§8.33.1τότε μὲν οὖν Ἀννίβας προβαλόμενος ἀσφαλῶς τὸν χάρακα τὴν ἡσυχίαν ἔσχε, τῆς ἐπιβολῆς αὐτῷ κατὰ νοῦν κεχωρηκυίας.
そこでその時、ハンニバルは安全に防壁を前方に張り巡らした上で静観したが、それは彼の計画が思い通りに運んだからであった。
§8.33.2τοὺς μὲν γὰρ ὑπεναντίους συγκλείσας ἠνάγκασε μένειν ἐντὸς τοῦ τείχους, δεδιότας οὐ μόνον περὶ σφῶν, ἀλλὰ καὶ περὶ τῆς ἄκρας, §8.33.3τοῖς δὲ πολιτικοῖς τοιοῦτο παρέστησε θάρσος ὥστε καὶ χωρὶς τῶν Καρχηδονίων ἱκανοὺς αὑτοὺς ὑπολαμβάνειν ἔσεσθαι τοῖς Ῥωμαίοις.
なぜなら、一方では敵を壁の内に閉じ込めることでそこに留まることを余余儀なくさせ、彼らに自分たち自身のことだけでなく、アクロポリスのことも恐れさせたからであり、他方では、市民たちに、カルタゴ人なしでも自分たち自身がローマ人に対抗するに十分であると見なすほどの勇気を与えたからである。
§8.33.4μετὰ δὲ ταῦτα μικρὸν ἀπὸ τοῦ χάρακος ἀποστήσας ὡς πρὸς τὴν πόλιν, τάφρον ἐποίει παράλληλον τῷ χάρακι καὶ τῷ τῆς ἄκρας τείχει·
この後、彼は防壁から街の方へ少し距離を置いて、防壁およびアクロポリスの壁と平行に堀を作った。
§8.33.5παρʼ ἣν ἐκ μεταβολῆς ἐπὶ τὸ πρὸς τῇ πόλει χεῖλος τοῦ χοὸς ἀνασωρευομένου, προσέτι δὲ καὶ χάρακος ἐπʼ αὐτῆς τεθέντος, οὐ πολὺ καταδεεστέραν τείχους συνέβαινε τὴν ἀσφάλειαν ἐξ αὐτῆς ἀποτελεῖσθαι.
その堀の傍らの、街側の縁に掘り出された土が積み上げられ、その上にさらに防壁も設置されたため、それ自体による防御の安全性は、城壁に比べてもほとんど劣らないものとなるに至った。
§8.33.6παρὰ δὲ ταύτην ἐντὸς ἔτι πρὸς τὴν πόλιν ἀπολιπὼν σύμμετρον διάστημα τεῖχος ἐπεβάλετο κατασκευάζειν, ἀρξάμενος ἀπὸ τῆς Σωτείρας ἕως εἰς τὴν Βαθεῖαν προσαγορευομένην,
この防御帯の傍らの、さらに街の方へ内側に適度な間隔を残して、彼は城壁を建設することに着手し、ソテイラ通りからバテイアと呼ばれる通りに至るまでそれを進めた。
§8.33.7ὥστε καὶ χωρὶς ἀνδρῶν τὰς διʼ αὐτῶν τῶν κατασκευασμάτων ὀχυρότητας ἱκανὰς εἶναι τοῖς Ταραντίνοις τὴν ἀσφάλειαν παρασκευάζειν.
その結果、人手による防衛がなくても、これら構造物自体による堅固さがタレントゥム人に安全をもたらすのに十分なものとなった。
§8.33.8ἀπολιπὼν δὲ τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τὴν τοῦ τείχους παρεφεδρεύοντας ἱππεῖς κατεστρατοπέδευσε, περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῆς πόλεως, παρὰ τὸν ποταμὸν τὸν παρὰ μέν τισι Γαλαῖσον, παρὰ δὲ τοῖς πλείστοις προσαγορευόμενον Εὐρώταν, ὃς ἔχει τὴν ἐπωνυμίαν ταύτην ἀπὸ τῆς τοῦ παρὰ Λακεδαίμονα ῥέοντος Εὐρώτα.
ハンニバルは、街と城壁の守備のために十分かつ適任な者たちを残し、また支援として控えている騎兵たちを残した上で、街から約四十スタディオン離れた、ある人々からはガライソス川、多くの人々からはエウロタス川と呼ばれている川の傍らに陣を張った。 この川は、ラケダイモンの傍らを流れるエウロタス川にちなんでその名を得たものである。
§8.33.9πολλὰ δὲ τοιαῦτα κατὰ τὴν χώραν καὶ κατὰ τὴν πόλιν ὑπάρχει τοῖς Ταραντίνοις διὰ τὸ καὶ τὴν ἀποικίαν καὶ τὴν συγγένειαν ὁμολογουμένην αὐτοῖς εἶναι πρὸς Λακεδαιμονίους.
タレントゥム人にとって、彼らの植民の歴史も血縁関係もラケダイモン人との間で公に認められたものであるため、彼らの領内や街の中にはこのようなものが多く存在している。
§8.33.10ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διά τε τὴν τῶν Ταραντίνων σπουδὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συνεργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν Ἀννίβας.
タレントゥム人の熱心さと自発性、そしてカルタゴ人の協力のおかげで、城壁が急速に完成を迎えたので、この後ハンニバルはアクロポリスをも奪取しようと決意した。