§9.16.1τοιοῦτοι πάντες.
[月の性質は]すべてこのようなものである。
ᾗ καὶ τὸν ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς ἐν τῇ γῇ πράξεις.
それゆえ、最も優れた指導者であるオデュッセウスが、星々から航海に関する事柄だけでなく、陸上での行動に関する事柄をも推測する様子を登場させていることについて、人は詩人を称賛し得ることだろう。
§9.16.2ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα μὴ δυνάμενα τυγχάνειν προνοίας ἀκριβοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολλάκις,
なぜなら、正確な予見が不可能である、予期に反して起こる事柄だけでも、しばしば多大な困難を引き起こすのに十分だからである。
§9.16.3οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δʼ ὁ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις.
たとえば、大雨や河川の急激な増水、厳しい寒気、降雪、さらには霧深く曇った大気や、その他これらに類する事柄がそうである。
§9.16.4εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα διʼ αὑτούς;
だが、あらかじめ予見することが可能な事柄についてさえも、私たちがそれらを怠るならば、ほとんどの場合において自分たちのせいで失敗することになるのは、当然ではないだろうか。
§9.16.5διόπερ οὐκ ἀφροντιστητέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέρους τε πλείους καὶ τοὺς νῦν ὑφʼ ἡμῶν λέγεσθαι μέλλοντας ὑποδείγματος χάριν.
それゆえ、上述の事柄のいずれをも疎かにしてはならない。 それは、他の多くの人々や、例証のためにこれから我々が語ろうとしている人々が陥ったと伝えられるような、思慮を欠いた過ちに我々自身が陥らないようにするためである。