§9.17.1Ἄρατος ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέραν, ἐν ᾗ τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενηθέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνάμεως,
アカイア人の将軍アラトスは、キュナイタ人の都市を奇襲しようと企て、市内の協力者たちとある日を申し合わせた。 その日、アラトスは夜の間にキュナイタから流れる川の近くに到着し、身を潜めて待つために兵力とともに留まって時間をやり過ごすことになっていた。
§9.17.2τοὺς δʼ ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθʼ ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον,
一方、市内の者たちは、正午頃に好機を掴んだ際、彼らのうちの一人を外套をまとわせた状態で静かに門から送り出し、前に進んで都市の前にあるあらかじめ指定された墓の上に立つよう命じることになっていた。
§9.17.3τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμένοις τηρεῖν τὴν πύλην.
また、残りの者たちは、正午頃に眠っている、普段から門の警備を担当している指揮官たちを襲撃することになっていた。
§9.17.4γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς τὴν πύλην.
そして、これが実行されたなら、アカイア人たちは急いで待ち伏せ場所から門へと駆けつけることになっていた。
§9.17.5τούτων δὲ διατεταγμένων καὶ τοῦ καιροῦ συνάψαντος, ὁ μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα·
これらのことが取り決められ、予定の時刻が近づくと、アラトスは到着し、川沿いに身を隠して合図を待ちつつ留まった。
§9.17.6περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ καιροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον περιεβλέπετο τὸν ποιμένα.
しかし、第五時頃、都市の周辺で羊を飼うことを習慣としている人々のうちの一人で、上等の羊を所有しているある者が、差し迫った必要から、羊飼いに日常の些事を尋ねるために、外套をまとって門から外に出て、その同じ墓の上に立って羊飼いを探して辺りを見回した。
§9.17.7οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ πρὸς τὴν πόλιν ἐφέροντο πάντες.
するとアラトスの一行は、自分たちに合図が送られたものと思い込み、全員が急いで都市へと突進した。
§9.17.8ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων·
だが、市内の者たちによる準備がまだ何も整っていなかったために、守備兵たちによって門が素早く閉められた。 その結果、アラトスの一行が作戦に失敗しただけでなく、市内の協力者たちにとっても最大の災難をもたらすことになった。
καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον.
彼らは犯行が露見し、ただちに引き渡されて処刑されたからである。
§9.17.9τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι;
では、この不測の事態の原因は何であったと人は言うだろうか。
τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον.
それは、将軍が合図を単純なものに設定してしまったことである。 彼はまだ若く、二重の合図や予備の合図が持つ厳密さについて経験が浅かったのである。
§9.17.10οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφʼ ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.
このように、戦争における作戦は、結果がどちらに傾くかという決定的な違いを、ごくわずかなことの中に孕んでいるのである。