Humanitext Reader

阿庇安 · 伊利里亚战记 §312-315

恺萨与奥古斯都对伊利里亚的经略

第 5 段,共 10 段 · 希腊语

内容简介

概述自尤里乌斯·恺萨时代至奥古斯都时代,罗马与以达尔马提亚人为主的伊利里亚人及佩奥尼亚人(潘诺尼亚人)之间的战争经过,以及对阿尔卑斯各部落的平定。

§312τοῦ δὲ Καίσαρος ἡγουμένου Κελτῶν, οἱ Δαλμάται οἵδε, καὶ ὅσοι ἄλλοι Ἰλλυριῶν τότε μάλιστα διηυτύχουν, Λιβυρνούς, ἕτερον ἔθνος Ἰλλυριῶν, Πρωμόναν πόλιν ἀφείλοντο·
当恺萨统治高卢时,这些达尔马提亚人,以及当时最为强盛的其他伊利里亚人,从另一个伊利里亚人部落利布尔尼人手中夺取了普罗莫纳城。
οἱ δὲ σφᾶς Ῥωμαίοις ἐπιτρέποντες ἐπὶ τὸν Καίσαρα ἐγγὺς ὄντα κατέφευγον.
利布尔尼人归顺罗马人,向就在附近的恺萨求助。
ὁ δὲ ἔπεμψε μέν, καὶ προηγόρευσε τοῖς ἔχουσι τὴν Πρωμόναν ἀποδοῦναι τοῖς Λιβυρνοῖς· οὐ φροντισάντων δὲ ἐκείνων τέλος ἔπεμψε στρατοῦ πολλοῦ, οὓς ἅπαντας ἔκτειναν οἱ Ἰλλυριοί.
恺萨便派人前往,预先警告占领普罗莫纳的人将城池归还给利布尔尼人;但由于他们未予理睬,他最终派出了一支大军,而伊利里亚人将他们全部歼灭。
καὶ ὁ Καῖσαρ οὐκ ἐπεξῆλθεν· οὐ γὰρ ἦν οἱ σχολὴ τότε στασιάζοντι πρὸς Πομπήιον.
恺萨并没有进行追击;因为当时他正与庞培交恶,没有闲暇。
ἐκραγείσης δὲ ἐς πόλεμον τῆς στάσεως ὁ μὲν Καῖσαρ μεθʼ ὅσων εἶχεν ἐκ Βρεντεσίου χειμῶνος τὸν Ἰόνιον ἐπέρα καὶ Πομπηίῳ κατὰ Μακεδονίαν ἐπολέμει, τοῦ δʼ ἄλλου στρατοῦ τὸν μὲν Ἀντώνιος ἐς τὴν Μακεδονίαν ἦγε τῷ Καίσαρι, περῶν καὶ ὅδε τὸν Ἰόνιον χειμῶνος ἄκρου, σπείρας δὲ πεζοῦ πεντεκαίδεκα καὶ τρισχιλίους ἱππέας Γαβίνιος ἦγεν αὐτῷ διὰ τῆς Ἰλλυρίδος, περιοδεύων τὸν Ἰόνιον.
当这起冲突爆发为战争时,恺萨在冬季带着他手头仅有的兵力从布隆迪西乌姆渡过爱奥尼亚海,在马其顿与庞培作战,而其余军队中,安东尼为恺萨将一部分率领至马其顿,他也是在冬末渡过爱奥尼亚海;而加比尼乌斯则为他率领十五个步兵大队和三千骑兵穿过伊利里斯,绕过爱奥尼亚海。
οἱ δὲ Ἰλλυριοὶ φόβῳ τῶν οὐ πρὸ πολλοῦ γεγονότων ἐς Καίσαρα, τὴν νίκην αὐτοῦ νομίζοντες ὄλεθρον γενήσεσθαι ἑαυτοῖς, κτείνουσι πάντα τὸν ὑπὸ τῷ Γαβινίῳ στρατὸν ἐπιδραμόντες, χωρὶς αὐτοῦ Γαβινίου καὶ ὀλίγων διαφυγόντων.
但伊利里亚人由于害怕不久前对恺萨所做的事,认为他的胜利将成为自己的毁灭,便发动袭击歼灭了加比尼乌斯麾下的全部军队,仅加比尼乌斯本人和少数人得以逃脱。
καὶ ἐς χρήματα τότε μάλιστα καὶ τὴν ἄλλην ἰσχὺν ἐκ τοσῶνδε λαφύρων ἔστησαν.
他们通过如此丰厚的战利品,在当时确立了极大的财富和其余的势力。
§313ὁ δὲ Καῖσαρ ἠσχολεῖτο μὲν ὑπʼ ἀνάγκης ἐς Πομπήιον, καὶ Πομπηίου καθαιρεθέντος ἐς τὰ ὑπόλοιπα τῆς ἐκείνου στάσεως πολυμερῆ γενόμενα, καταστησάμενος δὲ πάντα ἐπανῆλθεν ἐς Ῥώμην, καὶ ἐστράτευεν ἐπὶ Γέτας τε καὶ Παρθυαίους.
恺萨由于迫于无奈,一直忙于对付庞培,在庞培被消灭后,又忙于平定其派系残余的多处势力;但在安顿好一切后,他返回罗马,准备对盖塔人和巴提亚人发动战争。
