§422ἐς δὲ τὴν Σεγεστικὴν γῆν οἱ Ῥωμαῖοι δὶς πρότερον ἐμβαλόντες οὔτε ὅμηρον οὔτε ἄλλο τι εἰλήφεσαν· ὅθεν ἦσαν ἐπὶ φρονήματος οἱ Σεγεστανοί.
The Romans, having twice before invaded the Segestan territory, had taken neither hostages nor anything else; wherefore the Segestani were of high spirit.
ὁ δὲ Καῖσαρ αὐτοῖς ἐπῄει διὰ τῆς Παιόνων γῆς, οὔπω Ῥωμαίοις οὐδὲ τῆσδε ὑπηκόου γενομένης.
But Caesar marched against them through the land of the Paeonians, which was not yet subject to the Romans either.
ὑλώδης δʼ ἐστὶν ἡ Παιόνων, καὶ ἐπιμήκης ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους.
The Paeonians' land is woody and extends long from the Iapodes to the Dardani.
καὶ οὐ πόλεις ᾤκουν οἱ Παίονες οἵδε, ἀλλʼ ἀγροὺς ἢ κώμας κατὰ συγγένειαν· οὐδʼ ἐς βουλευτήρια κοινὰ συνῄεσαν, οὐδʼ ἄρχοντες αὐτοῖς ἦσαν ἐπὶ πᾶσιν.
And these Paeonians did not inhabit cities, but fields or villages according to kinship; nor did they meet in common council-chambers, nor did they have rulers over all of them.
οἱ δʼ ἐν ἡλικίᾳ μάχης ἐς δέκα μυριάδας συνετέλουν.
And those of military age amounted to a hundred thousand.
ἀλλʼ οὐδʼ οὗτοι συνῄεσαν ἀθρόοι διʼ ἀναρχίαν.
But not even these came together in a body on account of anarchy.
προσιόντος δʼ αὐτοῖς τοῦ Καίσαρος, ἐς τὰς ὕλας ὑποφυγόντες τοὺς ἀποσκιδναμένους τῶν στρατιωτῶν ἀνῄρουν.
And as Caesar approached them, fleeing into the woods they killed those of the soldiers who straggled.
ὁ δὲ Καῖσαρ ἕως μὲν ἤλπιζεν αὐτοὺς ἀφίξεσθαι πρὸς αὑτόν, οὔτε τὰς κώμας οὔτε τοὺς ἀγροὺς ἐλυμαίνετο, οὐκ ἀπαντώντων δὲ πάντα ἐνεπίμπρη καὶ ἔκειρεν ἐπὶ ἡμέρας ὀκτώ, ἐς ὃ διῆλθεν ἐς τὴν Σεγεστανῶν, καὶ τήνδε Παιόνων οὖσαν, ἐπὶ τοῦ Σάου ποταμοῦ, ἐν ᾧ καὶ πόλις ἔστιν ἐχυρά, τῷ τε ποταμῷ καὶ τάφρῳ μεγίστῃ διειλημμένη, διὸ καὶ μάλιστα αὐτῆς ἔχρῃζεν ὁ Καῖσαρ, ὡς ταμιείῳ χρησόμενος ἐς τὸν Δακῶν καὶ Βαστερνῶν πόλεμον, οἳ πέραν εἰσὶ τοῦ Ἴστρου, λεγομένου μὲν ἐνταῦθα Δανουβίου, γιγνομένου δὲ μετʼ ὀλίγον Ἴστρου.
But Caesar, as long as he hoped they would come to him, injured neither the villages nor the fields; but when they did not meet him, he burned and ravaged everything for eight days, until he passed through into the land of the Segestani, this also being Paeonian, on the river Saus, in which there is also a strong city, protected by both the river and a very large trench; for which reason especially Caesar desired it, intending to use it as a storehouse for the war against the Dacians and Bastarnae, who are beyond the Ister, which is called Danube here, but shortly after becomes the Ister.
ἐμβάλλει δʼ ὁ Σάος ἐς τὸν Ἴστρον· καὶ αἱ νῆες ἐν τῷ Σάῳ Καίσαρι ἐγίγνοντο, αἳ ἐς τὸν Δανούβιον αὐτῷ τὴν ἀγορὰν διοίσειν ἔμελλον.
The Saus empties into the Ister; and the ships were being prepared for Caesar on the Saus, which were to carry supplies for him into the Danube.
§423διὰ μὲν δὴ ταῦτα τῆς Σεγέστης ἔχρῃζεν ὁ Καῖσαρ· προσιόντι δὲ αὐτῷ οἱ Σεγεστανοὶ προσέπεμψαν, πυνθανόμενοι τίνος χρῄζει.
For these reasons indeed Caesar desired Segesta; and as he was approaching, the Segestani sent to him, asking what he wanted.
ὁ δὲ φρουρὰν ἐσαγαγεῖν ἔφη, καὶ ὁμήρους ἑκατὸν λαβεῖν, ἵνʼ ἀσφαλῶς ταμιείῳ τῇ πόλει χρῷτο ἐπὶ Δάκας.
