§8.33.1τότε μὲν οὖν Ἀννίβας προβαλόμενος ἀσφαλῶς τὸν χάρακα τὴν ἡσυχίαν ἔσχε, τῆς ἐπιβολῆς αὐτῷ κατὰ νοῦν κεχωρηκυίας. §8.33.2τοὺς μὲν γὰρ ὑπεναντίους συγκλείσας ἠνάγκασε μένειν ἐντὸς τοῦ τείχους, δεδιότας οὐ μόνον περὶ σφῶν, ἀλλὰ καὶ περὶ τῆς ἄκρας, §8.33.3τοῖς δὲ πολιτικοῖς τοιοῦτο παρέστησε θάρσος ὥστε καὶ χωρὶς τῶν Καρχηδονίων ἱκανοὺς αὑτοὺς ὑπολαμβάνειν ἔσεσθαι τοῖς Ῥωμαίοις. §8.33.4μετὰ δὲ ταῦτα μικρὸν ἀπὸ τοῦ χάρακος ἀποστήσας ὡς πρὸς τὴν πόλιν, τάφρον ἐποίει παράλληλον τῷ χάρακι καὶ τῷ τῆς ἄκρας τείχει· §8.33.5παρʼ ἣν ἐκ μεταβολῆς ἐπὶ τὸ πρὸς τῇ πόλει χεῖλος τοῦ χοὸς ἀνασωρευομένου, προσέτι δὲ καὶ χάρακος ἐπʼ αὐτῆς τεθέντος, οὐ πολὺ καταδεεστέραν τείχους συνέβαινε τὴν ἀσφάλειαν ἐξ αὐτῆς ἀποτελεῖσθαι. §8.33.6παρὰ δὲ ταύτην ἐντὸς ἔτι πρὸς τὴν πόλιν ἀπολιπὼν σύμμετρον διάστημα τεῖχος ἐπεβάλετο κατασκευάζειν, ἀρξάμενος ἀπὸ τῆς Σωτείρας ἕως εἰς τὴν Βαθεῖαν προσαγορευομένην, §8.33.7ὥστε καὶ χωρὶς ἀνδρῶν τὰς διʼ αὐτῶν τῶν κατασκευασμάτων ὀχυρότητας ἱκανὰς εἶναι τοῖς Ταραντίνοις τὴν ἀσφάλειαν παρασκευάζειν. §8.33.8ἀπολιπὼν δὲ τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τὴν τοῦ τείχους παρεφεδρεύοντας ἱππεῖς κατεστρατοπέδευσε, περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῆς πόλεως, παρὰ τὸν ποταμὸν τὸν παρὰ μέν τισι Γαλαῖσον, παρὰ δὲ τοῖς πλείστοις προσαγορευόμενον Εὐρώταν, ὃς ἔχει τὴν ἐπωνυμίαν ταύτην ἀπὸ τῆς τοῦ παρὰ Λακεδαίμονα ῥέοντος Εὐρώτα. §8.33.9πολλὰ δὲ τοιαῦτα κατὰ τὴν χώραν καὶ κατὰ τὴν πόλιν ὑπάρχει τοῖς Ταραντίνοις διὰ τὸ καὶ τὴν ἀποικίαν καὶ τὴν συγγένειαν ὁμολογουμένην αὐτοῖς εἶναι πρὸς Λακεδαιμονίους. §8.33.10ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διά τε τὴν τῶν Ταραντίνων σπουδὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συνεργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν Ἀννίβας.
At that time, then, Hannibal, having safely thrown up the palisade in front, remained quiet, as his undertaking had turned out according to his mind. For on the one hand, by shutting in the enemy, he forced them to remain within the wall, fearing not only for themselves but also for the citadel; and on the other hand, he inspired such courage in the citizens that they believed themselves to be, even without the Carthaginians, a match for the Romans. After this, leaving a small distance from the palisade towards the city, he constructed a trench parallel to the palisade and to the wall of the citadel; alongside which, as the excavated earth was piled up on the edge facing the city and, in addition, a palisade was placed upon it, it resulted that the security derived from it was not much inferior to that of a wall. Beside this, leaving again a moderate space inwards towards the city, he undertook to build a wall, beginning from the street of Soteira as far as the one called Batheia, so that even without men, the strengths of these structures themselves were sufficient to afford security to the Tarentines. Having left sufficient and suitable men for the guard of the city and the wall, and the cavalry waiting as a support, he encamped at a distance of about forty stades from the city, by the river which is called by some Galaesus, but by most Eurotas, which has this name from the Eurotas flowing past Lacedaemon. For many such things exist for the Tarentines in their territory and in their city, because both their colonization and their kinship with the Lacedaemonians are acknowledged. Since the wall was rapidly reaching completion, owing to the zeal and eagerness of the Tarentines and the cooperation of the Carthaginians, Hannibal next resolved to capture the citadel as well.