§312τοῦ δὲ Καίσαρος ἡγουμένου Κελτῶν, οἱ Δαλμάται οἵδε, καὶ ὅσοι ἄλλοι Ἰλλυριῶν τότε μάλιστα διηυτύχουν, Λιβυρνούς, ἕτερον ἔθνος Ἰλλυριῶν, Πρωμόναν πόλιν ἀφείλοντο·
カエサルがガリアを支配していたとき、これらダルマタイや、当時最も隆盛を誇っていた他のイリュリア人たちは、イリュリア人の別の部族であるリブルニからプロモナという都市を奪い取った。
οἱ δὲ σφᾶς Ῥωμαίοις ἐπιτρέποντες ἐπὶ τὸν Καίσαρα ἐγγὺς ὄντα κατέφευγον.
リブルニは身をローマ人に委ねて、近くにいたカエサルのもとへ逃げ込んだ。
ὁ δὲ ἔπεμψε μέν, καὶ προηγόρευσε τοῖς ἔχουσι τὴν Πρωμόναν ἀποδοῦναι τοῖς Λιβυρνοῖς·
カエサルは(使者をおくり)、プロモナを占拠している者たちに、リブルニへ都市を返還するようあらかじめ告げた。
οὐ φροντισάντων δὲ ἐκείνων τέλος ἔπεμψε στρατοῦ πολλοῦ, οὓς ἅπαντας ἔκτειναν οἱ Ἰλλυριοί.
しかし、彼らがこれを取り合わなかったため、ついに大軍を送ったが、イリュリア人たちはその全員を殺害した。
καὶ ὁ Καῖσαρ οὐκ ἐπεξῆλθεν·
それでもカエサルは追撃しなかった。
οὐ γὰρ ἦν οἱ σχολὴ τότε στασιάζοντι πρὸς Πομπήιον.
というのも、当時ポンペイウスとの内乱に直面していた彼には、その余裕がなかったからである。
ἐκραγείσης δὲ ἐς πόλεμον τῆς στάσεως ὁ μὲν Καῖσαρ μεθʼ ὅσων εἶχεν ἐκ Βρεντεσίου χειμῶνος τὸν Ἰόνιον ἐπέρα καὶ Πομπηίῳ κατὰ Μακεδονίαν ἐπολέμει, τοῦ δʼ ἄλλου στρατοῦ τὸν μὲν Ἀντώνιος ἐς τὴν Μακεδονίαν ἦγε τῷ Καίσαρι, περῶν καὶ ὅδε τὸν Ἰόνιον χειμῶνος ἄκρου, σπείρας δὲ πεζοῦ πεντεκαίδεκα καὶ τρισχιλίους ἱππέας Γαβίνιος ἦγεν αὐτῷ διὰ τῆς Ἰλλυρίδος, περιοδεύων τὸν Ἰόνιον.
この対立が戦争へと勃発すると、カエサルは手元にいた兵とともに冬のさなかにブルンディシウムからイオニア海を渡り、マケドニアでポンペイウスと戦った。 残りの軍勢のうち、アントニウスはある部分をカエサルのもとへ届けるべくマケドニアへと率い、彼もまた冬の終わりにイオニア海を渡った。 一方、ガビニウスは歩兵15個コホルスと騎兵3000騎をカエサルのもとへ率い、イオニア海を陸路で迂回してイリュリスを通過した。
οἱ δὲ Ἰλλυριοὶ φόβῳ τῶν οὐ πρὸ πολλοῦ γεγονότων ἐς Καίσαρα, τὴν νίκην αὐτοῦ νομίζοντες ὄλεθρον γενήσεσθαι ἑαυτοῖς, κτείνουσι πάντα τὸν ὑπὸ τῷ Γαβινίῳ στρατὸν ἐπιδραμόντες, χωρὶς αὐτοῦ Γαβινίου καὶ ὀλίγων διαφυγόντων.
しかしイリュリア人たちは、少し前にカエサルに対して行ったことへの恐れから、彼の勝利が自分たちの破滅になると考え、不意に襲いかかってガビニウス配下のすべての軍勢を殺害した。 ガビニウス自身と、ごく少数の逃亡者を除いて。
καὶ ἐς χρήματα τότε μάλιστα καὶ τὴν ἄλλην ἰσχὺν ἐκ τοσῶνδε λαφύρων ἔστησαν.
