§1165Σελεύκου δʼ ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, Ἀντίοχος μὲν πρῶτος ὅδε ὁ τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ Ἀντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν.
在塞琉古去世后,父子相承接受叙利亚统治权继承人如下:首先是这位爱上继母的安条克,他因将从欧洲入侵亚洲的加拉太人驱逐出去,而被冠以“索特尔(救主)”的称号;其次是另一位安条克,是由此桩婚姻所生,因为他替米利都人推翻了僭主蒂马科斯,米利都人首先称他为“提奥斯(神)”。
ἀλλὰ τόνδε μὲν τὸν θεὸν ἔκτεινεν ἡ γυνὴ φαρμάκῳ.
然而,这位“神”被他的妻子用毒药杀害。
δύο δὲ εἶχε, Λαοδίκην καὶ Βερενίκην, ἐξ ἔρωτός τε καὶ ἐγγύης, Πτολεμαίου τοῦ φιλαδέλφου θυγατέρα· καὶ αὐτὸν ἔκτεινε Λαοδίκη, καὶ ἐπʼ ἐκείνῳ Βερενίκην τε καὶ τὸ Βερενίκης βρέφος.
他曾有两个妻子,劳迪丝和贝蕾妮丝(后者是托勒密二世费拉德尔甫斯之女,因爱情与婚约而娶);劳迪丝杀了他,继而又杀害了贝蕾妮丝和她的婴儿。
καὶ Πτολεμαῖος ὁ τοῦ φιλαδέλφου, ταῦτα τινύμενος, Λαοδίκην τε ἔκτεινε καὶ ἐς Συρίαν ἐνέβαλε καὶ ἐς Βαβυλῶνα ἤλασεν.
费拉德尔甫斯之子托勒密为了报复这些恶行,杀死了劳迪丝,入侵叙利亚并进军至巴比伦。
καὶ Παρθυαῖοι τῆς ἀποστάσεως τότε ἦρξαν ὡς τεταραγμένης τῆς τῶν Σελευκιδῶν ἀρχῆς.
由于塞琉古王朝的统治陷入混乱,帕提亚人在此刻开始了起义。
§1166ἐπὶ δὲ τῷ θεῷ βασιλεὺς γίγνεται Συρίας Σέλευκος, υἱὸς τοῦ θεοῦ τε καὶ Λαοδίκης, ᾧ καλλίνικος ἐπώνυμον.
在“神”之后,塞琉古成为叙利亚国王,他是“神”与劳迪丝之子,绰号为卡利尼科斯(美妙胜利者)。
ἐπὶ δὲ Σελεύκῳ δύο παῖδες αὐτοῦ Σελεύκου, καθʼ ἡλικίαν ἑκάτερος αὐτῶν, Σέλευκός τε καὶ Ἀντίοχος.
在塞琉古之后,其子塞琉古与安条克依年龄长幼相继继位。
Σελεύκῳ μὲν δὴ ἀσθενεῖ τε ὄντι καὶ πενομένῳ καὶ δυσπειθῆ τὸν στρατὸν ἔχοντι ἐπεβούλευσαν οἱ φίλοι διὰ φαρμάκων, καὶ ἐς ἔτη δύο μόνα ἐβασίλευσεν· ὁ δὲ Ἀντίοχος ὅδε ἐστὶν ὁ μέγας ἐπίκλην, περὶ οὗ μοι πάλαι εἴρηται, Ῥωμαίοις πεπολεμηκότος.
塞琉古因自身软弱、贫困且军队不服从,被其亲信们用毒药暗算,仅统治了两年;而安条克就是那位绰号“大帝”的人,关于他曾与罗马人作战的事,我早已述及。
ἐβασίλευσε δὲ ἔτη ἑπτὰ καὶ τριάκοντα.
他统治了三十七年。
καὶ αὐτοῦ περὶ τοῖν παίδοιν προεῖπον ἀμφοῖν βεβασιλευκότοιν, Σελεύκου τε καὶ Ἀντιόχου, Σελεύκου μὲν ἔτεσι δώδεκα, ἀπράκτως ἅμα καὶ ἀσθενῶς διὰ τὴν τοῦ πατρὸς συμφοράν, Ἀντιόχου δὲ δώδεκα οὐ πλήρεσιν, ἐν οἷς Ἀρταξίαν τὸν Ἀρμένιον εἷλε, καὶ ἐς Αἴγυπτον ἐστράτευσεν ἐπὶ ἕκτον Πτολεμαῖον, ὀρφανευόμενον μετʼ ἀδελφοῦ.
