§525οἱ Δαλμάται δʼ ἐξ οὗ τὰς ὑπὸ Γαβινίῳ πέντε τάξεις ἀνῃρήκεσαν καὶ τὰ σημεῖα εἰλήφεσαν, ἐπαρθέντες ἐπὶ τῷδε τὰ ὅπλα οὐκ ἀπετέθειντο ἔτεσιν ἤδη δέκα, ἀλλὰ καὶ τοῦ Καίσαρος ἐπιόντος αὐτοῖς συμμαχήσειν ἀλλήλοις συνετίθεντο.
ダルマティア人は、ガビニウス配下の五つのコホルスを全滅させて軍旗を奪って以来、このことに勢いづいて、すでに十年間も武器を置いていなかったが、カエサルが自分たちに近づいてくると、互いに同盟を結ぶことを合意した。
καὶ ἦσαν οἱ μαχιμώτατοι μυρίων καὶ δισχιλίων πλείους, ὧν στρατηγὸν Οὐέρσον αἱροῦνται.
そのうち最も戦闘力のある者は一万二千人を超え、彼らはその将軍にウエルススを選んだ。
ὁ δὲ Πρωμόναν αὖθις, τὴν τῶν Λιβυρνῶν πόλιν, καταλαβὼν ὠχύρου, καὶ τἆλλα οὖσαν ἐκφυῶς ὀχυρωτάτην·
ウエルススは、リブルニア人の都市であるプロモナを再び占領して要塞化した。 この都市は他の点でも極めて険しい要塞であった。
ὄρειον γάρ ἐστι τὸ χωρίον, καὶ αὐτῷ περίκεινται λόφοι πάντοθεν ὀξεῖς οἷα πρίονες.
なぜなら、その場所は山がちであり、周囲には鋸のように切り立った丘がいたるところに取り囲んでいたからである。
ἐν μὲν δὴ τῇ πόλει τὸ πλέον ἦν, ἐν δὲ τοῖς λόφοις διέθηκεν Οὐέρσος φρούρια·
都市の中には兵力の大部分が置かれ、丘の上にはウエルススが砦を配置した。
καὶ πάντες ἐφεώρων τὰ Ῥωμαίων ἀφʼ ὑψηλοῦ.
そして彼らは全員、高みからローマ軍の動きを見下ろしていた。
ὁ δὲ Καῖσαρ ἐς μὲν τὸ φανερὸν πάντας ἀπετείχιζε, λάθρᾳ δὲ τοὺς εὐτολμοτάτους ἔπεμπε ζητεῖν ἄνοδον ἐς τὸν ἀκρότατον τῶν λόφων.
一方、カエサルは、表向きは彼ら全員を包囲壁で囲もうとしたが、密かに最も勇敢な者たちを送り、丘の最高峰への登り道を探させた。
καὶ οἱ μέν, τῆς ὕλης αὐτοὺς ἐπικαλυπτούσης, νυκτὸς ἐμπίπτουσι τοῖς φύλαξιν εὐναζομένοις, καὶ κτείνουσιν αὐτούς, καὶ τῷ Καίσαρι κατέσεισαν ὑπὸ λύγῃ·
彼らは、森が自分たちを覆い隠している中、夜間に就寝中の守備兵たちに襲いかかって彼らを殺害し、夜明け前の薄明の中でカエサルに合図を送った。
ὁ δὲ τῆς τε πόλεως ἐς πεῖραν ᾔει τῷ πλέονι στρατῷ, καὶ ἐς τὸ εἰλημμένον ἄκρον ἑτέρους ἐφʼ ἑτέροις ἔπεμπεν, οἳ τοῖς ἄλλοις λόφοις ἐπικατῄεσαν.
