§9.26.1πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον ἡ τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον ἡ τῶν πραγμάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλάκις, ἔκ τε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελλόντων ἐστὶ φανερόν.
しかしながら、これまでに述べられたことからも、またこれから語られるであろうことからも、ハンニバルの性質をもまた、友人のもたらす影響だけでなく、それ以上に事態の状況がしばしば強制し、変化させたということは明白である。
§9.26.2ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μεταβολῆς·
というのも、カプアがローマ人の手中に落ちると同時に、当然のことながら、諸都市は直ちに動揺し、ローマ側へ寝返るための契機や口実を探し求めていたからである。
§9.26.3ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων.
まさにこの時、ハンニバルは最も困惑し、眼前の事態に窮地に陥ったと思われる。
§9.26.4οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν οἷός τʼ ἦν.
一箇所に留まっていたのでは、敵がより多くの軍勢を対抗させて展開している中で、互いに遠く離れたすべての都市を守ることは不可能であったし、かといって、自己の兵力を多くの部分に分割することもできなかったからである。
§9.26.5εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ μὴ δύνασθαι πᾶσιν αὐτὸς συμπαρεῖναι.
兵数の面で劣っていることからも、また彼自身がすべての場所に同時に立ち会うことはできないことからも、敵にとって容易な獲物となるはずであったからである。
§9.26.6διόπερ ἠναγκάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς ἰδίους στρατιώτας.
それゆえ彼は、情勢の変化に伴って自軍の兵士たちを共に破滅させてしまうのではないかと危惧し、ある都市はあからさまに放棄し、またある都市からは守備隊を撤退させることを余儀なくされた。
§9.26.7ἐνίας δὲ καὶ παρασπονδῆσʼ ὑπέμεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρπάστους αὐτῶν τοὺς βίους.
さらに一部の都市に対しては協定を破ることさえ甘受し、住民を別の都市へ強制的に移住させ、彼らの財産を略奪し尽くした。
§9.26.8ἐξ ὧν προσκόπτοντες οἱ μὲν ἀσέβειαν, οἱ δʼ ὠμότητα κατεγίνωσκον.
これらのことから人々は反感を抱き、ある者は不敬を、ある者は残虐さを彼に帰して非難した。
§9.26.9καὶ γὰρ ἁρπαγαὶ χρημάτων ἅμα τοῖς προειρημένοις καὶ φόνοι καὶ βίαιοι προφάσεις ἐγίνοντο διά τε τῶν ἐξιόντων καὶ διὰ τῶν εἰσιόντων στρατιωτῶν εἰς τὰς πόλεις, ἑκάστων ὑπειληφότων ὅσον οὐκ ἤδη τοὺς ὑπολειπομένους μεταβαλεῖσθαι πρὸς τοὺς ὑπεναντίους.
というのも、都市から撤退する、あるいは進入する兵士たちにとって、残される住民たちが今にも敵の側に寝返るであろうことはほぼ確実と思われたため、上述の事態に加えて、金品の略奪や殺戮、暴力的な言いがかりが横行したからである。
§9.26.10ἐξ ὧν καὶ λίαν δυσχερὲς ἀποφήνασθαι περὶ τῆς Ἀννίβου φύσεως, διά τε τὴν τῶν φίλων παράθεσιν καὶ τὴν τῶν πραγμάτων περίστασιν.
こうした事情から、友人の影響と事態の状況の双方に阻まれて、ハンニバルの本来の気質について判断を下すことは極めて困難である。
§9.26.11κρατεῖ γε μὴν ἡ φήμη παρὰ μὲν Καρχηδοίοις ὡς φιλαργύρου, παρὰ δὲ Ῥωμαίοις ὡς ὠμοῦ γενομένου [αὐτοῦ].
しかしながら、カルタゴ人の間では金銭を好む者、ローマ人の間では残虐な者であったという評判が支配的である。