§416ὁ δὲ Σεβαστὸς πάντα ἐχειρώσατο ἐντελῶς, καὶ ἐν παραβολῇ τῆς ἀπραξίας Ἀντωνίου κατελογίσατο τῇ βουλῇ τὴν Ἰταλίαν ἡμερῶσαι δυσμάχων ἐθνῶν θαμινὰ ἐνοχλούντων.
アウグストゥスはすべてを完全に平定し、アントニウスの無為との比較において、戦いにくい諸部族がしばしば悩ませていた中で、イタリアを従わせたことを元老院に自らの功績として数え上げた。
Ὀξυαίους μὲν δὴ καὶ Περθεηνάτας καὶ Βαθιάτας καὶ Ταυλαντίους καὶ Καμβαίους καὶ Κινάμβρους καὶ Μερομέννους καὶ Πυρισσαίους εἷλε διʼ ὅλης πείρας·
彼は、オクシュアイオイ、ペルテエナタイ、バティアタイ、タウランティオイ、カンバイオイ、キナンブロイ、メロメンνοι、ピリッサイオイを、総力を挙げた戦いによって征服した。
ἔργῳ δὲ μείζονι ἐλήφθησαν, καὶ φόρους ὅσους ἐξέλιπον ἠναγκάσθησαν ἀποδοῦναι, Δοκλεᾶταί τε καὶ Κάρνοι καὶ Ἰντερφρουρῖνοι καὶ Ναρήσιοι καὶ Γλιντιδίωνες καὶ Ταυρίσκοι.
一方、ドクレアタイ、カルノイ、インテルフルリνοι、ナレシオイ、グリन्तिディオネス、タウリスコイは、より大きな困難をもって攻略され、彼らが支払いを怠っていたすべての貢納金を納めるよう強制された。
ὧν ἁλόντων οἱ ὅμοροι προσέθεντο αὐτῷ καταπλαγέντες, Ἱππασῖνοί τε καὶ Βεσσοί.
彼らが征服されると、近隣のヒッパシνοιとベッソイは恐怖に駆られて彼に帰順した。
ἑτέρους δὲ αὐτῶν ἀποστάντας, Μελιτηνοὺς καὶ Κορκυρηνούς, οἳ νήσους ᾤκουν, ἀνέστησεν ἄρδην, ὅτι ἐλῄστευον τὴν θάλασσαν·
また、彼らのうち離反した他の者たち、すなわち島々に住んでいたメリテノイとコルキュレノイを、彼らが海を略奪していたために根こそぎ追放した。
καὶ τοὺς μὲν ἡβῶντας αὐτῶν ἔκτεινε, τοὺς δʼ ἄλλους ἀπέδοτο.
そして、彼らのうち成人男性を殺害し、他の者たちを奴隷として売却した。
Λιβυρνῶν δὲ τὰς ναῦς ἀφείλετο, ὅτι καὶ οἵδε ἐλῄστευον.
リブルニ人からも、彼らもまた略奪を行っていたために船を没収した。
Ἰαπόδων δὲ τῶν ἐντὸς Ἄλπεων Μοεντῖνοι μὲν καὶ Αὐενδεᾶται προσέθεντο αὐτῷ προσιόντι, Ἀρουπῖνοι δʼ, οἳ πλεῖστοι καὶ μαχιμώτατοι τῶνδε τῶν Ἰαπόδων εἰσίν, ἐκ τῶν κωμῶν ἐς τὸ ἄστυ ἀνῳκίσαντο, καὶ προσιόντος αὐτοῦ ἐς τὰς ὕλας συνέφυγον.
アルプスよりこちら側のイアポデス人のうち、モエンティνοιとアウエンデアタイは彼が接近してくると帰順した。 一方、これらイアポデス人の中で最も数が多く、最も好戦的であったアルピνοιは、村々から主要都市へと移住していたが、彼が接近してくると森の中へと逃げ込んだ。
ὁ δὲ Καῖσαρ τὸ ἄστυ ἑλὼν οὐκ ἐνέπρησεν, ἐλπίσας ἐνδώσειν αὐτούς·
カエサルはその都市を攻略したが、彼らが降伏するであろうと期待して、火を放たなかった。
καὶ ἐνδοῦσιν οἰκεῖν ἔδωκεν.
そして実際に彼らが降伏すると、そこに住むことを許した。
§417μάλιστα δʼ ἠνώχλησαν αὐτὸν Σαλασσοί τε καὶ Ἰάποδες οἱ πέραν Ἄλπεων καὶ Σεγεστανοὶ καὶ Δαλμάται καὶ Δαισιτιᾶται καὶ Παίονες, ὄντες ἑκὰς τοῖς Σαλασσοῖς, οἳ κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, ὄρη δύσβατα, καὶ στενὴ δίοδός ἐστιν ἐπʼ αὐτὰ καὶ δυσχερής·
彼を最も悩ませたのは、サラッソイ、アルプスを越えた向こう側のイアポデス人、セゲスタνοι、ダルマタイ、ダイシティアタイ、そしてパイオニア人であった。 これら(他の部族)は、アルプスの山頂、すなわち近づきがたい山々に住むサラッソイからは遠く離れていたが、そこへ至る道は狭く、かつ困難であった。
διʼ ἃ καὶ ἦσαν αὐτόνομοι, καὶ τέλη τοὺς παροδεύοντας ᾔτουν.
そのため、彼らは自治を保っており、そこを通過する人々から通行税を要求していた。
τούτοις Οὐέτερ ἐμπεσὼν ἀδοκήτως τὰ στενὰ προύλαβε διʼ ἐνέδρας, καὶ ἐπὶ διετὲς αὐτοὺς ἐπολιόρκει.
