Humanitext Reader

アッピアノス · イリュリア戦記 §422-424

アウグストゥスによるセゲスタ攻略とダルマティア遠征

8 / 10 箇所 · ギリシア語

要旨

カエサルはパンノニア地方を通過してセゲスタへ進軍し、激しい抵抗を三十日間の包囲戦で破って同市を制圧する。ローマに帰還後、駐屯軍襲撃の報を受けて冬に急行し、事態を収拾した後にダルマティア人遠征へと向かう。

§422ἐς δὲ τὴν Σεγεστικὴν γῆν οἱ Ῥωμαῖοι δὶς πρότερον ἐμβαλόντες οὔτε ὅμηρον οὔτε ἄλλο τι εἰλήφεσαν·
ローマ人は以前に二度セゲスティカ地方に侵入したが、人質も他のいかなるものも得ていなかった。
ὅθεν ἦσαν ἐπὶ φρονήματος οἱ Σεγεστανοί.
そのため、セゲスタ人は高い誇りを抱いていた。
ὁ δὲ Καῖσαρ αὐτοῖς ἐπῄει διὰ τῆς Παιόνων γῆς, οὔπω Ῥωμαίοις οὐδὲ τῆσδε ὑπηκόου γενομένης.
しかしカエサルは、いまだローマ人の支配下に入っていなかったパイオニア人の地を通って彼らに進軍した。
ὑλώδης δʼ ἐστὶν ἡ Παιόνων, καὶ ἐπιμήκης ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους.
パイオニア人の地は鬱蒼とした森に覆われ、イアポデス人からダルダニア人に至るまで細長く伸びている。
καὶ οὐ πόλεις ᾤκουν οἱ Παίονες οἵδε, ἀλλʼ ἀγροὺς ἢ κώμας κατὰ συγγένειαν·
このパイオニア人たちは都市に住んでおらず、親族ごとに野原や村に暮らしていた。
οὐδʼ ἐς βουλευτήρια κοινὰ συνῄεσαν, οὐδʼ ἄρχοντες αὐτοῖς ἦσαν ἐπὶ πᾶσιν.
また、共通の議事堂に集まることもなく、全員を統べる統治者もいなかった。
οἱ δʼ ἐν ἡλικίᾳ μάχης ἐς δέκα μυριάδας συνετέλουν.
戦闘年齢に達した男たちは合計で約十万人に上った。
ἀλλʼ οὐδʼ οὗτοι συνῄεσαν ἀθρόοι διʼ ἀναρχίαν.
しかし、無政府状態であったため、彼らも一堂に集まることはなかった。
προσιόντος δʼ αὐτοῖς τοῦ Καίσαρος, ἐς τὰς ὕλας ὑποφυγόντες τοὺς ἀποσκιδναμένους τῶν στρατιωτῶν ἀνῄρουν.
カエサルが彼らに近づくと、彼らは森の中に逃げ込み、本隊から離れたローマ兵たちを殺害した。
ὁ δὲ Καῖσαρ ἕως μὲν ἤλπιζεν αὐτοὺς ἀφίξεσθαι πρὸς αὑτόν, οὔτε τὰς κώμας οὔτε τοὺς ἀγροὺς ἐλυμαίνετο, οὐκ ἀπαντώντων δὲ πάντα ἐνεπίμπρη καὶ ἔκειρεν ἐπὶ ἡμέρας ὀκτώ, ἐς ὃ διῆλθεν ἐς τὴν Σεγεστανῶν, καὶ τήνδε Παιόνων οὖσαν, ἐπὶ τοῦ Σάου ποταμοῦ, ἐν ᾧ καὶ πόλις ἔστιν ἐχυρά, τῷ τε ποταμῷ καὶ τάφρῳ μεγίστῃ διειλημμένη, διὸ καὶ μάλιστα αὐτῆς ἔχρῃζεν ὁ Καῖσαρ, ὡς ταμιείῳ χρησόμενος ἐς τὸν Δακῶν καὶ Βαστερνῶν πόλεμον, οἳ πέραν εἰσὶ τοῦ Ἴστρου, λεγομένου μὲν ἐνταῦθα Δανουβίου, γιγνομένου δὲ μετʼ ὀλίγον Ἴστρου.
