§9.17.1Ἄρατος ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέραν, ἐν ᾗ τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενηθέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνάμεως,
阿开亚人的将军阿拉图斯企图通过奇袭夺取库奈塔人的城市,并与城内的内应约定了日期。 按照约定,阿拉图斯应在夜间抵达从库奈塔流出的河边,并率领军队在彼处逗留,以便静静地隐蔽等待。
§9.17.2τοὺς δʼ ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθʼ ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον,
另一方面,城内的合作者们则应在正午时分,一旦抓住时机,便让其中一人披着外衣悄悄地走出城门,并吩咐他走到城前,站在事先约定好的坟墓上。
§9.17.3τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμένοις τηρεῖν τὴν πύλην.
而其余的人则应向那些习惯于在正午午睡的守门长官们动手。
§9.17.4γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς τὴν πύλην.
一旦此事完成,阿开亚人就应迅速从伏击地点冲向城门。
§9.17.5τούτων δὲ διατεταγμένων καὶ τοῦ καιροῦ συνάψαντος, ὁ μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα·
安排妥当且约定的时刻临近后,阿拉图斯赶到,隐蔽在河边,等待着暗号。
§9.17.6περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ καιροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον περιεβλέπετο τὸν ποιμένα.
然而在大约第五时,一个拥有细毛羊的人——他是那些习惯在城市周围放牧的人之一——因为迫切需要向他的牧羊人询问一些生活琐事,便披着外衣走出了城门,站在那座同样的坟墓上,环顾四周寻找他的牧羊人。
§9.17.7οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ πρὸς τὴν πόλιν ἐφέροντο πάντες.
结果,阿拉图斯的手下误以为暗号已经向他们发出,便全都迅速向城市冲去。
§9.17.8ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων· καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον.
但由于城内的人尚未做好任何准备,城门迅速被守卫者关闭,这不仅使阿拉图斯一行人的行动落空,而且还给城内的合作者带来了最大的灾难:因为他们的阴谋败露,立即被交付并处死。
§9.17.9τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι;
那么,人们会说这次意外变故的原因是什么呢?
τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον.
那就是将军把暗号设计得过于简单,因为他当时还年轻,对于双重暗号和辅助暗号的严密性缺乏经验。
§9.17.10οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφʼ ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.
如此看来,军事行动在极其微小的差异中,就决定了其结果向哪一方倾斜。