そこでカエサルは、主力軍を率いて都市の攻略を試みる一方で、占領された山頂へ次々と別の部隊を送り、彼らは他の丘へと下っていった。
φόβος τε καὶ θόρυβος ἦν τοῖς βαρβάροις ὁμοῦ πᾶσιν ἐπιχειρουμένοις πάντοθεν·
四方八方から同時に攻撃されたことで、蛮族全員に恐怖と混乱が襲いかかった。
μάλιστα δὲ οἱ ἐν τοῖς λόφοις ἔδεισαν διὰ τὸ ἄνυδρον, μὴ τῶν διόδων ἀφαιρεθῶσιν.
特に丘の上の者たちは、水がないために退路を断たれることを恐れた。
καὶ συμφεύγουσιν ἐς τὴν Πρωμόναν.
そして彼らは一斉にプロモナへと逃げ込んだ。
§526ὁ δὲ Καῖσαρ αὐτήν τε καὶ δύο λόφους, οἳ ἔτι ἐκρατοῦντο ὑπὸ τῶν πολεμίων, ὁμοῦ περιετείχιζε, τεσσαράκοντα σταδίων περίμετρον.
カエサルは、都市そのものと、未だ敵の支配下にあった二つの丘を同時に包囲壁で囲んだが、その周囲は四十スタディオンに及んだ。
κἀν τούτῳ Τέστιμον Δαλμάτην, στρατὸν ἕτερον ἄγοντα τοῖς ἐν Πρωμόνῃ συμμάχον, ὑπαντήσας ἐδίωκεν ἐς τὰ ὄρη, καὶ ἐφορῶντος ἔτι τοῦ Τεστίμου τὴν Πρωμόναν εἷλεν, οὔπω τῆς περιτειχίσεως τετελεσμένης.
その間に、プロモナの籠城兵の同盟軍として別の軍を率いてやって来たダルマティア人のテスティムスを、カエサルは迎撃して山の中へと追いやった。 そして、テスティムスがなおも見つめている中で、包囲壁が完成する前にプロモナを占領した。
ἐκδραμόντων γὰρ τῶν ἔνδον καὶ συνελαυνομένων ὀξέως, οἱ Ῥωμαῖοι φεύγουσιν αὐτοῖς ἐς τὴν πόλιν συνεσέπεσον, καὶ τὸ τρίτον τούτων ἔνδον ἔκτειναν·
というのも、城内の者が打って出て激しく押し戻された際、ローマ兵が逃げる彼らとともに都市になだれ込み、その三分の一を城内で殺害したからである。
οἱ λοιποὶ δʼ ἐς τὴν ἄκραν ἀνέδραμον.
残りの者は砦へと逃げ上った。
καὶ σπεῖρα Ῥωμαίων ἐφύλασσεν αὐτοὺς ἐπὶ τῶν πυλῶν.
そしてローマ軍の一個コホルスが、門のところで彼らを監視していた。
οἷς προσπίπτουσιν οἱ βάρβαροι νυκτὸς τετάρτης, καὶ ἐξέλιπεν ἡ σπεῖρα τὰς πύλας ὑπὸ δέους.
四日目の夜、蛮族たちがこのコホルスに襲いかかり、コホルスは恐れて門を放棄した。
ὁ δὲ Καῖσαρ τοὺς μὲν πολεμίους ἀνέκοψε τῆς ὁρμῆς, καὶ τῆς ἐπιούσης εἷλε παραδόντας ἑαυτούς·
しかしカエサルは敵の突進を食い止め、翌日、降伏した彼らを捕らえた。
τὴν δὲ σπεῖραν ἣ τὸ φυλάκιον ἐξέλιπε διακληρώσας, ἐζημίωσε θανάτῳ τὸ δέκατον, καὶ λοχαγοὺς ἐπὶ τῷ δεκάτῳ δύο.
そして、守備位置を放棄したコホルスに対してはデシメーション(十分の一刑)を行い、十分の一を死刑に処し、その十分の一に加えて二名の百人隊長も死刑とした。
καὶ τοῖς λοιποῖς ἐκέλευεν ἐκείνου τοῦ θέρους κριθὴν ἀντὶ σίτου τραφῆναι δίδοσθαι.
