§9.29.1καὶ μὴν περὶ τῶν διαδεξαμένων τούτου τὰ πράγματα πῶς κέχρηνται τοῖς Ἕλλησι, τί με δεῖ κατὰ μέρος λέγειν;
此外,关于那些继承其国家事务的人是如何对待希腊人的,我何需一一细说?
§9.29.2οὐδεὶς γάρ ἐστι τῶν ὄντων οὕτως ἀπράγμων ὃς οὐχὶ πέπυσται πῶς Ἀντίπατρος μὲν ἐν τῇ περὶ Λαμίαν μάχῃ νικήσας τοὺς Ἕλληνας κάκιστα μὲν ἐχρήσατο τοῖς ταλαιπώροις Ἀθηναίοις, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, §9.29.3εἰς τοῦτο δʼ ὕβρεως ἦλθε καὶ παρανομίας ὡς φυγαδοθήρας καταστήσας ἐξέπεμψε πρὸς τὰς πόλεις ἐπὶ τοὺς ἀντειρηκότας ἢ καθόλου λελυπηκότας τι τὴν Μακεδόνων οἰκίαν.
因为在世之人中,没有一个对世事如此漠不关心,以至于不曾听说安提帕特在拉米亚周围的战役中击败希腊人后,如何极其残酷地对待不幸的雅典人,并且同样对待其他人,并达到了如此傲慢与无法无天的地步,以至于他任命并派遣流亡者捕手前往各城市,去搜捕那些曾提出反对意见或在任何方面给马其顿王家带来伤害的人。
§9.29.4ὧν οἱ μὲν ἐκ τῶν ἱερῶν ἀγόμενοι μετὰ βίας, οἱ δʼ ἀπὸ τῶν βωμῶν ἀποσπώμενοι, μετὰ τιμωρίας ἀπέθνησκον, οἱ δὲ διαφυγόντες ἐκ πάσης ἐξενηλατοῦντο τῆς Ἑλλάδος· φύξιμον γὰρ οὐδὲν ἦν πλὴν ἑνὸς αὐτοῖς τοῦ τῶν Αἰτωλῶν ἔθνους.
在这些人中,有的被强行从神殿中拉走,有的被从祭坛上拽下,并在惩罚中死去,而那些逃脱的人则被驱逐出整个希腊;因为除了艾托利亚人这一部族之外,他们没有任何避难所。
§9.29.5τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε;
此外,卡桑德和德米特里,以及安提柯·戈纳塔斯所做的事情,谁人不知?
διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν αὐτῶν ὑπάρχειν.
因为这些事情发生在最近,所以关于它们的记忆完全是鲜明的。
§9.29.6ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος.
他们中,有的通过向城市引入守备队,有的通过植入僭主,使没有一座城市免于奴役的名声。
§9.29.7ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκάκως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομίζωσιν εἶναι Μακεδόσιν.
且不说这些,我现在回过头来谈谈最后的安提柯,以免你们中有些人天真地看待他的行为,认为自己对马其顿人负有感激之情。
§9.29.8οὔτε γὰρ Ἀχαιοὺς σῴζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστούμενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ· §9.29.9καὶ λίαν γὰρ ὅ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα ταύτην ὑμῶν ἔχει τὴν διάληψιν· §9.29.10ἀλλʼ ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν, §9.29.11ἅμα φοβηθεὶς καὶ φθονήσας παρῆν, οὐ Πελοποννησίοις βοηθήσων, ἀλλὰ τὰς ὑμετέρας ἐλπίδας ἀφελούμενος καὶ τὴν ὑμετέραν ὑπεροχὴν ταπεινώσων.
因为安提柯既不是出于拯救亚该亚人的意图而接下对你们的战争,也不是因为对克里昂米尼的僭主统治感到不快而为了解放莱克代蒙人;因为如果你们中真的有人抱有这种看法,那么这种想法确实是非常愚蠢的;而是因为他看到,如果你们夺取了伯罗奔尼撒人的统治权,他自己的统治将处于不安全之中,并且由于看到克里昂米尼天赋异禀,而命运又极其显赫地与你们合作,他既感到恐惧又心生嫉妒,于是便前来了,这并非是为了帮助伯罗奔尼撒人,而是为了夺走你们的希望并挫败你们的优势。
§9.29.12διόπερ οὐκ ἐπὶ τοσοῦτον ἀγαπᾶν ὀφείλετε Μακεδόνας, ὅτι κυριεύσαντες τῆς πόλεως οὐ διήρπασαν, ἐφʼ ὅσον ἐχθροὺς νομίζειν καὶ μισεῖν, ὅτι δυναμένους ὑμᾶς ἡγεῖσθαι τῆς Ἑλλάδος πλεονάκις ἤδη κεκωλύκασι.
因此,你们不应因为马其顿人占领了城市而没有进行掠夺,就对他们心怀如此大感激,而更应该将他们视为敌人并憎恨他们,因为他们已经多次在你们有能力领导希腊时阻挠了你们。