§8.24.1ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην·
ὅτι(〜ということ)。 タレントゥム人は繁栄による傲慢さのゆえに、エピロス人ピュロスを呼び寄せた。
πᾶσα γὰρ ἐλευθερία μετʼ ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμένων, κἄπειτα ζητεῖ δεσπότην·
なぜなら、長期にわたる自由な権力を伴ういかなる自由も、現状に対して飽きを抱く性質があり、そののち支配者を求めるからである。
τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μεταβολήν·
しかし、それを得ると、今度は悪化への変化が大きく見えるために、すぐにまたそれを憎むようになる。
ὃ καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις. [εχξ. ϝατ. π. 374 μ. 27, 2 η. 23. πᾶσα — 26. μισεῖ ετιαμ ξοδ. υρβ. φολ. 114 εχτρ. μαργο. ]
これこそが、当時タレントゥム人たちに起こったことであった。
§8.24.2ὅτι πᾶν τὸ μέλλον κρεῖττον φαίνεται τοῦ παρόντος ὑπάρχειν. [εχξ. ϝατ. π. 375 μ. 27, 8 η. ]
ὅτι(〜ということ)。 すべての未来のものは、現在のものよりも優れているように見えるものである。
§8.24.3προσπεσόντων δὲ τούτων εἰς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη. [συιδας ϝ. Προσπεσόντων. ]
これらの知らせがタレントゥムとスリオイに届くと、群衆は憤慨した。
§8.24.4τὸ μὲν οὖν πρῶτον ὡς ἐπʼ ἐξοδείαν ὁρμήσαντες ἐκ τῆς πόλεως καὶ συνεγγίσαντες τῇ παρεμβολῇ τῶν Καρχηδονίων νυκτός, ἄλλοι μὲν συγκαθέντες εἴς τινα τόπον ὑλώδη παρὰ τὴν ὁδὸν ἔμειναν, ὁ δὲ Φιλήμενος καὶ Νίκων προσῆλθον πρὸς τὴν παρεμβολήν.
そこで最初、彼らはあたかも略奪に出るかのように市から出発し、夜間にカルタゴ軍の陣営に近づき、ある者たちは道のそばの樹木の生い茂った場所に身を潜めてとどまり、フィレメノスとニコンは陣営へと進んだ。
§8.24.5τῶν δὲ φυλάκων ἐπιλαβομένων αὐτῶν, ἀνήγοντο πρὸς τὸν Ἀννίβαν, οὐδὲν εἰπόντες οὔτε πόθεν οὔτε τίνες ἦσαν, αὐτὸ δὲ μόνον τοῦτο δηλοῦντες ὅτι θέλουσι τῷ στρατηγῷ συμμῖξαι.
番兵たちが彼らを捕らえると、彼らはハンニバルのもとへと連れて行かれた。 自分たちがどこから来たか、何者であるかも一切言わず、ただ将軍に会いたいということだけを明らかにした。
§8.24.6ταχὺ δὲ πρὸς τὸν Ἀννίβαν ἐπαναχθέντες ἔφασαν αὐτῷ κατʼ ἰδίαν βούλεσθαι διαλεχθῆναι.
すぐにハンニバルの前へと引き出されると、彼らは二人だけで話したいと言った。
§8.24.7τοῦ δὲ καὶ λίαν ἑτοίμως προσδεξαμένου τὴν ἔντευξιν, ἀπελογίζοντο περί τε τῶν καθʼ αὑτοὺς καὶ περὶ τῶν κατὰ τὴν πατρίδα, πολλὰς καὶ ποικίλας ποιούμενοι κατηγορίας Ῥωμαίων, χάριν τοῦ μὴ δοκεῖν ἀλόγως ἐμβαίνειν εἰς τὴν ὑποκειμένην πρᾶξιν.