また、残りの者たちには、その年の夏の間、小麦の代わりに大麦を食糧として配給するよう命じた。
§527οὕτω μὲν ἑάλω Πρωμόνα, Τέστιμος δʼ ὁρῶν διεσκέδασε τὸν στρατὸν ἑαυτοῦ, φεύγειν ἄλλους ἀλλαχοῦ·
このようにしてプロモナは陥落した。 テスティムスはこれを見て自らの軍を解散させ、それぞれ別の方向へと逃走させた。
ὅθεν αὐτοὺς οὐκ ἐδύναντο οἱ Ῥωμαῖοι διώκειν ἐς πολύ, τήν τε διαίρεσιν σφῶν τὴν ἐς πολλὰ δείσαντες, καὶ τὴν ἀπειρίαν τῶν ὁδῶν καὶ τὰ ἴχνη τῆς φυγῆς συγκεχυμένα.
そのため、ローマ軍は彼らを遠くまで追撃することができなかった。 自分たちが多くの部隊に分裂することを恐れたこと、道に不案内であったこと、そして逃走の痕跡が入り乱れていたことが原因である。
Συνόδιον δʼ αἱροῦσι πόλιν ἐν ἀρχῇ τῆς ὕλης, ἐν ᾗ τὸν Γαβινίου στρατὸν ἐνήδρευσαν οἱ Δαλμάται περὶ φάραγγι βαθείᾳ καὶ ἐπιμήκει καὶ μέσῃ δύο ὀρῶν, ἔνθα καὶ τὸν Καίσαρα ἐνήδρευον.
次に、ローマ軍は森の入り口にあるシノディオンという都市を占領した。 この都市において、ダルマティア人は以前、二つの山に挟まれた深く長い峡谷の周辺でガビニウスの軍を待ち伏せ攻撃しており、そこにおいてカエサルをも待ち伏せしようとしていた。
ὁ δὲ τό τε Συνόδιον ἐνέπρησε, καὶ ἐς τὰ ὄρη περιπέμψας ἄνω στρατὸν ἑκατέρωθεν αὐτῷ συμπαρομαρτεῖν, αὐτὸς ᾔει διὰ τῆς φάραγγος, κόπτων τὴν ὕλην καὶ τὰς πόλεις αἱρῶν, καὶ πάντα ἐμπιπρὰς ὅσα κατὰ τὴν ὁδὸν ᾕρει.
しかし、カエサルはシノディオンを焼き払い、山々の上へ両側から自らに並行して進むよう部隊を送り出し、自身は峡谷を通り、森を切り開き、都市を占領し、進路沿いに占領したすべてのものを焼き払いながら進んだ。
πολιορκουμένης δὲ πόλεως Σετουΐας, ἐπῄει τις αὐτοῖς συμμαχία βαρβάρων, ἣν ὁ Καῖσαρ ὑπαντήσας ἐκώλυσεν ἐσδραμεῖν ἐς τὴν Σετουΐαν.
セトゥイアという都市が包囲されている際、蛮族の救援軍が彼らに向かって進軍してきたが、カエサルはこれを迎撃し、セトゥイアに駆け込むのを阻止した。
κἀν τῷ πόνῳ τῷδε ἐπλήγη λίθῳ τὸ γόνυ, καὶ ἐς πολλὰς ἡμέρας ἐθεραπεύετο.
そして、この戦闘において彼は石で膝を負傷し、何日もの間治療を余儀なくされた。
ῥαΐσας δὲ ἐς Ῥώμην ἐπανῆλθεν, ὑπατεύσων σὺν Οὐολκατίῳ Τύλλῳ, Στατίλιον Ταῦρον ἐς τὰ λοιπὰ τοῦ πολέμου καταλιπών.
回復すると、彼はウオルカティウス・トゥッルスとともに執政官職に就くためにローマへと帰還し、残りの戦争の処理のためにスタティリウス・タウルスを後に残した。