Humanitext Reader

アッピアノス · シリア戦記 §1062-1064

プトレマイオスによるセレウコス暗殺とリシマコスの死

25 / 27 箇所 · ギリシア語

要旨

セレウコスは広大な帝国の大半をアンティオコスに譲った後、ヨーロッパへ渡る途中にプトレマイオス・ケラウノスによって暗殺される。かつてリシマコスの過酷な運命を予言されたリシマコスもまた戦死し、その最期の逸話が語られる。

§1062Σατραπεῖαι δὲ ἦσαν ὑπʼ αὐτῷ δύο καὶ ἑβδομήκοντα·
彼の支配下には七十二のサトラペイア(総督領)があった。
τοσαύτης ἐβασίλευε γῆς.
それほど広大な土地を彼は治めていた。
καὶ τὴν πλείονα τῷ παιδὶ παραδούς, ἦρχε τῶν ἀπὸ θαλάσσης ἐπὶ Εὐφράτην μόνων.
そして、その大部分を息子に譲り、自らは海からユーフラテス川までの地域だけを治めた。
καὶ πόλεμον τελευταῖον Λυσιμάχῳ περὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντῳ πολεμῶν, Λυσιμάχου μὲν ἐκράτει πεσόντος ἐν τῇ μάχῃ, αὐτὸς δὲ τὸν Ἑλλήσποντον ἐπέρα.
そして、ヘレスポントスに臨むフリュギアをめぐってリシマコスと最後の戦争を行い、戦いでリシマコスが倒れてこれに勝利すると、自らヘレスポントスを渡った。
καὶ ἐς Λυσιμάχειαν ἀναβαίνων κτείνεται.
そしてリシマケイアへ上っていく途中で殺された。
Πτολεμαῖος δʼ αὐτὸν ἑπόμενος ἔκτεινεν, ὅτῳ κεραυνὸς ἐπίκλησις.
彼の後ろに従っていたプトレマイオス、ケラウノス(雷王)という渾名を持つ者が彼を殺したのである。
υἱὸς δʼ ἦν ὁ κεραυνος ὅδε Πτολεμαίου τοῦ σωτῆρος καὶ Εὐρυδίκης τῆς Ἀντιπάτρου·
このケラウノスは、プトレマイオス・ソテル(救済王)とアンティパトロスの娘エウリュディケの息子であった。
καὶ αὐτὸν ἐκπεσόντα Αἰγύπτου διὰ δέος, ὅτι νεωτάτῳ παιδὶ ὁ Πτολεμαῖος τὴν ἀρχὴν ἐπενόει δοῦναι, ὁ Σέλευκος οἷα φίλου παῖδα ἀτυχοῦντα ὑπεδέξατο, καὶ ἔφερβε καὶ ἐπήγετο πάντῃ φονέα ἑαυτοῦ.
プトレマイオスが最も若い息子に支配権を譲るつもりであることを恐れて彼がエジプトから逃亡したとき、セレウコスは、友人の息子が不運にあるものとして彼を温かく受け入れ、養い、いたるところに同行させたが、それが自分の殺人者となったのである。
§1063καὶ Σέλευκος μὲν οὕτω τελευτᾷ, τρία καὶ ἑβδομήκοντα ἔτη βιώσας, καὶ βασιλεύσας αὐτῶν δύο καὶ τεσσαράκοντα.
このようにしてセレウコスは七十三歳で世を去り、そのうち四十二年間王位にあった。
καὶ μοι δοκεῖ καὶ ἐς τοῦτο αὐτῷ συνενεχθῆναι τὸ αὐτὸ λόγιον, μὴ σπεῦδʼ Εὐρώπηνδʼ·
私には、この点でも彼にあの神託が成就したように思われる。 「ヨーロッパを急ぐな。
Ἀσίη τοι πολλὸν ἀμείνων.
アジアの方がお前にとって遥かに良い。
ἡ γὰρ Λυσιμάχεια τῆς Εὐρώπης ἐστί, καὶ τότε πρῶτον ἀπὸ τῆς Ἀλεξάνδρου στρατείας ἐς τὴν Εὐρώπην διεπέρα.
」なぜなら、リシマケイアはヨーロッパに属しており、そのとき彼はアレクサンドロスの遠征以来初めてヨーロッパへと渡ったからである。
λέγεται δὲ καὶ περὶ αὐτοῦ τοῦ θανάτου ποτὲ αὐτῷ χρωμένῳ λόγιον προαγορευθῆναι Ἄργος ἀλευόμενος τὸ πεπρωμένον εἰς ἔτος ἥξεις·
また、彼の死そのものについても、かつて彼が神託を伺った際に、次のような神託が告げられていたと言われている。 「アルゴスを避けよ。 定められた年になればお前は到達するだろう。
