Humanitext Reader

アッピアノス · イリュリア戦記 §419-421

アウグストゥスによるメトゥロス攻略と陥落

7 / 10 箇所 · ギリシア語

要旨

カエサルがイアポデス人の中心都市メトゥロスを攻める。激しい抵抗と橋の崩落による負傷を乗り越えてカエサルが意志の強さを示した結果、メトゥロスは降伏し、最終的に自ら命を絶つ悲劇とともに滅亡する。

§419ἐπὶ δʼ ἑτέραν πόλιν ἐχώρει, Μετοῦλον, ἣ τῶν Ἰαπόδων ἐστὶ κεφαλή, κεῖται δʼ ἐν ὄρει σφόδρα ὑλώδει ἐπὶ δύο λόφων, οὓς διαιρεῖ χαράδρα στενή.
彼は別の都市、すなわちイアポデス人の中心都市であるメトゥロスへと進んだ。 そこは非常に鬱蒼とした森に覆われた山の中の二つの丘の上にあり、その間を狭い谷が隔てていた。
καὶ ἡ νεότης ἦν ἀμφὶ τοὺς τρισχιλίους μαχίμους τε καὶ σφόδρα εὐόπλους·
そして(都市の)若者たちは、約三千人の戦闘能力が高く、かつ非常に重武装した者たちであった。
οἳ Ῥωμαίους τὰ τείχη σφῶν περιστάντας εὐκόλως ἀπεκρούοντο.
彼らは、自らの城壁を取り囲むローマ人を容易に撃退した。
οἱ δὲ χῶμα ἤγειρον· καὶ οἱ Μετοῦλοι τό τε χῶμα νυκτὸς καὶ ἡμέρας ἐκτρέχοντες ἠνώχλουν, καὶ τοὺς ἄνδρας ἀπὸ τοῦ τείχους μηχαναῖς κατεπόνουν, ἃς ἐσχήκεσαν ἐκ τοῦ πολέμου ὃν Δέκμος Βροῦτος ἐνταῦθα ἐπολέμησεν Ἀντωνίῳ τε καὶ τῷ Σεβαστῷ.
ローマ人たちは土塁を築いたが、メトゥロスの人々は昼夜を問わず出撃してその土塁の作業を妨害し、また、デキムス・ブルトゥスがかつてこの地でアントニウスおよびアウグストゥスと戦った戦争の際から保持していた兵器を用いて、城壁からローマ兵たちを苦しめた。
πονοῦντος δὲ κἀκείνοις ἤδη τοῦ τείχους, οἵδʼ ὑπετείχισαν ἔνδοθεν, καὶ τὸ κεκμηκὸς ἐκλιπόντες μετεπήδησαν ἐς τὸ νεότευκτον·
しかし彼らの方も城壁がすでに崩れそうになると、内側に別の壁を築き、弱まった壁を捨てて新しく築いた壁へと飛び移った。
οἱ δὲ Ῥωμαῖοι τὸ μὲν ἐκλειφθὲν λαβόντες ἐνέπρησαν, κατὰ δὲ τοῦ ἄλλου δύο χώματα ἔχουν, καὶ ἀπʼ αὐτῶν γεφύρας τέσσαρας ἐξέτεινον ἐς τὸ τεῖχος.
ローマ人たちは遺棄された壁を占拠して火を放ち、もう一方の壁に対して二つの土塁を築き、そこから城壁へと四つの架け橋を渡した。
γενομένων δὲ τούτων ὁ Καῖσαρ περιέπεμψέ τινας ἐς τὰ ὀπίσθια τῆς πόλεως, περισπᾶν τοὺς Μετούλους, τοῖς δʼ ἄλλοις προσέταξε περᾶν ἐς τὰ τείχη.
これが完了すると、カエサルはメトゥロスの人々の注意をそらすために、数名を都市の背後へと回り込ませ、他の兵たちには橋を通って城壁へと渡るよう命じた。
διὰ τῶν γεφυρῶν. καὶ αὐτὸς ἐς ὑψηλὸν πύργον ἀναβὰς ἑώρα.
そして彼自身は高い塔に登って戦況を見守っていた。
§420οἱ βάρβαροι δὲ τοῖς περῶσιν ὑπήντων τε ἐκ μετώπου κατὰ τὸ τεῖχος, καὶ ὑφεδρεύοντες ἕτεροι τὰς γεφύρας μακροῖς δόρασιν ὑπεκέντουν, μᾶλλόν τε ἐθάρρησαν μιᾶς γεφύρας καὶ δευτέρας ἐπʼ ἐκείνῃ πεσούσης.
異民族たちは、渡ってくるローマ兵を城壁の正面から迎え撃ち、また別の者たちは下に潜んで、長い槍で橋を底から突き刺した。 そして、一つの橋が崩れ、続いて二つ目の橋も崩れ落ちると、彼らはさらに勢いづいた。
ὡς δὲ καὶ ἡ τρίτη συνέπεσε, φόβος ἤδη παντελὴς τοὺς Ῥωμαίους ἐπεῖχε, καὶ οὐδεὶς τῆς τετάρτης ἐπέβαινεν, ἕως ὁ Καῖσαρ ἐκ τοῦ πύργου καταθορὼν ὠνείδιζεν αὐτούς.
三つ目の橋までもが崩れ落ちると、ローマ兵たちには完全に恐怖が広がり、カエサルが塔から駆け下りてきて彼らを叱りつけるまで、誰も四つ目の橋に足を踏み入れようとはしなかった。
ἀλλὰ καὶ ὣς οὐκ ἐρεθιζομένων, αὐτὸς ἀσπίδα λαβὼν ἐπὶ τὴν γέφυραν ἵετο δρόμῳ.
しかし、それでも彼らが奮い立たなかったため、彼自身が盾を手に取り、走って橋へと向かった。
συνέθεον δʼ αὐτῷ τῶν ἡγεμόνων Ἀγρίππας τε καὶ Ἱέρων καὶ ὁ σωματοφύλαξ Λοῦτος καὶ Οὐόλας, τέσσαρες οἵδε μόνοι, καὶ τῶν ὑπασπιστῶν ὀλίγοι.
彼とともに走ったのは、将軍たちの中からはアグリッパ、ヒエロン、そして護衛兵のルトゥスとウォラス、これらわずか四人のみであり、あとは数名の従卒だけであった。
ἤδη δʼ αὐτοῦ τὴν γέφυραν περῶντος, ἐν αἰδοῖ γενόμενος ὁ στρατὸς ἀνεπήδησεν ἄθρους.