关于他的两个曾共同统治的儿子,我也曾预先言及,即塞琉古和安条克:塞琉古统治了十二年,因其父的灾祸而无所作为且软弱无力;安条克统治了不满十二年,在此期间他生擒了亚美尼亚的阿尔塔克西斯,并针对与其兄弟一同成为孤儿的托勒密六世向埃及发动远征。
καὶ αὐτῷ στρατοπεδεύοντι περὶ τὴν Ἀλεξάνδρειαν Ποπίλιος παρὰ Ῥωμαίων πρεσβευτὴς ἧκε, φέρων δέλτον ἐν ᾗ τάδε ἐγέγραπτο, μὴ πολεμεῖν Πτολεμαίοις Ἀντίοχον.
当他在亚历山大里亚附近驻军时,罗马使节波皮利乌斯前来,带来了一块写有“安条克不得与托勒密家族开战”的蜡板。
ἀναγνόντι δὲ αὐτῷ, καὶ λέγοντι βουλεύσεσθαι, κύκλον τῇ ῥάβδῳ περιέγραψεν ὁ Ποπίλιος, καὶ εἶπεν· ἐνταῦθα βουλεύου.
在他读完并表示需要商议时,波皮利乌斯用手杖在周围画了一个圆圈,并说: “在此处商议。
ὁ μὲν δὴ καταπλαγεὶς ἀνέζευξε, καὶ τὸ τῆς Ἐλυμαίας Ἀφροδίτης ἱερὸν ἐσύλησε, καὶ φθίνων ἐτελεύτησε, παιδίον ἐνναετὲς ἀπολιπών, Ἀντίοχον τὸν εὐπάτορα, ὥς μοι καὶ περὶ τοῦδε εἴρηται.
” 他大为惊恐而撤兵,并洗劫了埃利迈斯的阿佛洛狄忒神庙,最后因病衰弱而死,留下了一个九岁的孩子安条克·欧帕托尔,关于此人我也曾述及。
§1167εἴρηται δὲ καὶ περὶ Δημητρίου τοῦ μετʼ αὐτόν, ὃς ὡμήρευεν ἐν Ῥώμῃ καὶ τῆς ὁμηρείας ἐκφυγὼν ἐβασίλευσε, σωτὴρ καὶ ὅδε πρὸς τῶν Σύρων, δεύτερος ἐπὶ τῷ Σελεύκου τοῦ νικάτορος παιδὶ ὀνομασθείς.
关于在他之后的德米特里也曾述及,他曾在罗马做人质,逃脱人质后成为国王,他也被叙利亚人称为“索特尔(救主)”,是继塞琉古·尼卡托尔之子之后第二位以此命名的人。
ἐπανίσταται δὲ αὐτῷ τις Ἀλέξανδρος, ψευδόμενος εἶναι τοῦ Σελευκείου γένους· καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς κατὰ μῖσος Δημητρίου συνελάμβανεν Ἀλεξάνδρῳ.
但有一个名叫亚历山大的人起兵反抗他,伪称自己属于塞琉古家族;埃及国王托勒密因仇恨德米特里而协助亚历山大。
καὶ Δημήτριος μὲν διὰ Πτολεμαῖον ἐξέπεσε τῆς ἀρχῆς καὶ ἐτελεύτησε· τὸν δὲ Ἀλέξανδρον ἐξέβαλε Δημήτριος ὁ Δημητρίου τοῦδε τοῦ σωτῆρος υἱός, καὶ ἐπὶ τῷδε, ὡς νόθον τοῦ γένους ἄνδρα νικήσας, νικάτωρ ὑπὸ τῶν Σύρων ὠνομάσθη, δεύτερος καὶ ὅδε μετὰ Σέλευκον.
德米特里因托勒密的缘故丧失统治权并死去;但这位救主德米特里之子德米特里赶走了亚历山大,并因此——由于击败了一个血统伪冒者——被叙利亚人命名为“尼卡托尔(胜利者)”,他也是继塞琉古之后的第二人。
ἐπί τε Παρθυαίους καὶ ὅδε μετὰ Σέλευκον ἐστράτευσε, καὶ γενόμενος αἰχμάλωτος δίαιταν εἶχεν ἐν Φραάτου βασιλέως, καὶ Ῥοδογούνην ἔζευξεν αὐτῷ τὴν ἀδελφὴν ὁ βασιλεύς.
他也是继塞琉古之后向帕提亚人发动远征,在被俘后,他在国王弗拉特斯处生活,国王将自己的妹妹罗多古妮嫁给了他。