彼らに対して、ウェテルは不意に襲いかかって待ち伏せによりその隘路をあらかじめ占拠し、2年間にわたって彼らを包囲した。
οἱ δὲ ἁλῶν ἀπορίᾳ, ὧν εἰσὶ μάλιστα ἐν χρείᾳ, φρουρὰς ἐδέξαντο.
彼らは、最も必要としていた塩の不足のために、駐屯軍を受け入れた。
καὶ Οὐέτερος ἀποστάντος τὰς φρουρὰς ἐξέβαλον εὐθύς, καὶ τὰ στενὰ κρατυνάμενοι τοὺς ἐπιπεμπομένους σφίσιν ὑπὸ τοῦ Καίσαρος διέπαιζον, οὐδὲν δρᾶν μέγα ἔχοντας.
しかしウェテルが去ると、彼らはすぐに駐屯軍を追い出し、隘路を堅固にして、カエサルから自分たちに対して送られてくる者たちを、彼らが大きな成果を上げることができないのを見て嘲笑した。
ὅθεν αὐτοῖς ὁ Καῖσαρ, προσδοκωμένου τοῦ πρὸς Ἀντώνιον πολέμου, συνέθετο αὐτονόμους ἐάσειν, καὶ ἀκολάστους τῶν ἐπὶ Οὐέτερι πραχθέντων.
そのためカエサルは、アントニウスとの戦争が予期されていたので、彼らを自治のままにしておき、ウェテルのもとで行われたことについて不問に付すことで彼らと合意した。
οἱ δʼ ἅτε ἐν ὑποψίᾳ ταῦτʼ ἔχοντες ἅλας πολλοὺς ἐσώρευον, καὶ τὴν Ῥωμαίων κατέθεον, μέχρι Μεσσάλας Κορουῖνος αὐτοῖς ἐπιπεμφθεὶς λιμῷ παρεστήσατο.
しかし彼らは、この合意を疑わしく思っていたため、大量の塩を蓄え、ローマ人の領土を荒らし回ったが、ついにメッサラ・コルウィヌスが彼らに対して派遣され、飢餓によって彼らを屈服させた。
§418καὶ Σαλασσοὶ μὲν οὕτως ἐλήφθησαν, Ἰάποδες δὲ οἱ πέραν Ἄλπεων, ἔθνος ἰσχυρόν τε καὶ ἄγριον, δὶς μὲν ἀπεώσαντο Ῥωμαίους, ἔτεσί που ἀγχοῦ εἴκοσιν, Ἀκυληίαν δʼ ἐπέδραμον καὶ Τεργηστὸν Ῥωμαίων ἄποικον ἐσκύλευσαν.
こうしてサラッソイは征服された。 一方、アルプスを越えた向こう側のイアポデス人は、強力で獰猛な民族であり、およそ20年の間に2度、ローマ人を撃退し、アクイレイアを急襲してローマの植民都市であったテルゲステを略奪した。
ἐπιόντος δʼ αὐτοῖς τοῦ Καίσαρος ὁδὸν ἀνάντη καὶ τραχεῖαν· οἱ δʼ ἔτι μᾶλλον αὐτὴν ἐδυσχέραινον αὐτῷ, τὰ δένδρα κόπτοντες.
カエサルが険しく起伏の激しい道を通って彼らに対して進軍してくると、彼らは樹木を伐採して、その道をさらに進みにくいものにした。
ὡς δʼ ἀνῆλθεν, ἐς τὴν ἄλλην ὕλην αὐτοὶ συνέφυγον καὶ προσιόντα ἐλόχων.
しかしカエサルが登りきると、彼らは他の森へと逃げ込み、彼が接近してくるのを待ち伏せした。
ὁ δέ (ὑπώπτευε γὰρ ἀεί τι τοιοῦτον) ἐς τὰς ἀκρωρείας τινὰς ἔπεμπεν, οἳ ἑκατέρωθεν αὐτῷ συνέθεον προβαίνοντι διὰ τοῦ χθαμαλοῦ καὶ κόπτοντι τὴν ὕλην·
カエサルは常にそのようなことを警戒していたので、幾人かを尾根へと派遣し、彼らが、彼が低い場所を進みながら森を切り開いていくのに合わせて、両側から並走するようにした。
οἱ δὲ Ἰάποδες ἐπεξέθεον μὲν ἐκ τῶν ἐνεδρῶν καὶ πολλοὺς ἐτίτρωσκον, ὑπὸ δὲ τῶν ἐν τοῖς ἄκροις ἐπιτρεχόντων κατεκόπτοντο οἱ πλείους.
イアポデス人は待ち伏せ場所から突撃して多くの者を負傷させたが、山頂から駆け下りてくる者たちによって、その大部分が切り伏せられた。
οἱ δὲ λοιποὶ πάλιν ἐς τὰ λάσια συνέφευγον, τὴν πόλιν ἐκλιπόντες, ᾗ ὄνομα Τέρπωνος.
残りの者たちは、テルポノスと呼ばれる都市を放棄して、再び鬱蒼とした茂みへと逃げ込んだ。
καὶ αὐτὴν ὁ Καῖσαρ ἑλὼν οὐκ ἐνέπρησεν, ἐλπίσας καὶ τούσδε ἐνδώσειν·
カエサルはその都市を攻略したが、彼らもまた降伏するであろうと期待して、火を放たなかった。
καὶ ἐνέδωκαν.
そして実際に彼らは降伏した。