Humanitext Reader

波利比奥斯 · 历史 §9.26.1-9.26.11

卡普亚陷落后局势变动与汉尼拔的严酷举措

第 626 段,共 1311 段 · 希腊语

内容简介

本段记述了卡普亚陷落后意大利各城市的动荡,以及汉尼拔面临的战略困境。由于兵力不足,他不得不采取撤军、迁移居民和掠夺财物等严酷手段,这也导致了后世对其真实本性的评判存在巨大分歧。

§9.26.1πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον ἡ τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον ἡ τῶν πραγμάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλάκις, ἔκ τε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελλόντων ἐστὶ φανερόν.
然而,无论从前文已述之事,还是从后文将叙之事,都显而易见:不仅是朋友们的影响,更是局势的逼迫,时常强行改变了汉尼拔的本性。
§9.26.2ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μεταβολῆς·
因为在卡普亚落入罗马人之手的同时,正如可以预料的那样,其他城市立即陷入动荡,并开始寻找倒向罗马人的机会和借口。
§9.26.3ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων.
正是在这个时候,汉尼拔似乎深感棘手,对眼前的局势陷入了极大的困境。
§9.26.4οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν οἷός τʼ ἦν.
因为一方面,在敌人以数支军队与之抗衡的情况下,他若驻扎在一处,便无法看守所有彼此相距甚远的城市;另一方面,他亦无法将自己的兵力分成许多部分。
§9.26.5εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ μὴ δύνασθαι πᾶσιν αὐτὸς συμπαρεῖναι.
因为无论是因为兵力不足,还是因为他本人无法亲临每一处,他都很容易成为敌人的猎物。
§9.26.6διόπερ ἠναγκάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς ἰδίους στρατιώτας.
因此,他被迫公开放弃某些城市,并从另一些城市撤出守备队,因为他担心在局势发生转变时,会将自己的士兵一同葬送。
§9.26.7ἐνίας δὲ καὶ παρασπονδῆσʼ ὑπέμεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρπάστους αὐτῶν τοὺς βίους.
他甚至不惜对某些城市背信弃义,将其居民迁往其他都市,并纵兵劫掠他们的财产。
§9.26.8ἐξ ὧν προσκόπτοντες οἱ μὲν ἀσέβειαν, οἱ δʼ ὠμότητα κατεγίνωσκον.
由此,人们心生反感,有的人指责他亵渎神明,有的人则谴责他残暴不仁。
§9.26.9καὶ γὰρ ἁρπαγαὶ χρημάτων ἅμα τοῖς προειρημένοις καὶ φόνοι καὶ βίαιοι προφάσεις ἐγίνοντο διά τε τῶν ἐξιόντων καὶ διὰ τῶν εἰσιόντων στρατιωτῶν εἰς τὰς πόλεις, ἑκάστων ὑπειληφότων ὅσον οὐκ ἤδη τοὺς ὑπολειπομένους μεταβαλεῖσθαι πρὸς τοὺς ὑπεναντίους.
因为在上述情况之外,无论撤出还是进入这些城市的士兵,都认为留下来的人几乎立刻就会倒向敌人,因此在他们手中发生了财物抢劫、杀戮和种种暴力的借口。
§9.26.10ἐξ ὧν καὶ λίαν δυσχερὲς ἀποφήνασθαι περὶ τῆς Ἀννίβου φύσεως, διά τε τὴν τῶν φίλων παράθεσιν καὶ τὴν τῶν πραγμάτων περίστασιν.
由于朋友们的影响和时局的变迁,要想对汉尼拔的本性做出定论是极其困难的。
§9.26.11κρατεῖ γε μὴν ἡ φήμη παρὰ μὲν Καρχηδοίοις ὡς φιλαργύρου, παρὰ δὲ Ῥωμαίοις ὡς ὠμοῦ γενομένου [αὐτοῦ].
但无论如何,在迦太基人中流传着他贪财的声名,而在罗马人中则流传着他残暴的声名。

词汇与语法注释

  1. §9.26.1πλὴν ὅτι γε... ἐστὶ φανερόν — 整个 `ὅτι` 从句(`ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν... μετετίθετο πολλάκις`)作为主句谓语 `ἐστὶ φανερόν`(是显而易见的)的主语名词从句。句中的 `οὐ μόνον... ἔτι δὲ μᾶλλον...` 是标准句式 `οὐ μόνον... ἀλλὰ καί...`(不仅……而且……)的变体,通过 `ἔτι δὲ μᾶλλον`(甚至更多)更强烈地强调了后半部分(时局境遇)。
  2. §9.26.2ἅμα τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον — 表示同时性的介词 `ἅμα` 后接带冠词的与格不定式 `τῷ γενέσθαι`,用以表示“一……就……”或“在……的同时”的时间关系。`τὴν Καπύην` 是该不定式在逻辑上的主语(宾格),而 `τοῖς Ῥωμαίοις` 则是受 `ὑποχείριον`(落入……之手、受……支配)支配的与格。
  3. §9.26.6ἀγωνιῶν μὴ... συγκαταφθείρῃ — 由表示“担心、惧怕”的分词 `ἀγωνιῶν` 引入,后接否定小词 `μή` 与虚拟语气 `συγκαταφθείρῃ`(单数第三人称),构成表示忧虑的从属从句(副词从句),意为“担心……会一同毁灭”。
  4. §9.26.9ὅσον οὐκ ἤδη — 这是一个起副词作用的惯用短语,意为“几乎立刻”、“就在当即”。它修饰其后的将来不定式 `μεταβαλεῖσθαι`(将要倒戈),强调该动作极其紧迫、一触即发。

引用这一段

波利比奥斯, 历史 §9.26.1-9.26.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.26.1-9.26.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。