§8.34.1ἤδη δʼ ἐντελεῖς αὐτοῦ συνεσταμένου τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, παραπεσούσης ἐκ Μεταποντίου βοηθείας εἰς τὴν ἄκραν κατὰ θάλατταν, βραχύ τι ταῖς ψυχαῖς ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι νυκτὸς ἐπέθεντο τοῖς ἔργοις, καὶ πάσας διέφθειραν τὰς τῶν ἔργων καὶ μηχανημάτων κατασκευάς.
すでにハンニバルが攻城のための準備を完全に整えていた時、海路メタポンティオンからの増援がアクロポリスに到着したため、ローマ人たちは心に少しの勇気を取り戻し、夜間に構築物に襲いかかり、これら構築物や攻城兵器のすべての設備を破壊した。
§8.34.2οὗ γενομένου τὸ μὲν πολιορκεῖν τὴν ἄκραν Ἀννίβας ἀπέγνω, τῆς δὲ τοῦ τείχους κατασκευῆς ἤδη τετελειωμένης, ἁθροίσας τοὺς Ταραντίνους ἀπεδείκνυε διότι κυριώτατόν ἐστι πρὸς τοὺς ἐνεστῶτας καιροὺς τὸ τῆς θαλάττης ἀντιλαμβάνεσθαι.
このことが起こると、ハンニバルはアクロポリスを包囲攻撃することを断念したが、城壁の建設はすでに完了していたので、タレントゥム人たちを集めて、現在の状況において最も重要なことは、海を支配することであると示した。
§8.34.3κρατούσης γὰρ τῆς ἄκρας τῶν κατὰ τὸν εἴσπλουν τόπων, ὡς ἐπάνω προεῖπον, οἱ μὲν Ταραντῖνοι τὸ παράπαν οὐκ ἠδύναντο χρῆσθαι ταῖς ναυσὶν οὐδʼ ἐκπλεῖν ἐκ τοῦ λιμένος, τοῖς δὲ Ῥωμαίοις κατὰ θάλατταν ἀσφαλῶς παρεκομίζετο τὰ πρὸς τὴν χρείαν·
なぜなら、前に私が述べたように、アクロポリスが港の入り口付近の場所を支配しているので、タレントゥム人たちは船をまったく使うことができず、港から出航することもできなかったのに対し、ローマ人には、海路安全に必要な物資が運ばれていたからである。
§8.34.4οὗ συμβαίνοντος οὐδέποτε δυνατὸν ἦν βεβαίως ἐλευθερωθῆναι τὴν πόλιν.
このことが生じている限り、都市が確実に解放されることは決して不可能であった。
§8.34.5ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραντίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλπίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ διʼ αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι τὸν τόπον.
これらを見抜いて、ハンニバルはタレントゥム人たちに、もし要塞を守っている者たちが海からの望みを断たれるならば、彼らはただちに自ら屈服して、そこを去り、その場所を引き渡すだろう、と説明した。
§8.34.6ὧν ἀκούοντες οἱ Ταραντῖνοι τοῖς μὲν λεγομένοις συγκατετίθεντο· ὅπως δʼ ἂν γένοιτο τοῦτο κατὰ τὸ παρόν, οὐδαμῶς ἐδύναντο συννοῆσαι, πλὴν εἰ παρὰ Καρχηδονίων ἐπιφανείη στόλος·
これを聞いて、タレントゥム人たちは言われたことには同意したが、現在これがどのようにして実現できるのかは、カルタゴ人から艦隊が現れるのでない限り、全く見当がつかなかった。
τοῦτο δʼ ἦν κατὰ τοὺς τότε καιροὺς ἀδύνατον.
しかしこれは当時の状況では不可能なことであった。
§8.34.7διόπερ ἠδυνάτουν συμβαλεῖν ἐπὶ τί φερόμενος Ἀννίβας τοὺς περὶ τούτων πρὸς σφᾶς ποιεῖται λόγους.
それゆえ、彼らはハンニバルが何を意図してこれらの話を自分たちにしているのか推測することができなかった。
§8.34.8φήσαντος δʼ αὐτοῦ φανερὸν εἶναι χωρὶς Καρχηδονίων αὐτοὺς διʼ αὑτῶν ὅσον ἤδη κρατῆσαι τῆς θαλάττης, μᾶλλοι ἐκπλαγεῖς ἦσαν, οὐ δυνάμενοι τὴν ἐπίνοιαν αὐτοῦ συμβαλεῖν.
しかし、カルタゴ人なしに彼ら自身の手で今すぐにでも海を支配することは明白である、と彼が言うと、彼らはますます驚き、彼の意図を推し量ることができなかった。
§8.34.9ὁ δὲ συνεωρακὼς τὴν πλατεῖαν εὐδιακόσμητον οὖσαν τὴν ὑπάρχουσαν μὲν ἐντὸς τοῦ διατειχίσματος, φέρουσαν δὲ παρὰ τὸ διατείχισμʼ ἐκ τοῦ λιμένος εἰς τὴν ἔξω θάλατταν, ταύτῃ διενοεῖτο τὰς ναῦς ἐκ τοῦ λιμένος εἰς τὴν νότιον ὑπερβιβάζειν πλευράν.
しかし彼は、防壁の内側にあり、その防壁に沿って港から外海へと通じている、整備の行き届いた広い通りがあることを見抜いており、この通りを通って、船を港から南側の外海へと陸路で運ぼうと計画していた。
§8.34.10διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγομένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας τῆς ἐκείνου καὶ τόλμης.
それゆえ、彼がその計画をタレントゥム人たちに提示するやいなや、彼らは言われたことに同意しただけでなく、その男にいたく感嘆し、彼の機知と大胆さに打ち勝てるものは何もないと考えた。
§8.34.11ταχὺ δὲ πορείων ὑποτρόχων κατασκευασθέντων, ἅμα τῷ λόγῳ τοὔργον εἰλήφει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ τῇ προθέσει συνεργούσης.
すぐに車輪付きの輸送具が作られ、言葉と同時に実行が完了した。 熱意と多くの人手がその計画に同時に協力したからである。
§8.34.12οἱ μὲν οὖν Ταραντῖνοι τοῦτον τὸν τρόπον ὑπερνεωλκήσαντες τὰς νῆας εἰς τὴν ἔξω θάλατταν, ἐπολιόρκουν ἀσφαλῶς τοὺς ἐκ τῆς ἄκρας, ἀφῃρημένοι τὰς ἔξωθεν αὐτῶν ἐπικουρίας.
こうしてタレントゥム人たちは、このようにして船を引き上げて外海へと運び、要塞の者たちの外部からの援助を断ち切った上で、彼らを安全に包囲攻撃した。
§8.34.13Ἀννίβας δὲ φυλακὴν ἀπολιπὼν τῆς πόλεως ἀνέζευξε μετὰ τῆς δυνάμεως, καὶ παρεγένετο τριταῖος ἐπὶ τὸν ἐξ ἀρχῆς χάρακα, καὶ τὸ λοιπὸν τοῦ χειμῶνος ἐνταῦθα διατρίβων ἔμενε κατὰ χώραν.
ハンニバルは都市に守備隊を残し、軍勢を率いて出発し、3日目に元々の陣営に到着し、冬の残りの期間をそこで過ごし、その地に留まった。
[ξοδ. υρβ. φολ. 114 εχτρ. εχξ. αντ. π. 202. ]
[ウルビナス写本114葉、抜粋、旧202頁]