そして彼らは、これほど多くの戦利品によって、当時非常に多くの富とその他の勢力を確立した。
§313ὁ δὲ Καῖσαρ ἠσχολεῖτο μὲν ὑπʼ ἀνάγκης ἐς Πομπήιον, καὶ Πομπηίου καθαιρεθέντος ἐς τὰ ὑπόλοιπα τῆς ἐκείνου στάσεως πολυμερῆ γενόμενα, καταστησάμενος δὲ πάντα ἐπανῆλθεν ἐς Ῥώμην, καὶ ἐστράτευεν ἐπὶ Γέτας τε καὶ Παρθυαίους.
カエサルは、必要に迫られてポンペイウスとの戦いで多忙を極め、またポンペイウスが打倒された後は、その内乱の多方面に及ぶ残党の処理で多忙を極めた。 すべてを平定したのち、ローマへ戻り、ゲタエおよびパルティアへの遠征を準備した。
ἔδεισαν οὖν οἱ Ἰλλυριοὶ μὴ ἐν ὁδῷ σφίσιν οὖσιν ἐπιθοῖτο, καὶ πρέσβεις πέμψαντες ἐς Ῥώμην ᾔτουν τε συγγνώμην τῶν γεγονότων καὶ ἐς φίλιαν ἑαυτοὺς καὶ συμμαχίαν ἐδίδοσαν, ὡς περὶ ἔθνους ἀλκίμου μάλιστα σεμνολογούμενοι.
そこでイリュリア人たちは、カエサルが遠征の途中で自分たちを襲撃するのではないかと恐れ、ローマに使節を送ってこれまで起きたことの許しを求め、自分たちを友好と同盟へと差し出し、非常に勇敢な民族であると自らを誇らしげに語った。
ὁ δὲ ἐπειγόμενος ἄρα ἐς Παρθυαίους σεμνότερον ὅμως αὐτοῖς ἀπεκρίνατο, φίλους μὲν οὐ θήσεσθαι τοὺς τοιαῦτα δεδρακότας, συγγνώσεσθαι δέ, εἰ φόρους ὑποσταῖεν καὶ ὅμηρα δοῖεν.
しかし、パルティアへ急いでいたカエサルは、それでも威厳をもって彼らに答えた。 そのような暴挙を働いた者たちを友とはしないが、もし彼らが貢納金を課されることを受け入れ、人質を差し出すならば、許すであろうと。
ὑπισχνουμένων δὲ ἐς ἀμφότερα αὐτῶν Οὐατίνιον ἔπεμψε σὺν στρατοῦ τέλεσι τρισὶ καὶ ἱππεῦσι πολλοῖς, φόρους τε ὀλίγους τάξοντα αὐτοῖς καὶ τὰ ὅμηρα ληψόμενον.
彼らがその両方を約束したので、カエサルはウァティニウスを3つの軍団と多くの騎兵とともに送り、彼らに少額の貢納金を課し、人質を受け取らせようとした。
ἀναιρεθέντος δὲ τοῦ Καίσαρος, ἡγούμενοι τὴν Ῥωμαίων ἰσχὺν ἐν τῷ Καίσαρι γεγονέναι τε καὶ διεφθάρθαι, οὐδὲν ἔτι τοῦ Οὐατινίου κατήκουον, οὔτε ἐς τοὺς φόρους οὔτε ἐς τὰ ἄλλα, βιάζεσθαι δὲ ἐγχειροῦντος αὐτοὶ πέντε τάξεις ἐπιδραμόντες ἔφθειραν, καὶ τὸν ἡγούμενον τῶν τάξεων Βαίβιον, ἄνδρα ἀπὸ βουλῆς.