εἰ δʼ Ἄργει πελάσαις, τότε κεν παρὰ μοῖραν ὄλοιο.
しかし、もしアルゴスに近づけば、そのときお前は運命に反して滅びるであろう。
ὁ μὲν δὴ Ἄργος τὸ Πελοποννήσιον καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἄργος τὸ ἐν Ὀρεστείᾳ (ὅθεν οἱ Ἀργεάδαι Μακεδόνες) καὶ τὸ ἐν τῷ Ἰονίῳ λεγόμενον οἰκίσαι Διομήδην ἀλώμενον, καὶ εἴ τί που γῆς ἄλλο Ἄργος ἐκαλεῖτο, πάντα ἀνεζήτει καὶ ἐφυλάσσετο·
」そこで彼は、ペロポネソスのアルゴス、アンフィロキアのアルゴス、オレステイアのアルゴス(マケドニアのアルゲアデス家の起源の地)、イオニア海にあると言われ、彷徨えるディオメデスが創建したとされるアルゴス、その他、地のどこであれアルゴスと呼ばれるあらゆる場所を調べ、警戒していた。
ἀναβαίνοντι δʼ ἐς τὴν Λυσιμάχειαν αὐτῷ ἀπὸ τοῦ Ἑλλησπόντου βωμὸς ἦν ἐν ὄψει μέγας τε καὶ περιφανής, καὶ πυθόμενος αὐτὸν ἢ τοὺς Ἀργοναύτας στήσασθαι παραπλέοντας ἐς Κόλχους ἢ τοὺς Ἀχαιοὺς ἐπὶ Ἴλιον στρατεύοντας, καὶ διὰ τοῦτο ἔτι τὸν βωμὸν τοὺς περιχώρους Ἄργος καλεῖν, ἢ διὰ τὴν ναῦν διαφθείροντας τὸ ὄνομα ἢ διὰ τὴν πατρίδα τῶν Ἀτρειδῶν, κτείνεται, ταῦτα ἔτι μανθάνων, ὑπὸ τοῦ Πτολεμαίου προσπεσόντος ὄπισθεν.
しかし、ヘレスポントスからリシマケイアへと上っていく途中の彼の眼前に、巨大で目立つ祭壇が現れた。 彼が尋ねると、それがコルキスへと航行するアルゴナウタイが建てたものであるか、あるいはイリオンへと遠征するアカイア人たちが建てたものであるため、周辺の住民が今でもその祭壇を「アルゴス」と呼んでいるのだ(それは船のゆえに名が訛ったものであるか、あるいはアトレイデスたちの故郷のゆえであった)ということを聞き及んだ。 このことをまだ知ろうと尋ねている最中に、背後から襲いかかったプトレマイオスによって彼は殺された。
καὶ Σέλευκον μὲν ἔκαιε Φιλέταιρος ὁ Περγάμου δυναστεύσας, πολλῶν χρημάτων τὸ σῶμα τὸν κεραυνὸν αἰτήσας, καὶ τὰ λείψανα ἔπεμπεν Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ.
セレウコスの遺体は、ペルガモンの支配者フィレタイロスが、ケラウノスに多額の金を支払って引き取り、火葬にして、その遺灰を息子のアンティオコスに送った。
ὁ δʼ ἐν Σελευκείᾳ τῇ πρὸς θαλάσσῃ ἀπέθετο, καὶ νεὼν αὐτῷ ἐπέστησε καὶ τέμενος περιέθηκε·
アンティオコスは海辺のセレウケイアにそれを埋葬し、彼のために神殿を建て、聖域で囲んだ。
καὶ τὸ τέμενος Νικατόρειον ἐπικλῄζεται.
その聖域はニカトレイオン(勝利王の聖域)と呼ばれている。
§1064Λυσίμαχον δὲ πυνθάνομαι, τῶν ὑπασπιστῶν ὄντα τῶν Ἀλεξάνδρου, παρατροχάσαι ποτὲ ἐπὶ πλεῖστον αὐτῷ, καὶ καμόντα, τῆς οὐρᾶς τοῦ βασιλέως ἵππου λαβόμενον, ἔτι συντρέχειν, πληγέντα δὲ ἐς τὸ μέτωπον ἐπὶ τὴν φλέβα τῷ τέλει τοῦ βασιλείου δόρατος αἱμορροεῖν·
一方、リシマコスについては、彼がアレクサンドロスの護衛兵の一人であったとき、かつて王の傍らを極めて長い間並走し、疲労したため王の馬の尾を掴んでなおも走り続けたが、王の槍の石突で額の静脈を打たれて出血したと私は聞き及んでいる。
