§9.18.1καὶ μὴν Κλεομένης ὁ Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν·
また実際、スパルタのクレオメネスは、内通によってメガロポリス人の都市を奪取しようと企て、フォーレオスと呼ばれる場所の城壁を守備している者たちと、夜間の第三警備時間に軍勢を率いて到着することを申し合わせた。
τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ.
というのも、彼に協力する者たちがこの時間帯にその城壁を警備していたからである。
§9.18.2οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου.
しかし彼は、スバル(プレアデス星団)の昇る頃には、夜がすでに完全に短くなっているということに考えが及ばず、日没の頃にラケダイモンから軍勢を出発させた。
§9.18.3λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις·
その結果、急いで目的地に到着することができず、夜が明けてくる中で無謀かつ理不尽に強行突破を図ったものの、惨めに撃退され、多くの兵を失い、全軍が破滅の危機に瀕した。
§9.18.4ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς.
彼がもし、約束通りに時期を合わせ、協力者たちが入り口を確保している間に軍勢を進入させていたなら、その企てに失敗することはなかったであろう。
πάλιν ὁμοίως Φίλιππος ὁ βασιλεύς, §9.18.5ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πόλεως κατὰ δύο τρόπους ἥμαρτε·
同様にまた、国王フィリッポスも、私が上で述べたように、メリタイア人の都市に対する作戦において、二つの点で過ちを犯した。
καὶ γὰρ τὰς κλίμακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ καιροῦ διέπεσε.
というのも、必要な長さよりも短い梯子を持参して到着した上に、時期を逃してしまったからである。
§9.18.6συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτʼ ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτʼ ἀνακάμψας ἔτι λαθεῖν.
彼は、全員がすでに眠り込んでいる真夜中頃に到着すると申し合わせておきながら、必要な時刻よりも早くラリサから出発し、メリタイア人の領土に不意に到着してしまったため、市内の人々へ通報されるのを恐れてその場に留まることもできず、引き返して正体を隠し通すこともできなかった。
§9.18.7διόπερ ἀναγκαζόμενος εἰς τοὔμπροσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν ἀνθρώπων ἐγρηγορότων.
そのため前進することを余儀なくされ、人々がちょうど目を覚ましている真っ最中に都市に到着した。
§9.18.8ὅθεν οὔτε διὰ τῶν κλιμάκων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν.
その結果、梯子の不適合のせいで梯子を用いて強行突破することもできず、また時期が合わなかったために市内の者たちが彼に協力することができず、門から進入することもできなかった。
§9.18.9τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετʼ αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι.
結局、市内の人々を警戒させ、多くの味方を失っただけで、不名誉にも何も果たせず撤退し、他のみならず全ての人々に対して、自分を不信の目で見、警戒するように自ら警告して回るような結果となった。