§9.4.1τὸ μὲν γὰρ τῶν Ῥωμαίων στρατόπεδον ἐξιέναι μὲν πρὸς μάχην οὐκ ἐθάρρει τῷ δεδιέναι τοὺς τῶν πολεμίων ἱππεῖς, §9.4.2ἔμενε δʼ ἐν τῇ παρεμβολῇ τετολμηκότως, σαφῶς εἰδὸς ἀβλαβῆ τὴν ἵππον αὐτοῖς ἐσομένην, ὑφʼ ἧς ἐν ταῖς μάχαις ἡττᾶτο.
というのも、ローマ人の軍勢は、敵の騎兵たちを恐れていたために、戦闘のために打って出る勇気はなかったが、かつて戦闘において敗北させられた相手であるその騎兵も、自分たちに対しては無力となるであろうことを明確に知っていたので、陣営の中に不退転の覚悟で留まっていた。
§9.4.3οἵ τε Καρχηδόνιοι πάλιν εὐλόγως οὔτε στρατοπεδεύσαντες μετὰ τῆς ἵππου μένειν ἐδύναντο πλείω χρόνον διὰ τὸ τὰ μὲν ἐν τῇ παρακειμένῃ χώρᾳ χορτάσματα πάντα κατεφθαρκέναι τοὺς Ῥωμαίους αὐτοῦ τούτου χάριν, τοῖς δὲ νώτοις οὐκ ἐφικτὸν εἶναι τοσαύτῃ μὲν ἵππῳ, τοσούτοις δʼ ὑποζυγίοις κατανύσαι χόρτον ἢ κριθὰς κομίζοντας ἐκ μακροῦ διαστήματος·
他方、カルタゴ人もまた同様に、当然のことながら、騎兵を伴って陣を敷いたまま長期間留まることはできなかった。 それは、ローマ人がまさにこの目的のために周辺地域のあらゆる飼料をあらかじめ破壊し尽くしていたからであり、また、これほど多くの馬やこれほど多くの役獣のために、遠方から背に載せて飼料や大麦を運んで供給を賄うことは不可能であったからである。
§9.4.4οὔτε μὴν ἄνευ τῶν ἱππέων παραστρατοπεδεύσαντες ἐθάρρουν πολιορκεῖν χάρακα καὶ τάφρον προβεβλημένους τοὺς ὑπεναντίους, πρὸς οὓς καὶ τὸν ἐξ ἴσου κίνδυνον αὐτοῖς ἀμφίδοξον εἶναι συνέβαινε χωρὶς τῶν ἱππέων.
さらにまた、防御として防壁と堀を張り巡らせている敵に対して、騎兵なしで近隣に陣を構えて包囲を試みる勇気もなかった。 というのも、騎兵なしでは、敵と対等の条件で戦うことでさえも、彼らにとって勝敗が不確かなものとなるからであった。
§9.4.5ἔτι δὲ πρὸς τούτοις ἠγωνίων καὶ τοὺς ἐπικαθισταμένους ὑπάτους μὴ παραγενηθέντες ἐπιστρατοπεδεύσαιεν καὶ πολλὴν ἀπορίαν σφίσι παραστήσαιεν, ἀφελόμενοι τὴν τῶν χορηγιῶν ἐπάρκειαν.
その上さらに、背後に控える執政官たちが到来して自分たちに対抗して陣を敷き、物資の供給を断つことによって、自分たちに多大な困窮をもたらすのではないかと懸念していた。
§9.4.6ἐξ ὧν συλλογιζόμενος Ἀννίβας ἀδύνατον ὑπάρχον τὸ διὰ τῆς ἐκ χειρὸς βίας λῦσαι τὴν πολιορκίαν, ἐπʼ ἄλλης ἐγένετο γνώμης.
ハンニバルはこれらのことから、力づくの直接的な武力によって包囲を解かせることは不可能であると判断し、別の方針へと転じた。
§9.4.7ὑπέλαβε γάρ, εἰ λαθραίαν ποιησάμενος τὴν πορείαν αἰφνιδίως ἐπιφανείη τοῖς κατὰ τὴν Ῥώμην τόποις, ἴσως μὲν ἂν καὶ περὶ τὴν πόλιν ἀνύσασθαί τι τῶν χρησίμων, ἐκπλήξας τῷ παραδόξῳ τοὺς ἐνοικοῦντας·
すなわち、もし隠密裏に行軍してローマ近郊の地域に突如姿を現したならば、予期せぬ事態によって住民たちを恐慌に陥れ、おそらくはその都そのものにおいても何か有利な成果を挙げることができるかもしれないと考えたのである。
§9.4.8εἰ δὲ μὴ τοῦτο, τούς γε περὶ τὸν Ἄππιον ἀναγκάσειν ἢ λύειν τὴν πολιορκίαν, σπεύδοντας τῇ πατρίδι βοηθεῖν, ἢ διαιροῦντας τὴν δύναμιν εὐκαταγωνίστους ὑπάρξειν καὶ τοὺς βοηθοῦντας καὶ τοὺς ἀπολειπομένους αὐτῶν.
また、仮にそうならなくとも、祖国を救援しようと急ぐアッピウスの包囲軍に、包囲を解くことを余儀なくさせるか、さもなければ軍勢を分割させることによって、救援に赴く者たちもその場に留まる者たちも、共に容易に撃退できるようになるであろうと考えたのである。