ἔδεισαν οὖν οἱ Ἰλλυριοὶ μὴ ἐν ὁδῷ σφίσιν οὖσιν ἐπιθοῖτο, καὶ πρέσβεις πέμψαντες ἐς Ῥώμην ᾔτουν τε συγγνώμην τῶν γεγονότων καὶ ἐς φίλιαν ἑαυτοὺς καὶ συμμαχίαν ἐδίδοσαν, ὡς περὶ ἔθνους ἀλκίμου μάλιστα σεμνολογούμενοι.
因此,伊利里亚人害怕他会在行军途中袭击他们,便派遣使节前往罗马请求宽恕过去所发生的事,并将自己奉献于友好和同盟之中,自豪地宣称自己是一个非常勇敢的民族。
ὁ δὲ ἐπειγόμενος ἄρα ἐς Παρθυαίους σεμνότερον ὅμως αὐτοῖς ἀπεκρίνατο, φίλους μὲν οὐ θήσεσθαι τοὺς τοιαῦτα δεδρακότας, συγγνώσεσθαι δέ, εἰ φόρους ὑποσταῖεν καὶ ὅμηρα δοῖεν.
但正急于前往巴提亚的恺萨,仍然威严地回答他们:他不会与做出过这种事的人结为朋友,但如果他们承受贡税并交出人质,他就会宽恕他们。
ὑπισχνουμένων δὲ ἐς ἀμφότερα αὐτῶν Οὐατίνιον ἔπεμψε σὺν στρατοῦ τέλεσι τρισὶ καὶ ἱππεῦσι πολλοῖς, φόρους τε ὀλίγους τάξοντα αὐτοῖς καὶ τὰ ὅμηρα ληψόμενον.
在他们对这两点做出承诺后,他派遣瓦蒂尼乌斯率领三个军团和众多骑兵前往,向他们课以少额的贡税并接收人质。
ἀναιρεθέντος δὲ τοῦ Καίσαρος, ἡγούμενοι τὴν Ῥωμαίων ἰσχὺν ἐν τῷ Καίσαρι γεγονέναι τε καὶ διεφθάρθαι, οὐδὲν ἔτι τοῦ Οὐατινίου κατήκουον, οὔτε ἐς τοὺς φόρους οὔτε ἐς τὰ ἄλλα, βιάζεσθαι δὲ ἐγχειροῦντος αὐτοὶ πέντε τάξεις ἐπιδραμόντες ἔφθειραν, καὶ τὸν ἡγούμενον τῶν τάξεων Βαίβιον, ἄνδρα ἀπὸ βουλῆς.
但当恺萨被刺杀后,他们认为罗马的权力随着恺萨而产生也随着他的死而毁灭,便不再听从瓦蒂尼乌斯的任何命令,无论是贡税还是其他事务;当瓦蒂尼乌斯企图强迫他们时,他们袭击并消灭了五个大队,并杀死了大队指挥官贝比乌斯——一位元老院议员。
καὶ Οὐατίνιος μὲν σὺν τοῖς ὑπολοίποις ἐς Ἐπίδαμνον ἀνεχώρει· ἡ δὲ Ῥωμαίων βουλὴ τὸν στρατὸν τόνδε καὶ Μακεδονίαν ἐπʼ αὐτῷ, καὶ Ἰλλυριοὺς ὅσων ἦρχον, ἐνεχείρισε Βρούτῳ Καιπίωνι τῷ κτείναντι Γάιον, ὅτε περ καὶ Συρίαν Κασσίῳ, καὶ τῷδε ἀνδροφόνῳ Γαΐου γενομένῳ.
瓦蒂尼乌斯与余部撤退至埃皮达姆诺斯;而罗马元老院则将这支军队以及马其顿,还有他们所统治的伊利里亚人,交给了刺杀盖乌斯(恺萨)的布鲁图斯·凯皮奥,这与将叙利亚交给卡西乌斯是同时的,且交给了这位成了盖乌斯弑杀者的男人。
ἀλλὰ καὶ οἵδε, πολεμούμενοι πρὸς Ἀντωνίου καὶ τοῦ δευτέρου Καίσαρος τοῦ Σεβαστοῦ προσαγορευθέντος, ἐς οὐδὲν ἐσχόλασαν Ἰλλυριοῖς.
但这些人也由于受到安东尼和被称为奥古斯都的第二位恺萨的攻击,根本没有闲暇顾及伊利里亚人。
§314οἱ δὲ Παίονές εἰσιν ἔθνος μέγα παρὰ τὸν Ἴστρον, ἐπίμηκες ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους, Παίονες μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, καὶ ῥωμαϊστὶ Παννόνιοι, συναριθμούμενοι δὲ ὑπὸ Ῥωμαίων τῇ Ἰλλυρίδι, ὡς προεῖπον.
佩奥尼亚人是伊斯特罗河畔的一个大民族,从亚波德斯人一直延伸到达尔达尼人,被希腊人称为佩奥尼亚人,拉丁语中称为潘诺尼亚人,但正如我之前所说,被罗马人与伊利里亚并列计算。
διὸ καὶ περὶ τῶνδέ μοι δοκεῖ νῦν κατὰ τὰ Ἰλλυρικὰ εἰπεῖν.
因此,在我看来,现在在伊利里亚的历史中谈论他们也是合适的。
