彼の美しさに恋をして彼を救ったのだが)。 しかし私には、シリア人たちは彼を嘲笑するためにその名を付けたのだと思われる。
ἔγημε γὰρ οὗτος ὁ εὐσεβὴς Σελήνην, ἣ καὶ τῷ πατρὶ αὐτοῦ ἐγεγάμητο τῷ Κυζικηνῷ καὶ τῷ γρυπῷ θείῳ γενομένῳ.
というのも、この「敬虔王」はセレネと結婚したのだが、彼女はかつて彼の父キュジケノスとも、また彼の叔父であったグリュポスとも結婚していたからである。
τοιγάρτοι αὐτὸν θεοῦ μετιόντος ἐξήλασε τῆς ἀρχῆς Τιγράνης.
それゆえ、神が彼の罪を追及する中で、ティグラネスが彼を支配権から追い出した。
§1170καὶ τὸν υἱὸν ἐκείνου τὸν ἐκ τῆς Σελήνης αὐτῷ γενόμενον, ἐν Ἀσίᾳ τε τραφέντα καὶ ἀπὸ τοῦδε Ἀσιατικὸν ἐπίκλην, Πομπήιος ἀφείλετο τὴν Σύρων ἀρχήν, ὥς μοι λέλεκται, ὄντα μὲν ἑπτακαιδέκατον ἐκ Σελεύκου Σύρων βασιλέα (ἐξαίρω γὰρ Ἀλέξανδρόν τε καὶ τὸν Ἀλεξάνδρου παῖδα ὡς νόθους, καὶ τὸν δοῦλον αὐτῶν Διόδοτον), βασιλεύσαντα δʼ ἐν ταῖς ἀσχολίαις ταῖς Πομπηίου ἐπὶ ἓν μόνον ἔτος.
そして彼の息子、セレネとの間に生まれ、アジアで育てられたことで「アシアティコス」と渾名される者から、ポンペイウスはシリアの支配権を奪った。 それは私がすでに述べた通りである。 彼はセレウコスから数えて17代目のシリア王であったが(アレクサンドロスとその息子は偽者として、また彼らの奴隷ディオドトスも除外するからである)、ポンペイウスの多忙の最中に、わずか1年間だけ統治した。
ἡ δὲ ἀρχὴ τῶν Σελευκιδῶν ἐς τριάκοντα ἐπὶ διακοσίοις ἐνιαυτοὺς διίκετο·
セレウコス朝の支配は、230年間に及んだ。
καὶ εἴ τις ἐπισκοποίη τὸν ἐς Ῥωμαίους χρόνον ἀπʼ Ἀλεξάνδρου, προσθετέον ἐπὶ τοῖς διακοσίοις τριάκοντα ἔτεσι τὰ Τιγράνους τεσσαρεσκαίδεκα.
もし誰かがアレクサンドロスからローマに及ぶまでの時間を考察するなら、この230年にティグラネスの14年を加える必要がある。
τοσάδε μὲν δὴ καὶ περὶ Μακεδόνων τῶν Συρίας βεβασιλευκότων εἶχον εἰπεῖν ὡς ἐν ἀλλοτρίᾳ συγγραφῇ.
シリアを支配したマケドニア人たちについては、他国の歴史における記述として、これだけ言えば十分である。

語釈・文法注

  1. 1168διʼ ὃν δὴ καὶ Ἀντιόχῳ τῷ ἀδελφῷ τοῦ Δημητρίου προὐγεγάμητο — 関係代名詞 ὅν の先行詞は前文の γάμου(ロドグネとの結婚)である。したがって、「その結婚(に対する嫉妬)のために、彼女はデメトリオスの兄弟アンティオコスとあらかじめ結婚していた」という意味になる。動詞 προγεγαμέω の前置詞接頭辞 προ- は、デメトリオスが戻ってくる前、あるいは彼らが再婚する「前」を指している。
  2. 1169Σέλευκον δʼ εὐθὺς ἐπὶ τῷ πατρὶ Δημητρίῳ τὸ διάδημα ἐπιθέμενον — 前置詞 ἐπί + 与格(ἐπὶ τῷ πατρὶ Δημητρίῳ)は、ここでは「〜の死の直後に」「〜の後に続いて」という時間的追従を表す。対格の Σέλευκον は、後続する主格女性分詞 ἐπιτοξεύσασα(矢を射て)の直接目的語である。
  3. 1169ἐμοὶ δὲ δοκοῦσιν ἐπὶ γέλωτι αὐτῷ ποιήσασθαι τὸ ὄνομα οἱ Σύροι — 前置詞句 ἐπὶ γέλωτι は目的を表し、「嘲笑のために、からかい目的で」を意味する。αὐτῷ は指示与格(「彼に対して」)。ποιέω の中動態不定詞 ποιήσασθαι は「(自分たちのために)名付ける」の意。
  4. 1170καὶ τὸν υἱὸν ἐκείνου τὸν ἐκ τῆς Σελήνης αὐτῷ γενόμενον ... Πομπήιος ἀφείλετο τὴν Σύρων ἀρχήν — 動詞 ἀφαιρέω は二重対格(ἀφαιρέομαί τινά τι:「人から物を奪う」)をとる。ここでは、人物を表す対格が τὸν υἱὸν ... Ἀσιατικόν であり、奪われた物を表す対格が τὴν Σύρων ἀρχήν(シリアの支配権)である。

この箇所を引用する

アッピアノス, シリア戦記 §1168-1170. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:1168-1170

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。