§9.29.1καὶ μὴν περὶ τῶν διαδεξαμένων τούτου τὰ πράγματα πῶς κέχρηνται τοῖς Ἕλλησι, τί με δεῖ κατὰ μέρος λέγειν;
さらにまた、彼ののちに国事を引き継いだ者たちについて、彼らがギリシア人をどのように扱ったか、なぜ私が個別に語る必要があろうか。
§9.29.2οὐδεὶς γάρ ἐστι τῶν ὄντων οὕτως ἀπράγμων ὃς οὐχὶ πέπυσται πῶς Ἀντίπατρος μὲν ἐν τῇ περὶ Λαμίαν μάχῃ νικήσας τοὺς Ἕλληνας κάκιστα μὲν ἐχρήσατο τοῖς ταλαιπώροις Ἀθηναίοις, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις,
というのも、存命の者で、ラミアをめぐる戦いでギリシア人に勝利したアンティパトロスが、哀れなアテナイ人を極めて過酷に扱い、同様に他の人々をも扱ったということを聞き知っていないほどに、世事に疎い者は誰もいないからである。
§9.29.3εἰς τοῦτο δʼ ὕβρεως ἦλθε καὶ παρανομίας ὡς φυγαδοθήρας καταστήσας ἐξέπεμψε πρὸς τὰς πόλεις ἐπὶ τοὺς ἀντειρηκότας ἢ καθόλου λελυπηκότας τι τὴν Μακεδόνων οἰκίαν.
そして彼は、傲慢と無法において次のような境地にまで達した。 すなわち、亡命者狩りを任命して諸都市へと送り出し、反対意見を述べた者たち、あるいは全体としてマケドニア王家を何らかの形で害した者たちを追いつめたのである。
§9.29.4ὧν οἱ μὲν ἐκ τῶν ἱερῶν ἀγόμενοι μετὰ βίας, οἱ δʼ ἀπὸ τῶν βωμῶν ἀποσπώμενοι, μετὰ τιμωρίας ἀπέθνησκον, οἱ δὲ διαφυγόντες ἐκ πάσης ἐξενηλατοῦντο τῆς Ἑλλάδος·
彼らのうち、ある者たちは神殿から力ずくで連れ去られ、またある者たちは祭壇から引き剥がされて、処罰を受けて死に、逃れた者たちはギリシア全土から追放された。
φύξιμον γὰρ οὐδὲν ἦν πλὴν ἑνὸς αὐτοῖς τοῦ τῶν Αἰτωλῶν ἔθνους.
というのも、彼らにとってアイトリア人の部族ただ一つを除いては、逃げ場が全くなかったからである。
§9.29.5τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε;
さらにまた、カッサンドロスとデメトリオス、そしてこれらに加えてアンティゴノス・ゴナタスによってなされたことを、誰が知らないだろうか。
διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν αὐτῶν ὑπάρχειν.
それらは最近起こったことであるために、それらについての記憶は完全に鮮明なのである。
§9.29.6ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος.
彼らのうち、ある者たちは諸都市に守備隊を送り込み、他の者たちは僭主を樹立することによって、いかなる都市も奴隷状態という不名誉と無縁にはしておかなかった。
§9.29.7ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκάκως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομίζωσιν εἶναι Μακεδόσιν.
これらについてはおき、私は今、最後のアンティゴノスのことに話を戻そう。 それは、あなたがたのうちの何人かが、この者による行為を無邪気にも好意的に考察して、マケドニア人に対して恩義を負っているなどと思わないようにするためである。
§9.29.8οὔτε γὰρ Ἀχαιοὺς σῴζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστούμενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ·
というのも、アンティゴノスはアカイア人を救うことを意図してあなたがたに対する戦争を引き受けたのでもなく、クレオメネスの僭主政治を不快に思ってラケダイモン人を自由にするためでもなかったからである。
§9.29.9καὶ λίαν γὰρ ὅ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα ταύτην ὑμῶν ἔχει τὴν διάληψιν·
もし仮に、あなたがたの中にこのような見解を持っている者がいるとすれば、実にそのような考え方はあまりにも愚かである。
§9.29.10ἀλλʼ ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν, §9.29.11ἅμα φοβηθεὶς καὶ φθονήσας παρῆν, οὐ Πελοποννησίοις βοηθήσων, ἀλλὰ τὰς ὑμετέρας ἐλπίδας ἀφελούμενος καὶ τὴν ὑμετέραν ὑπεροχὴν ταπεινώσων.
そうではなく、もしあなたがたがペロポネソス人の支配権を獲得するならば、彼自身の支配が安全ではなくなるであろうことを見抜き、さらにまた、クレオメネスが優れた素質を備えていること、そして運命があなたがたに目覚ましく味方していることを見て取って、恐れと嫉妬を同時に抱いて彼は現れたのであり、それはペロポネソス人を助けるためではなく、あなたがたの希望を奪い去り、あなたがたの優位を挫くためであった。
§9.29.12διόπερ οὐκ ἐπὶ τοσοῦτον ἀγαπᾶν ὀφείλετε Μακεδόνας, ὅτι κυριεύσαντες τῆς πόλεως οὐ διήρπασαν, ἐφʼ ὅσον ἐχθροὺς νομίζειν καὶ μισεῖν, ὅτι δυναμένους ὑμᾶς ἡγεῖσθαι τῆς Ἑλλάδος πλεονάκις ἤδη κεκωλύκασι.
それゆえ、あなたがたは、マケドニア人が都市を支配した際にそれを略奪しなかったからといって、そのことをそれほど感謝すべきではなく、むしろ、あなたがたがギリシアを指導する力があったのをすでに何度も妨げてきたという理由から、彼らを敵とみなして憎むべきなのである。