ἔνδοξοι δʼ εἰσὶν ἐκ Μακεδόνων διʼ Ἀγριᾶνας, οἳ τὰ μέγιστα Φιλίππῳ καὶ Ἀλεξάνδρῳ κατεργασάμενοι Παίονές εἰσι τῶν κάτω Παιόνων, Ἰλλυριοῖς ἔποικοι.
他们在马其顿的历史中因阿格里亚内斯人而闻名,阿格里亚内斯人为腓力和亚历山大建立了最伟大的功绩,他们属于下佩奥尼亚的佩奥尼亚人,是伊利里亚地方的移居者。
ἐπεὶ δʼ ἐπὶ τοὺς Παίονας ἐστράτευσε Κορνήλιος, κακῶς ἀπαλλάξας μέγα δέος Παιόνων Ἰταλοῖς ἅπασιν ἐνεποίησε, καὶ ἐς πολὺ τοῖς ἔπειτα ὑπάτοις ὄκνον ἐπὶ Παίονας ἐλαύνειν.
但当科尔内利乌斯对佩奥尼亚人进行征伐时,因惨败而归,在所有意大利人中对佩奥尼亚人产生了极大的恐惧,并在很长一段时间内使后来的执政官们对向佩奥尼亚人进军产生了犹豫。
τὰ μὲν δὴ πάλαι τοσαῦτα περὶ Ἰλλυριῶν καὶ Παιόνων ἔσχον εὑρεῖν· ἐν δὲ τοῖς ὑπομνήμασι τοῦ δευτέρου Καίσαρος τοῦ κληθέντος Σεβαστοῦ, παλαιότερον μὲν οὐδὲν οὐδʼ ἐν τοῖσδε περὶ Παιόνων ηὗρον.
关于昔日的伊利里亚人和佩奥尼亚人,我所能找到的就只有这些;但在被称为奥古斯都的第二位恺萨的备忘录中,即使在其中我也未发现关于佩奥尼亚人更古老的事迹。
§315Ἰλλυριῶν δέ μοι φαίνεται χωρὶς τῶν εἰρημένων ἐθνῶν καὶ ἕτερα Ῥωμαίων προϋπακοῦσαι.
在我看来,除了上述部落之外,其他伊利里亚人似乎也曾预先顺从了罗马人。
καὶ ὅπως μεν, οὐκ ἔγνων· οὐ γὰρ ἀλλοτρίας πράξεις ὁ Σεβαστός, ἀλλὰ τὰς ἑαυτοῦ συνέγραφεν, ὡς δʼ ἀποστάντας ἐς τοὺς φόρους ἐπανήγαγε, καὶ ἑτέρους ὡς ἀρχῆθεν ἔτι ὄντας αὐτονόμους εἷλε, καὶ πάντας ἐκρατύνατο ὅσοι τὰς κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, βάρβαρα καὶ μάχιμα ἔθνη, καὶ κλοπεύοντα τὴν Ἰταλίαν ὡς γείτονα.
至于如何顺从的,我并不知道;因为奥古斯都并没有写下他人的功绩,而是写了他自己的。 但他(确实写了)他如何将背叛者重新带回到贡税中,以及如何征服了其他自始至终保持自治的人,并且平定了所有居住在阿尔卑斯山顶的人——那些作为意大利邻人进行掠夺的野蛮且好战的部落。
καί μοι θαῦμά ἐστιν ὅτι καὶ πολλοὶ καὶ μεγάλοι Ῥωμαίων στρατοὶ ἐπὶ Κελτοὺς καὶ Ἴβηρας διὰ τῶν Ἄλπεων ὁδεύοντες ὑπερεῖδον τάδε τὰ ἔθνη, καὶ οὐδὲ Γάιος Καῖσαρ, εὐτυχέστατος ἐς πολέμους ἀνήρ, ἐξήνυσεν αὐτά, ὅτε Κελτοῖς ἐπολέμει καὶ δέκα ἔτεσιν ἀμφὶ τήνδε τὴν χώραν ἐχείμαζεν.
令我感到惊异的是,许多强大的罗马军队在穿过阿尔卑斯山前往高卢和伊比利亚时,竟然忽略了这些部落,甚至连在战争中最具运气的盖乌斯·恺萨在与高卢人作战、并在这片土地附近度过了十个冬天时,也未能彻底征服他们。
ἀλλά μοι δοκοῦσιν οἱ μέν, ἐφʼ ἃ ᾑρέθησαν ἐπειγόμενοι, τῆς διόδου τῶν Ἄλπεων μόνης φροντίσαι, ὁ δὲ Γάιος ἀμφί τε τὰ Κελτικὰ γενέσθαι, καὶ τῆς στάσεως τοῦ Πομπηίου τὰ Κελτικὰ ἐπιλαβούσης τὸ τούτων τέλος ὑπερθέσθαι.
但在我看来,其他人由于急于完成自己被赋予的任务,仅关注了阿尔卑斯山的通道,而盖乌斯则忙于高卢事务,当庞培的冲突牵涉到高卢事务时,他便搁置了对这些部落的最后征服。
φαίνεται μὲν γὰρ καὶ Ἰλλυρίδος ἅμα Κελτοῖς αἱρεθεὶς ἄρχειν, οὐ πάσης δʼ ἄρα ἦρχεν ἀλλʼ ὅση τις ἦν τότε Ῥωμαίοις Ἰλλυρίς.
因为他似乎被选为同时统治高卢和伊利里斯,但他当时并没有统治全部的伊利里斯,而仅是统治了当时属于罗马人的那部分伊利里斯。