カエサルがすでに橋を渡りかけると、軍隊は恥じる気持ちに駆られて、一斉に飛び出した。
καὶ πάλιν ἡ γέφυρα βαρηθεῖσα καταπίπτει, καὶ οἱ ἄνδρες ὑπʼ αὐτῆς ἀθρόοι κατεχώννυντο, καὶ οἱ μὲν ἀπέθανον αὐτῶν, οἱ δὲ συντριβέντες ἐφέροντο.
すると再び橋が重みに耐えかねて崩落し、その下にいた多くの男たちが一斉に押しつぶされ、そのうちの何人かは死亡し、他の者たちは骨折などの重傷を負って運び去られた。
ὁ δὲ Καῖσαρ ἐπλήγη μὲν τὸ σκέλος τὸ δεξιὸν καὶ τοὺς βραχίονας ἄμφω, ἀνέδραμε δʼ ὅμως εὐθὺς ἐπὶ τὸν πύργον μετὰ τῶν συμβόλων, καὶ ἑαυτὸν ἔδειξεν ἐρρωμένον, μή τις ὡς ἀποθανόντος γένοιτο θόρυβος.
カエサル自身も右脚と両腕を負傷したが、それでも軍旗を携えてすぐに塔へと駆け登り、彼が死んだというデマによる混乱が起きないよう、自らが無事であることを示した。
ἵνα δὲ μηδʼ οἱ πολέμιοι νομίσειαν αὐτὸν ἐνδώσειν ἀναχωρήσαντα, εὐθὺς ἑτέρας ἐπήγνυτο γεφύρας.
また、敵が、彼が撤退して屈服するだろうと思わないように、すぐに別の橋を架けさせた。
ὃ καὶ μάλιστα κατέπληξε τοὺς Μετούλους ὡς ὑπὸ γνώμης ἀμάχου πολεμουμένους.
このことが、自分たちは屈することのない意志を持つ者と戦っているのだと悟らせ、メトゥロスの人々を何よりも驚愕させた。
§421καὶ τῆς ἐπιούσης πρεσβευσάμενοι πρὸς αὐτὸν ὁμήρους τε πεντήκοντα ἔδοσαν, οὓς ὁ Καῖσαρ ἐπελέξατο, καὶ φρουρὰν ὑποσχόμενοι δέξεσθαι τὸν ὑψηλότερον λόφον τοῖς φρουροῖς ἀπέλιπον, αὐτοὶ δὲ μετεχώρουν ἐς τὸν ἕτερον.
そして翌日、彼らは彼に使節を送り、カエサルが選んだ五十人の人質を引き渡し、駐屯軍を受け入れることを約束して、高い方の丘を守備兵のために空け渡し、自らはもう一方の丘へと移った。
ἐπεὶ δὲ ἐσελθοῦσα ἡ φρουρὰ τὰ ὅπλα αὐτοὺς ἐκέλευεν ἀποθέσθαι, οἱ δὲ ἠγανάκτησάν τε, καὶ τὰ γύναια σφῶν καὶ τοὺς παῖδας ἐς τὸ βουλευτήριον συγκλείσαντες, καὶ φυλακὴν ἐπιστήσαντες, οἷς εἴρητο, εἴ τι ἀηδὲς γίγνοιτο περὶ αὐτούς, ἐμπρῆσαι τὸ βουλευτήριον, ἐπεχείρουν τοῖς Ῥωμαίοις αὐτοὶ μετʼ ἀπονοίας.
しかし、駐屯軍が侵入して彼らに武器を捨てるよう命じると、彼らは憤慨し、自らの妻や子供たちを議事堂に閉じ込め、彼らに何か不測の事態が起きた場合には議事堂に火を放つよう命じて番兵を配置した上で、自らは死を覚悟してローマ人に立ち向かった。
οἷα δʼ ὑψηλοτέροις ἐπιχειροῦντες ἐκ ταπεινοῦ, συνεχώσθησαν ἀθρόοι, καὶ οἱ φύλακες τὸ βουλευτήριον κατέπησαν, πολλαί τε τῶν γυναικῶν ἑαυτάς τε καὶ τὰ τέκνα διεχρῶντο, αἱ δὲ καὶ ζῶντα ἔτι φέρουσαι ἐς τὸ πῦρ ἐνήλαντο, ὡς ἀπολέσθαι τῶν Μετούλων τήν τε νεότητα πᾶσαν ἐν τῇ μάχῃ καὶ τῶν ἀχρείων τὸ πλέον τῷ πυρί. συγκατεφλέγη δὲ αὐτοῖς καὶ ἡ πόλις, καὶ οὐδὲν ἦν ἴχνος μεγίστης ἐκεῖθι γενομένης. Μετούλου δʼ ἁλούσης οἱ λοιποὶ τῶν Ἰαπόδων καταπλαγέντες ἑαυτοὺς ἐπέτρεψαν τῷ Καίσαρι.
しかし、低い場所から高い場所にいる敵を攻めたため、彼らは一網打尽に打ち倒され、番兵たちは議事堂を焼き払い、多くの女性たちが自分自身と子供たちの命を絶ち、ある者たちは生きたまま子供を抱いて火の中に飛び込んだ。 こうして、メトゥロスの若者全員が戦闘で死亡し、戦う力のない者たちの大部分が火災によって失われた。 都市もまた彼らとともに完全に焼け落ち、そこに、かつて非常に大きな都市があったという痕跡すら残らなかった。
Ἰάποδες μὲν οὖν οἱ πέραν Ἄλπεων τότε πρῶτον Ῥωμαίων ὑπήκουσαν·
メトゥロスが陥落すると、イアポデス人の残りの者たちは恐れおののき、カエサルに身を委ねた。 こうして、アルプスを越えた向こう側のイアポデス人は、この時初めてローマ人に従属したのである。
καὶ αὐτῶν Ποσηνοὺς ἀποχωρήσαντος τοῦ Καίσαρος ἀποστάντας ἐπιπεμφθεὶς αὐτοῖς Μᾶρκος Ἕλουιος εἷλε, καὶ τοὺς μὲν αἰτίους ἔκτεινε, τοὺς δὲ λοιποὺς ἀπέδοτο.
そして、カエサルが去った後に彼らの中で反乱を起こしたポセノイを、彼らに対して派遣されたマルクス・ヘルウィウスが征服し、首謀者たちを処刑し、残りの者たちを奴隷として売却した。