カエサルは、彼らが自らのもとにやって来るのを期待している間は、村々も野原も荒らさなかった。 しかし、彼らが応じようとしないため、八日間にわたってすべてを焼き払い掠奪し、ついにセゲスタ人の地に到達した。 この地もまたパイオニア人のものであり、サウス川のほとりにあった。 その川のところには頑強な都市があり、川と巨大な堀によって守られていた。 それゆえカエサルは、イストロス川(この辺りではダヌビオス川と呼ばれ、少し先でイストロス川となる)の向こう側にいるダキア人およびバステルナイ人との戦争において、そこを貯蔵庫として用いるつもりで、特にこの都市を欲していた。
ἐμβάλλει δʼ ὁ Σάος ἐς τὸν Ἴστρον·
サウス川はイストロス川に流れ込んでおり、カエサルのためにサウス川で船が建造されていた。
καὶ αἱ νῆες ἐν τῷ Σάῳ Καίσαρι ἐγίγνοντο, αἳ ἐς τὸν Δανούβιον αὐτῷ τὴν ἀγορὰν διοίσειν ἔμελλον.
それらの船は、ダヌビオス川へと物資を運搬することになっていた。
§423διὰ μὲν δὴ ταῦτα τῆς Σεγέστης ἔχρῃζεν ὁ Καῖσαρ·
実にこうした理由からカエサルはセゲスタを欲していたのである。
προσιόντι δὲ αὐτῷ οἱ Σεγεστανοὶ προσέπεμψαν, πυνθανόμενοι τίνος χρῄζει.
彼が近づくと、セゲスタ人は使者を送り、彼が何を求めているのかを尋ねた。
ὁ δὲ φρουρὰν ἐσαγαγεῖν ἔφη, καὶ ὁμήρους ἑκατὸν λαβεῖν, ἵνʼ ἀσφαλῶς ταμιείῳ τῇ πόλει χρῷτο ἐπὶ Δάκας.
カエサルは、ダキア人に対する貯蔵庫としてこの都市を安全に使用できるよう、駐屯軍を導入し、人質百名を受け取りたいと答えた。
ᾔτει δὲ καὶ σῖτον, ὅσον δύναιντο φέρειν.
また、彼らが提供できる限りの兵糧も要求した。
ταῦθʼ οἱ μὲν πρωτεύοντες ἠξίουν δοῦναι·
指導者たちはこれらを提供すべきだと考えた。
ὁ δὲ δῆμος ἐξαγριαίνων τὰ μὲν ὅμηρα διδόμενα περιεῖδεν, ὅτι ἴσως οὐ παρὰ σφῶν ἀλλὰ τῶν πρωτευόντων παῖδες ἦσαν, προσιούσης δὲ τῆς φρουρᾶς τὴν ὄψιν οὐκ ἐνεγκόντες ὁρμῇ μανιώδει τὰς πύλας αὖθις ἀπέκλειον καὶ αὑτοὺς τοῖς τείχεσιν ἐπέστησαν.
しかし民衆は激昂し、人質が差し出されることについては、それがおそらく自分たちの子ではなく指導者たちの子であったために見過ごしたが、駐屯軍が近づいてくるその光景には耐えられず、狂気のような勢いで再び門を閉ざし、自ら城壁に陣取った。
ὁ οὖν Καῖσαρ τόν τε ποταμὸν ἐγεφύρου, καὶ χάρακας καὶ τάφρους πάντοθεν ἐποιεῖτο, ἀποτειχίσας δʼ αὐτοὺς δύο χώματα ἔχου.
そこでカエサルは川に橋を架け、四方に柵と堀を巡らせ、彼らを封鎖した上で二つの土塁を築き始めた。
οἷς ἐπέδραμον μὲν οἱ Σεγεστανοὶ πολλάκις, οὐ δυνηθέντες δʼ ἑλεῖν λαμπάδας καὶ πῦρ πολὺ ἄνωθεν ἐπέβαλλον.
セゲスタ人は何度もこれらの土塁を襲撃したが、奪取することができず、上方から松明や多量の火を投げ落とした。
προσιούσης δʼ αὐτοῖς Παιόνων ἑτέρων βοηθείας, ὁ Καῖσαρ ὑπαντήσας ἐνήδρευσεν αὐτήν·
彼らに向けた別のパイオニア人の救援軍が近づくと、カエサルはこれを迎撃して待ち伏せ攻撃を仕掛けた。
καὶ οἱ μὲν ἀνῃρέθησαν, οἱ δʼ ἔφυγον, καὶ οὐδεὶς ἔτι Παιόνων ἐβοήθει.
救援軍の一部は殺害され、残りは逃亡し、もはやパイオニア人で救援に来る者は誰もいなくなった。