词汇与语法注释

  1. §312τοῦ δὲ Καίσαρος ἡγουμένου Κελτῶν — 属格独立结构。现在分词 ἡγουμένου 是意为“统治、领导”的 ἡγέομαι 的中动语态单数属格。Κελτῶν(属格)表示其统治的对象(指恺萨对高卢地区的行省总督式统治)。
  2. §312περιοδεύων τὸν Ἰόνιον — 分词 περιοδεύων(现在活动语态单数主格)修饰主语加比尼乌斯的动作。它带宾格 τὸν Ἰόνιον,意为“绕行爱奥尼亚海”,表示他避开海路、通过陆路绕行亚得里亚海/爱奥尼亚湾的具体行军路线。
  3. §313ἡγούμενοι τὴν Ῥωμαίων ἰσχὺν ἐν τῷ Καίσαρι γεγονέναι τε καὶ διεφθάρθαι — 分词 ἡγούμενοι(主格复数)的主语是语境中省略的伊利里亚人。它引导一个“宾格加不定式”结构(宾格主语:τὴν Ῥωμαίων ἰσχὺν,不定式:γεγονέναι“产生”与 διεφθάρθαι“毁灭”),表示他们认为罗马的权力仅存在于恺萨一人身上、并随他而消亡。
  4. §315ὡς δʼ ἀποστάντας ἐς τοὺς φόρους ἐπανήγαγε — 此从句与前文的 `ὅπως μὲν οὐκ ἔγνων`(“至于如何,我并不知道”)形成对比,引出奥古斯都实际写下的内容(由 `ὡς δὲ...` 引导)。其中分词 ἀποστάντας(宾格复数)作名词性用法,意为“背叛者们”,作为动词 ἐπανήγαγε 的宾语。

引用这一段

阿庇安, 伊利里亚战记 §312-315. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:312-315

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。