Humanitext Reader

波利比奥斯 · 历史 §8.33.1-8.33.10

塔兰托要塞封锁线的完成与布阵

第 593 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔修建了由木栅栏、壕沟和城墙组成的坚固防线,将罗马军控制的要塞隔离开来,以确保塔兰托的安全。随后,他在郊外一条以斯巴达传统命名的河流旁安营扎寨,并计划夺取该要塞。

§8.33.1τότε μὲν οὖν Ἀννίβας προβαλόμενος ἀσφαλῶς τὸν χάρακα τὴν ἡσυχίαν ἔσχε, τῆς ἐπιβολῆς αὐτῷ κατὰ νοῦν κεχωρηκυίας.
此时,汉尼拔安全地在前方筑起木栅栏后便静观其变,因为他的计划已如愿以偿。
§8.33.2τοὺς μὲν γὰρ ὑπεναντίους συγκλείσας ἠνάγκασε μένειν ἐντὸς τοῦ τείχους, δεδιότας οὐ μόνον περὶ σφῶν, ἀλλὰ καὶ περὶ τῆς ἄκρας, §8.33.3τοῖς δὲ πολιτικοῖς τοιοῦτο παρέστησε θάρσος ὥστε καὶ χωρὶς τῶν Καρχηδονίων ἱκανοὺς αὑτοὺς ὑπολαμβάνειν ἔσεσθαι τοῖς Ῥωμαίοις.
因为他一方面通过将敌军围困在内,迫使他们留在城墙之内,不仅为他们自身担忧,也为要塞感到恐惧;另一方面,他赋予了市民们如此巨大的勇气,以至于他们认为即使没有迦太基人,他们自己也足以对抗罗马人。
§8.33.4μετὰ δὲ ταῦτα μικρὸν ἀπὸ τοῦ χάρακος ἀποστήσας ὡς πρὸς τὴν πόλιν, τάφρον ἐποίει παράλληλον τῷ χάρακι καὶ τῷ τῆς ἄκρας τείχει· §8.33.5παρʼ ἣν ἐκ μεταβολῆς ἐπὶ τὸ πρὸς τῇ πόλει χεῖλος τοῦ χοὸς ἀνασωρευομένου, προσέτι δὲ καὶ χάρακος ἐπʼ αὐτῆς τεθέντος, οὐ πολὺ καταδεεστέραν τείχους συνέβαινε τὴν ἀσφάλειαν ἐξ αὐτῆς ἀποτελεῖσθαι.
在这之后,他让木栅栏向城市方向空出一点距离,修建了一条与木栅栏及要塞城墙平行的壕沟;在壕沟旁,随着挖出的泥土被堆积在朝向城市的一侧边缘,且其上还安设了木栅栏,其所产生的防御安全性结果并不亚于城墙。
§8.33.6παρὰ δὲ ταύτην ἐντὸς ἔτι πρὸς τὴν πόλιν ἀπολιπὼν σύμμετρον διάστημα τεῖχος ἐπεβάλετο κατασκευάζειν, ἀρξάμενος ἀπὸ τῆς Σωτείρας ἕως εἰς τὴν Βαθεῖαν προσαγορευομένην, §8.33.7ὥστε καὶ χωρὶς ἀνδρῶν τὰς διʼ αὐτῶν τῶν κατασκευασμάτων ὀχυρότητας ἱκανὰς εἶναι τοῖς Ταραντίνοις τὴν ἀσφάλειαν παρασκευάζειν.
在此防线旁,他再次向着城市内侧留出适当的距离,着手建造一道城墙,从被称为索泰拉的街道一直延伸到被称为巴泰亚的街道,结果是,即使没有守兵,这些构造物本身的坚固程度也足以确保塔兰托人的安全。
§8.33.8ἀπολιπὼν δὲ τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τὴν τοῦ τείχους παρεφεδρεύοντας ἱππεῖς κατεστρατοπέδευσε, περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῆς πόλεως, παρὰ τὸν ποταμὸν τὸν παρὰ μέν τισι Γαλαῖσον, παρὰ δὲ τοῖς πλείστοις προσαγορευόμενον Εὐρώταν, ὃς ἔχει τὴν ἐπωνυμίαν ταύτην ἀπὸ τῆς τοῦ παρὰ Λακεδαίμονα ῥέοντος Εὐρώτα.
在留下了足够且合适的人手防守城市与城墙,以及留下骑兵作为后备支援之后,汉尼拔在距离城市约四十斯塔迪亚处安营扎寨,就在那条被某些人称为加莱索斯河、而被大多数人称为欧罗塔斯河的河畔。 这条河的名字来源于流经拉刻代蒙的欧罗塔斯河。
§8.33.9πολλὰ δὲ τοιαῦτα κατὰ τὴν χώραν καὶ κατὰ τὴν πόλιν ὑπάρχει τοῖς Ταραντίνοις διὰ τὸ καὶ τὴν ἀποικίαν καὶ τὴν συγγένειαν ὁμολογουμένην αὐτοῖς εἶναι πρὸς Λακεδαιμονίους.
塔兰托人的领地和城市中存在许多诸如此类的事物,因为他们的殖民历史以及与拉刻代蒙人的亲缘关系都是公认的。
§8.33.10ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διά τε τὴν τῶν Ταραντίνων σπουδὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συνεργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν Ἀννίβας.
由于塔兰托人的热忱和积极,以及迦太基人的协助,城墙得以迅速完工,此后汉尼拔便决定夺取要塞。

词汇与语法注释

  1. 8.33.3τοῖς Ῥωμαίοις — 此与格修饰形容词 ἱκανός(足够的、能对抗的),该形容词修饰不定式 ὑπολαμβάνειν 及其所含不定式 ἔσεσθαι 的主语宾格 αὑτούς。结构上表示“他们自己足以对抗罗马人”。
  2. 8.33.5τοῦ χοὸς ἀνασωρευομένου — τοῦ χοὸς ἀνασωρευομένου 与紧随其后的 χάρακος ... τεθέντος 均为属格独立分词结构,表示主句无人称动词 συνέβαινε 的伴随状况或原因。此外,ἐκ μεταβολῆς 是一个副词性习语,意为“作为(开挖的)结果、取而代之”。
  3. 8.33.6τῆς Σωτείρας ἕως εἰς τὴν Βαθεῖαν — 阴性专有名词 Σωτείρα 与 Βαθεῖα 采用阴性形式,是因为在语境中它们指代塔兰托的“街道”(阴性名词 ὁδός)或“城门”(阴性名词 πύλη),此处省略了相应的阴性名词。
  4. 8.33.10τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν — 宾格复数分词 λαμβάνοντας 在语法上与属格 τοῦ τείχους 不一致。此处本应为属格独立分词 λαμβάνοντος(“随着城墙完工”),但这可能代表了抄本传抄中的混乱,或是暗示“(他们)迅速推进城墙完工”的宾格绝对结构。在理解上,它表示城墙正迅速走向完工。

引用这一段

波利比奥斯, 历史 §8.33.1-8.33.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.33.1-8.33.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。