§8.34.1ἤδη δʼ ἐντελεῖς αὐτοῦ συνεσταμένου τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, παραπεσούσης ἐκ Μεταποντίου βοηθείας εἰς τὴν ἄκραν κατὰ θάλατταν, βραχύ τι ταῖς ψυχαῖς ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι νυκτὸς ἐπέθεντο τοῖς ἔργοις, καὶ πάσας διέφθειραν τὰς τῶν ἔργων καὶ μηχανημάτων κατασκευάς.
当汉尼拔已经完全做好了围城准备时,由于来自梅塔蓬图姆的援军通过海路抵达要塞,罗马人心中恢复了少许勇气,在夜间袭击了攻城工事,并摧毁了所有工事和器械的结构。
§8.34.2οὗ γενομένου τὸ μὲν πολιορκεῖν τὴν ἄκραν Ἀννίβας ἀπέγνω, τῆς δὲ τοῦ τείχους κατασκευῆς ἤδη τετελειωμένης, ἁθροίσας τοὺς Ταραντίνους ἀπεδείκνυε διότι κυριώτατόν ἐστι πρὸς τοὺς ἐνεστῶτας καιροὺς τὸ τῆς θαλάττης ἀντιλαμβάνεσθαι.
此事发生后,汉尼拔放弃了围攻要塞的打算,但由于城墙的建造已经完成,他召集塔兰托人,并向他们指出,在目前的情况下,最重要的事情是夺取海权。
§8.34.3κρατούσης γὰρ τῆς ἄκρας τῶν κατὰ τὸν εἴσπλουν τόπων, ὡς ἐπάνω προεῖπον, οἱ μὲν Ταραντῖνοι τὸ παράπαν οὐκ ἠδύναντο χρῆσθαι ταῖς ναυσὶν οὐδʼ ἐκπλεῖν ἐκ τοῦ λιμένος, τοῖς δὲ Ῥωμαίοις κατὰ θάλατταν ἀσφαλῶς παρεκομίζετο τὰ πρὸς τὴν χρείαν· §8.34.4οὗ συμβαίνοντος οὐδέποτε δυνατὸν ἦν βεβαίως ἐλευθερωθῆναι τὴν πόλιν.
因为正如我上面所说,要塞控制着港口入口处的通道,塔兰托人完全无法使用他们的船只,也无法驶出港口,而对罗马人来说,必需的物资却能通过海路安全运达;只要这种情况存在,城市就永远不可能获得稳固的解放。
§8.34.5ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραντίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλπίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ διʼ αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι τὸν τόπον.
汉尼拔看清了这一点,便向塔兰托人解释说,如果防守要塞的人被切断了对海洋的希望,他们便会立即自行屈服,放弃并交出该地。
§8.34.6ὧν ἀκούοντες οἱ Ταραντῖνοι τοῖς μὲν λεγομένοις συγκατετίθεντο· ὅπως δʼ ἂν γένοιτο τοῦτο κατὰ τὸ παρόν, οὐδαμῶς ἐδύναντο συννοῆσαι, πλὴν εἰ παρὰ Καρχηδονίων ἐπιφανείη στόλος· τοῦτο δʼ ἦν κατὰ τοὺς τότε καιροὺς ἀδύνατον.
听了这话,塔兰托人赞同他所说的话;但目前这该如何实现,他们完全无法想象,除非迦太基人的舰队出现;但在当时的情况下,这是不可能的。
§8.34.7διόπερ ἠδυνάτουν συμβαλεῖν ἐπὶ τί φερόμενος Ἀννίβας τοὺς περὶ τούτων πρὸς σφᾶς ποιεῖται λόγους.
因此,他们无法推测汉尼拔向他们谈论这些事情的意图何在。
§8.34.8φήσαντος δʼ αὐτοῦ φανερὸν εἶναι χωρὶς Καρχηδονίων αὐτοὺς διʼ αὑτῶν ὅσον ἤδη κρατῆσαι τῆς θαλάττης, μᾶλλοι ἐκπλαγεῖς ἦσαν, οὐ δυνάμενοι τὴν ἐπίνοιαν αὐτοῦ συμβαλεῖν.
但当汉尼拔说,显而易见他们不需要迦太基人,靠自己就能在目前夺取海上支配权时,他们更加震惊,无法理解他的设想。
§8.34.9ὁ δὲ συνεωρακὼς τὴν πλατεῖαν εὐδιακόσμητον οὖσαν τὴν ὑπάρχουσαν μὲν ἐντὸς τοῦ διατειχίσματος, φέρουσαν δὲ παρὰ τὸ διατείχισμʼ ἐκ τοῦ λιμένος εἰς τὴν ἔξω θάλατταν, ταύτῃ διενοεῖτο τὰς ναῦς ἐκ τοῦ λιμένος εἰς τὴν νότιον ὑπερβιβάζειν πλευράν.
但汉尼拔注意到在隔墙内侧有一条开阔且整洁的街道,它沿着隔墙从港口一直通往外海,他打算通过这条通道将船只从港口运到南侧的外海。
§8.34.10διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγομένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας τῆς ἐκείνου καὶ τόλμης.
因此,他一向塔兰托人展示这一设想,他们不仅赞同他的话,而且对这个人赞叹不已,并认为没有什么能战胜他的机智和胆量。
§8.34.11ταχὺ δὲ πορείων ὑποτρόχων κατασκευασθέντων, ἅμα τῷ λόγῳ τοὔργον εἰλήφει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ τῇ προθέσει συνεργούσης.
很快轮式运输工具就被制造出来,话音刚落工作便宣告完成,因为热忱和众多的人手同时协作,共同实现了这一计划。
§8.34.12οἱ μὲν οὖν Ταραντῖνοι τοῦτον τὸν τρόπον ὑπερνεωλκήσαντες τὰς νῆας εἰς τὴν ἔξω θάλατταν, ἐπολιόρκουν ἀσφαλῶς τοὺς ἐκ τῆς ἄκρας, ἀφῃρημένοι τὰς ἔξωθεν αὐτῶν ἐπικουρίας.
于是,塔兰托人以这种方式将船只拖曳过陆地送入外海,在切断了要塞守军外部援助的情况下,安全地对他们进行了包围。
§8.34.13Ἀννίβας δὲ φυλακὴν ἀπολιπὼν τῆς πόλεως ἀνέζευξε μετὰ τῆς δυνάμεως, καὶ παρεγένετο τριταῖος ἐπὶ τὸν ἐξ ἀρχῆς χάρακα, καὶ τὸ λοιπὸν τοῦ χειμῶνος ἐνταῦθα διατρίβων ἔμενε κατὰ χώραν.
汉尼拔在城市里留下了守备队,率领部队撤走,于第三天到达最初的营地,并在那里度过了冬天的余下时间。
[ξοδ. υρβ. φολ. 114 εχτρ. εχξ. αντ. π. 202. ]
[乌尔比诺抄本,第114叶末尾;古代摘录,第202页。]