§424οἱ Σεγεστανοὶ δὲ πᾶσαν πολιορκίαν ὑποστάντες ἡμέρᾳ τριακοστῇ κατὰ κράτος ἐλήφθησαν, καὶ τότε πρῶτον ἤρξαντο ἱκετεύειν.
セゲスタ人はあらゆる包囲戦に耐え抜いたが、三十日目に力尽きて攻め落とされ、その時初めて嘆願を始めた。
καὶ αὐτοὺς ὁ Καῖσαρ ἐπαίνῳ τε τῆς ἀρετῆς καὶ ἐλέῳ τῆς ἱκεσίας οὔτε ἔκτεινεν οὔτε ἀνέστησεν, ἀλλὰ χρήμασιν ἐζημίωσε, καὶ τῆς πόλεως μέρος διατειχίσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν πέντε καὶ εἴκοσι σπειρῶν.
カエサルは、彼らの勇敢さを称賛し、またその嘆願を憐れんで、彼らを処刑することも追放することもしなかったが、罰金を科し、都市の一部を壁で区切って、そこに二十五個コホルスからなる駐屯軍を導入した。
καὶ ὁ μὲν τάδʼ ἐργασάμενος ἐς Ῥώμην ἀνέζευξεν, ὡς ἦρος ἐπανήξων ἐς τὴν Ἰλλυρίδα.
こうして彼はこれらの戦後処理を終えると、春になったらイルリアに戻るつもりで、ローマへと引き揚げた。
φήμης δʼ ἐπιδραμούσης ὅτι τὴν φρουρὰν οἱ Σεγεστανοὶ διέφθειραν, ἐξέθορε χειμῶνος.
しかし、セゲスタ人が駐屯軍を全滅させたという噂が急速に広まると、彼は冬の間に急遽出撃した。
καὶ τὸ μὲν τέλος τῆς φήμης ψευδὲς ηὗρε, τὴν δὲ αἰτίαν ἀληθῆ·
彼はその噂の結末は虚偽であり、原因は真実であることを知った。
ἐγεγόνεσαν γὰρ ἐν κινδύνῳ, τῶν Σεγεστανῶν αὐτοὺς ἄφνω περιστάντων, καὶ πολλοὺς τὸ αἰφνίδιον ἀπωλωλέκει, τῆς δʼ ἐπιούσης προελθόντες ἐκράτουν τῶν Σεγεστανῶν.
というのも、彼らはセゲスタ人に突然包囲されて危機に陥っており、不意の襲撃によって多くの者が戦死していたが、翌日には打って出てセゲスタ人を圧倒していたからである。
ὁ οὖν Καῖσαρ ἐπὶ Δαλμάτας μετῄει, γένος ἕτερον Ἰλλυριῶν, Ταυλαντίοις ὅμορον.
そこでカエサルは、タウランティ人に隣接するイルリア人の別の一派であるダルマティア人へと向かった。

語釈・文法注

  1. 422Παιόνων — アッピアノスはパンノニア人(Pannonians)を指すのに、しばしば古典的な「パイオニア人」(Paeonians)という名称を用いている。
  2. 422ὡς ταμιείῳ χρησόμενος — 接続詞 ὡς と未来分詞 χρησόμενος(χράομαι の未来)が組み合わさり、主語(カエサル)の主観的な意図・目的(「〜として用いるつもりで」)を表している。
  3. 423τὰ μὲν ὅμηρα διδόμενα περιεῖδεν — 動詞 περιεῖδεν(περιοράω のアオリスト)は、分詞 διδόμενα を伴って「人質が差し出されるのを見過ごした(容認した)」という意味になる。
  4. 424τὸ μὲν τέλος τῆς φήμης ψευδὲς ηὗρε, τὴν δὲ αἰτίαν ἀληθῆ — 対比される τέλος(結果、ここでは「守備隊が全滅したという噂の結末」)と αἰτία(原因、ここでは「急襲されて危機に陥ったという事実」)が、それぞれ ηὗρε(ηὑρίσκω のアオリスト)の目的語となっている。

この箇所を引用する

アッピアノス, イリュリア戦記 §422-424. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:422-424

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。