τὸν δὲ Ἀλέξανδρον, ἀπορίᾳ τελαμῶνος, τῷ διαδήματι αὐτοῦ τὸ τραῦμα περιδῆσαι, καὶ ἐμπλησθῆναι μὲν αἵματος τὸ διάδημα, τὸν δὲ Ἀλεξάνδρου μάντιν Ἀρίστανδρον φερομένῳ τῷ Λυσιμάχῳ καὶ ὧδε ἔχοντι ἐπειπεῖν ὅτι βασιλεύσει μὲν οὗτος ὁ ἀνήρ, βασιλεύσει δʼ ἐπιπόνως.
アレクサンドロスは包帯がなかったため、自らの王冠(ディアデマ)で彼の傷を縛り、ディアデマは血で満たされたが、アレクサンドロスの予言者アリスタンドロスは、運ばれていくリシマコスがそのような状態にあるのを見て、次のように予言した。 この男は王になるだろう、しかし、苦難に満ちた王となるだろう、と。
ὁ μὲν δὴ καὶ ἐβασίλευσε τεσσαράκοντα ἔτη μάλιστα σὺν οἷς ἐσατράπευσε, καὶ ἐπιπόνως ἐβασίλευσε, καὶ ἑβδομηκοντούτης ὢν στρατευόμενος καὶ μαχόμενος ἔπεσεν.
実際、彼はサトラップを務めた期間を含めておよそ四十年間支配し、苦難に満ちた支配を行い、七十歳になっても出征し戦って倒れた。
εὐθὺς δʼ ἐπαναιρεθέντος αὐτῷ τοῦ Σελεύκου, κείμενον τὸ σῶμα τοῦ Λυσιμάχου κύων οἰκεῖος, ἐς πολὺ ὑπερμαχῶν, ἀλύμαντον ἐξ ὀρνέων καὶ θηρίων διεφύλασσε, μέχρι Θώραξ ὁ Φαρσάλιος εὑρὼν ἔθαψεν.
彼が倒れるとすぐに、セレウコスが彼に代わって支配権を握ったが、横たわるリシマコスの遺体を、彼の飼い犬が長い間勇敢に守り、鳥や野獣に荒らされないように防いでいた。 ついにはファルサロスのトラックスがそれを見つけて埋葬した。
οἱ δὲ Ἀλέξανδρόν φασι θάψαι, τὸν αὐτοῦ Λυσιμάχου παῖδα, φυγόντα μὲν ὑπὸ δέους πρὸς Σέλευκον ὅτε Λυσίμαχος Ἀγαθοκλέα τὸν ἕτερον αὐτοῦ παῖδα ἀνεῖλεν, ἐρευνησάμενον δὲ ἐν τῷ τότε τὸ σῶμα, καὶ ἐκ τοῦ κυνὸς μάλιστα ἀνευρόντα ἤδη διεφθαρμένον.
あるいは、リシマコスの息子アレクサンドロス(リシマコスがもう一人の息子アガトクレスを殺害した際、恐れてセレウコスの元へ逃亡していた者)が、その時に遺体を捜索し、特にその犬の手がかりによって、すでに腐敗し始めていた遺体を見つけて埋葬したとも言われている。
τὰ δὲ ὀστᾶ τοὺς Λυσιμαχέας ἐνθέσθαι τῷ σφετέρῳ ἱερῷ, καὶ τὸ ἱερὸν Λυσιμάχείον προσαγορεῦσαι.
リシマケイアの人々は彼の骨を自分たちの神殿に納め、その神殿をリシマケイオンと呼んだ。

語釈・文法注

  1. §1062ὅτῳ κεραυνὸς ἐπίκλησις — 関係代名詞 ὅτῳ は ᾧ と同等で、与格の所有(〜を渾名として持つ者)を表す構文である。
  2. §1063παρὰ μοῖραν ὄλοιο — παρὰ μοῖραν は「運命を越えて」あるいは「定められた時を外れて(早すぎる死を迎えて)」を意味する。神託において非業の死を遂げることを警告する定番の表現である。
  3. §1064τῷ τέλει τοῦ βασιλείου δόρατος — τῷ τέλει は、槍の「先端」ではなく「末端」あるいは「石突(サウロテル)」を指す。王が全力で走っている中で槍の反対側(後ろ側)の突起がリシマコスの額に当たったという状況を表している。
  4. §1064Λυσίμαχον δὲ πυνθάνομαι... αἱμορροεῖν — 動詞 πυνθάνομαι に対する対格不定詞構文(間接話法)であり、対格の主語 Λυσίμαχον から始まり、 παρατροχάσαι, αἱμορροεῖν, περιδῆσαι, ἐπειπεῖν などの不定詞が連続して係っている。

この箇所を引用する

アッピアノス, シリア戦記 §1062-1064. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:1062-1064

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。