しかしカエサルが暗殺されると、彼らはローマの権力はカエサルにおいて発生し、彼とともに消滅したものと考え、もはやウァティニウスに一切従わず、貢納金についてもその他のことについても従わなかった。 ウァティニウスが強制しようと試みると、彼らは5つのコホルスを急襲して全滅させ、その指揮官であった元老院議員のバエビウスを殺害した。
καὶ Οὐατίνιος μὲν σὺν τοῖς ὑπολοίποις ἐς Ἐπίδαμνον ἀνεχώρει·
ウァティニウスは残存兵とともにエピダムノスへと退却した。
ἡ δὲ Ῥωμαίων βουλὴ τὸν στρατὸν τόνδε καὶ Μακεδονίαν ἐπʼ αὐτῷ, καὶ Ἰλλυριοὺς ὅσων ἦρχον, ἐνεχείρισε Βρούτῳ Καιπίωνι τῷ κτείναντι Γάιον, ὅτε περ καὶ Συρίαν Κασσίῳ, καὶ τῷδε ἀνδροφόνῳ Γαΐου γενομένῳ.
ローマの元老院は、この軍勢とマケドニア、およびローマ人が支配するイリュリア人を、ガイウスを殺害したブルトゥス・カエピオに委ねた。 それはカッシウスにシリアを委ねたのと同時であり、ガイウスの殺害者となったこの男に(委ねたのである)。
ἀλλὰ καὶ οἵδε, πολεμούμενοι πρὸς Ἀντωνίου καὶ τοῦ δευτέρου Καίσαρος τοῦ Σεβαστοῦ προσαγορευθέντος, ἐς οὐδὲν ἐσχόλασαν Ἰλλυριοῖς.
しかし彼らも、アントニウスおよびアウグストゥスと呼ばれる第二のカエサルから攻められており、イリュリア人に対処する余裕は全くなかった。
§314οἱ δὲ Παίονές εἰσιν ἔθνος μέγα παρὰ τὸν Ἴστρον, ἐπίμηκες ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους, Παίονες μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, καὶ ῥωμαϊστὶ Παννόνιοι, συναριθμούμενοι δὲ ὑπὸ Ῥωμαίων τῇ Ἰλλυρίδι, ὡς προεῖπον.
パイオニア人はイストロス川沿いの大民族であり、イアポデスからダルダノイに及ぶ細長い領域を占める。 彼らはギリシア人からはパイオニア人と呼ばれ、ラテン語ではパンノニア人と呼ばれるが、私が前に言ったように、ローマ人によってイリュリア地方の一部に数えられている。
διὸ καὶ περὶ τῶνδέ μοι δοκεῖ νῦν κατὰ τὰ Ἰλλυρικὰ εἰπεῖν.
したがって、彼らについても今イリュリアの事績の中で述べるのが適当であると私には思われる。
ἔνδοξοι δʼ εἰσὶν ἐκ Μακεδόνων διʼ Ἀγριᾶνας, οἳ τὰ μέγιστα Φιλίππῳ καὶ Ἀλεξάνδρῳ κατεργασάμενοι Παίονές εἰσι τῶν κάτω Παιόνων, Ἰλλυριοῖς ἔποικοι.
彼らはマケドニア人の歴史において、アグリアネス人によって有名である。 アグリアネス人はフィリッポスとアレクサンドロスのために最大の功績を挙げたが、彼らは低地パイオニア人に属し、イリュリア地方の移住者である。
ἐπεὶ δʼ ἐπὶ τοὺς Παίονας ἐστράτευσε Κορνήλιος, κακῶς ἀπαλλάξας μέγα δέος Παιόνων Ἰταλοῖς ἅπασιν ἐνεποίησε, καὶ ἐς πολὺ τοῖς ἔπειτα ὑπάτοις ὄκνον ἐπὶ Παίονας ἐλαύνειν.
コルネリウスがパイオニア人に遠征した際、惨敗したため、全イタリア人にパイオニア人に対する大きな恐怖を植え付け、その後の執政官たちに対して長期にわたり、パイオニア人への遠征に対する躊躇いを生じさせた。
τὰ μὲν δὴ πάλαι τοσαῦτα περὶ Ἰλλυριῶν καὶ Παιόνων ἔσχον εὑρεῖν·
昔のイリュリア人とパイオニア人については、私はこれほどのことを調べることができた。
ἐν δὲ τοῖς ὑπομνήμασι τοῦ δευτέρου Καίσαρος τοῦ κληθέντος Σεβαστοῦ, παλαιότερον μὲν οὐδὲν οὐδʼ ἐν τοῖσδε περὶ Παιόνων ηὗρον.