And he said he wanted to introduce a garrison and to take a hundred hostages, so that he might safely use the city as a storehouse against the Dacians.
ᾔτει δὲ καὶ σῖτον, ὅσον δύναιντο φέρειν.
He also asked for grain, as much as they could bring.
ταῦθʼ οἱ μὲν πρωτεύοντες ἠξίουν δοῦναι· ὁ δὲ δῆμος ἐξαγριαίνων τὰ μὲν ὅμηρα διδόμενα περιεῖδεν, ὅτι ἴσως οὐ παρὰ σφῶν ἀλλὰ τῶν πρωτευόντων παῖδες ἦσαν, προσιούσης δὲ τῆς φρουρᾶς τὴν ὄψιν οὐκ ἐνεγκόντες ὁρμῇ μανιώδει τὰς πύλας αὖθις ἀπέκλειον καὶ αὑτοὺς τοῖς τείχεσιν ἐπέστησαν.
These things the leading men thought right to give; but the common people, growing wild, tolerated the giving of hostages, because perhaps they were not their own children but those of the leading men; but when the garrison approached, unable to bear the sight, they closed the gates again in a mad rush and stationed themselves on the walls.
ὁ οὖν Καῖσαρ τόν τε ποταμὸν ἐγεφύρου, καὶ χάρακας καὶ τάφρους πάντοθεν ἐποιεῖτο, ἀποτειχίσας δʼ αὐτοὺς δύο χώματα ἔχου.
Therefore Caesar bridged the river, and constructed palisades and trenches on all sides, and having shut them off, he constructed two mounds.
οἷς ἐπέδραμον μὲν οἱ Σεγεστανοὶ πολλάκις, οὐ δυνηθέντες δʼ ἑλεῖν λαμπάδας καὶ πῦρ πολὺ ἄνωθεν ἐπέβαλλον.
Against which the Segestani often made sallies, but not being able to capture them, they threw down torches and much fire from above.
προσιούσης δʼ αὐτοῖς Παιόνων ἑτέρων βοηθείας, ὁ Καῖσαρ ὑπαντήσας ἐνήδρευσεν αὐτήν· καὶ οἱ μὲν ἀνῃρέθησαν, οἱ δʼ ἔφυγον, καὶ οὐδεὶς ἔτι Παιόνων ἐβοήθει.
And as another force of Paeonians was coming to help them, Caesar met and ambushed it; and some of them were killed, others fled, and no one of the Paeonians came to help anymore.
§424οἱ Σεγεστανοὶ δὲ πᾶσαν πολιορκίαν ὑποστάντες ἡμέρᾳ τριακοστῇ κατὰ κράτος ἐλήφθησαν, καὶ τότε πρῶτον ἤρξαντο ἱκετεύειν.
And the Segestani, having endured every kind of siege, were taken by storm on the thirtieth day, and then for the first time began to supplicate.
καὶ αὐτοὺς ὁ Καῖσαρ ἐπαίνῳ τε τῆς ἀρετῆς καὶ ἐλέῳ τῆς ἱκεσίας οὔτε ἔκτεινεν οὔτε ἀνέστησεν, ἀλλὰ χρήμασιν ἐζημίωσε, καὶ τῆς πόλεως μέρος διατειχίσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν πέντε καὶ εἴκοσι σπειρῶν.
And Caesar, both praising their courage and pitying their supplication, neither put them to death nor displaced them, but fined them in money, and having walled off a part of the city, introduced into it a garrison of twenty-five cohorts.
καὶ ὁ μὲν τάδʼ ἐργασάμενος ἐς Ῥώμην ἀνέζευξεν, ὡς ἦρος ἐπανήξων ἐς τὴν Ἰλλυρίδα.
And having done these things, he marched back to Rome, intending to return to Illyria in the spring.
φήμης δʼ ἐπιδραμούσης ὅτι τὴν φρουρὰν οἱ Σεγεστανοὶ διέφθειραν, ἐξέθορε χειμῶνος.
But when a rumor spread rapidly that the Segestani had destroyed the garrison, he rushed out in winter.
καὶ τὸ μὲν τέλος τῆς φήμης ψευδὲς ηὗρε, τὴν δὲ αἰτίαν ἀληθῆ· ἐγεγόνεσαν γὰρ ἐν κινδύνῳ, τῶν Σεγεστανῶν αὐτοὺς ἄφνω περιστάντων, καὶ πολλοὺς τὸ αἰφνίδιον ἀπωλωλέκει, τῆς δʼ ἐπιούσης προελθόντες ἐκράτουν τῶν Σεγεστανῶν.
And he found the end of the rumor false, but the cause true; for they had been in danger, the Segestani having suddenly surrounded them, and the sudden attack had destroyed many, but on the following day, sallying out, they overcame the Segestani.
ὁ οὖν Καῖσαρ ἐπὶ Δαλμάτας μετῄει, γένος ἕτερον Ἰλλυριῶν, Ταυλαντίοις ὅμορον.
Therefore Caesar went against the Dalmatians, another tribe of Illyrians, neighboring the Taulantii.