語釈・文法注

  1. §419ἃς ἐσχήκεσαν — 先行詞は女性複数の μηχαναῖς(兵器)であり、関係代名詞 ἃς は関係節内の動詞 ἐσχήκεσαν の直接目的語。過去完了形は、過去(デキムス・ブルトゥスの戦い)に獲得された兵器が、現在の文脈まで保管されていたことを表す。
  2. §420ὡς ὑπὸ γνώμης ἀμάχου πολεμουμένους — 接頭辞 ὡς は受動態現在分詞 πολεμουμένους(Меτούλους を修飾)に係り、主観的な理由や認識(「〜であるかのように」)を表す。行為の主体は前置詞句 ὑπὸ γνώμης ἀμάχου(屈することのない意志によって)で示される。
  3. §421οἷα δʼ ὑψηλοτέροις ἐπιχειροῦντες ἐκ ταπεινοῦ — 接続詞 οἷα と分詞 ἐπιχειροῦντες(「攻撃する」)の組み合わせは、客観的な事実に基づく原因(「〜であるからこそ」)を表す。動詞 ἐπιχειρέω は与格(ὑψηλοτέροις「より高い位置にいる者たち」)を支配し、対比的に「低い位置から」を意味する前置詞句 ἐκ ταπεινοῦ が添えられている。
  4. §421οἷς εἴρητο — 関係代名詞与格 οἷς は、「〜と命じられていた番兵たち」を表す。動詞 εἴρητο は λέγω の過去完了中動・受動3人称単数で、非人称的に用いられており、後続の不定詞 ἐμπρῆσαι がその実質的な主語(「放火することが彼らに命じられていた」)となっている。

この箇所を引用する

アッピアノス, イリュリア戦記 §419-421. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:419-421

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。