アウグストゥスと呼ばれた第二のカエサルの回想録の中には、パイオニア人に関してそれより古いことは何も見出せなかった。
§315Ἰλλυριῶν δέ μοι φαίνεται χωρὶς τῶν εἰρημένων ἐθνῶν καὶ ἕτερα Ῥωμαίων προϋπακοῦσαι.
イリュリア人については、上述の諸部族のほかに、別の部族もあらかじめローマに従属したように思われる。
καὶ ὅπως μεν, οὐκ ἔγνων·
それがどのようにしてであったかは、私には分からない。
οὐ γὰρ ἀλλοτρίας πράξεις ὁ Σεβαστός, ἀλλὰ τὰς ἑαυτοῦ συνέγραφεν, ὡς δʼ ἀποστάντας ἐς τοὺς φόρους ἐπανήγαγε, καὶ ἑτέρους ὡς ἀρχῆθεν ἔτι ὄντας αὐτονόμους εἷλε, καὶ πάντας ἐκρατύνατο ὅσοι τὰς κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, βάρβαρα καὶ μάχιμα ἔθνη, καὶ κλοπεύοντα τὴν Ἰταλίαν ὡς γείτονα.
というのも、アウグストゥスは他人の事績ではなく自分自身の事績を記述したからである。 しかし、彼が離反した者たちをどのようにして貢納の義務へと連れ戻し、また最初から自治を保っていた他の者たちをどのように征服したか、そしてアルプスの山頂に住むすべての人々――イタリアの隣人として略奪を行っていた野蛮で好戦的な部族――をどのように平定したかを(彼は書いている)。
καί μοι θαῦμά ἐστιν ὅτι καὶ πολλοὶ καὶ μεγάλοι Ῥωμαίων στρατοὶ ἐπὶ Κελτοὺς καὶ Ἴβηρας διὰ τῶν Ἄλπεων ὁδεύοντες ὑπερεῖδον τάδε τὰ ἔθνη, καὶ οὐδὲ Γάιος Καῖσαρ, εὐτυχέστατος ἐς πολέμους ἀνήρ, ἐξήνυσεν αὐτά, ὅτε Κελτοῖς ἐπολέμει καὶ δέκα ἔτεσιν ἀμφὶ τήνδε τὴν χώραν ἐχείμαζεν.
そして、多くの強大なローマの軍勢が、アルプスを通ってガリアやヒスパニアへ行軍する際に、これらの部族を無視したこと、また戦争において最も幸運な男であったガイウス・カエサルでさえ、ガリア人と戦い、この地域の近くで10年間冬を過ごしたにもかかわらず、彼らを征服しなかったことは、私にとって驚きである。
ἀλλά μοι δοκοῦσιν οἱ μέν, ἐφʼ ἃ ᾑρέθησαν ἐπειγόμενοι, τῆς διόδου τῶν Ἄλπεων μόνης φροντίσαι, ὁ δὲ Γάιος ἀμφί τε τὰ Κελτικὰ γενέσθαι, καὶ τῆς στάσεως τοῦ Πομπηίου τὰ Κελτικὰ ἐπιλαβούσης τὸ τούτων τέλος ὑπερθέσθαι.
しかし私には、他の人々は自らが選ばれた目的を急ぐあまり、アルプスの通過経路だけを気にしたのに対し、ガイウスはガリアの事柄に従事しており、ガリアの事柄がポンペイウスとの内乱に引き継がれたために、彼らの征服を先送りにしたのだと思われる。
φαίνεται μὲν γὰρ καὶ Ἰλλυρίδος ἅμα Κελτοῖς αἱρεθεὶς ἄρχειν, οὐ πάσης δʼ ἄρα ἦρχεν ἀλλʼ ὅση τις ἦν τότε Ῥωμαίοις Ἰλλυρίς.
というのも、彼はガリアと同時にイリュリスの支配権をも任されたように見えるが、イリュリスのすべてを支配したのではなく、当時ローマ人に属していたイリュリスの一部を支配していたにすぎないからである。