彼が極めて快く会談に応じると、彼らは自分たちの置かれた状況や祖国の状況について説明し、ローマ人に対する数々の様々な非難を浴びせた。 それは、自分たちがこれから行う企てに理由なしに着手するのではないと思わせるためであった。
§8.24.8τότε μὲν οὖν Ἀννίβας ἐπαινέσας καὶ τὴν ὁρμὴν αὐτῶν φιλανθρώπως ἀποδεξάμενος ἐξέπεμψε, συνταξάμενος παραγίνεσθαι καὶ συμμιγνύναι κατὰ τάχος αὑτῷ πάλιν.
その時、ハンニバルは彼らを賞賛し、彼らの熱意を好意的に受け入れて送り出したが、速やかに再び自分のところにやって来て会うようにと約束を交わした。
§8.24.9κατὰ δὲ τὸ παρὸν ἐκέλευσε τὰ πρῶτα τῶν ἐξελασθέντων πρωῒ θρεμμάτων καὶ τοὺς ἅμα τούτοις ἄνδρας, ἐπειδὰν ἱκανὸν ἀπόσχωσι τῆς παρεμβολῆς, περιελασαμένους εὐθαρσῶς ἀπαλλάττεσθαι·
さしあたり、彼は朝に追い出された家畜のうち最初のものと、それに同行していた男たちに対して、陣営から十分に離れた時に、それらを駆り立てて恐れることなく立ち去るように命じた。
περὶ γὰρ τῆς ἀσφαλείας αὑτῷ μελήσειν.
安全については自分が配慮するからである。
§8.24.10ἐποίει δὲ τοῦτο βουλόμενος αὑτῷ μὲν ἀναστροφὴν δοῦναι πρὸς τὸ πολυπραγμονῆσαι τὰ κατὰ τοὺς νεανίσκους, ἐκείνοις δὲ πίστιν παρασκευάζειν πρὸς τοὺς πολίτας ὡς ἀπὸ τοῦ κρατίστου ποιουμένοις τὰς ἐπὶ τὰς λῃστείας ἐξόδους.
彼がこのようにしたのは、自分にとっては若者たちの状況をさらに詳しく探るための時間的な余裕を得るためであり、彼らにとっては、市民たちに対して、極めて優れた理由から略奪目的の出撃を行っているという信用を与えるためであった。
§8.24.11πραξάντων δὲ τῶν περὶ τὸν Νίκωνα τὸ παραγγελθέν, ὁ μὲν Ἀννίβας περιχαρὴς ἦν διὰ τὸ μόλις ἀφορμῆς ἐπειλῆφθαι πρὸς τὴν προκειμένην ἐπιβολήν,
ニコンらが命じられた通りに実行すると、ハンニバルは大いに喜んだ。 目下の計画に取りかかる手がかりをようやく得たからである。
§8.24.12οἱ δὲ περὶ τὸν Φιλήμενον ἔτι μᾶλλον παρώρμηντο πρὸς τὴν πρᾶξιν διὰ τὸ καὶ τὴν ἔντευξιν ἀσφαλῶς γεγονέναι καὶ τὸν Ἀννίβαν ηὑρηκέναι πρόθυμον, ἔτι δὲ τὴν τῆς λείας δαψίλειαν ἱκανὴν αὐτοῖς πίστιν παρεσκευακέναι πρὸς τοὺς ἰδίους.
一方、フィレメノスらは、会談が無事に終わり、ハンニバルが協力的であることがわかったこと、さらには、豊かな戦利品が同胞たちに対する十分な信用を彼らに与えてくれたことによって、その計画に対してさらに強く駆り立てられた。
§8.24.13διότι τὰ μὲν ἀποδόμενοι, τὰ δʼ εὐωχούμενοι τῆς λείας, οὐ μόνον ἐπιστεύοντο παρὰ τοῖς Ταραντίνοις, ἀλλὰ καὶ ζηλωτὰς ἔσχον οὐκ ὀλίγους.
なぜなら、戦利品の一部を売り払い、別の一部で宴会を開くことによって、彼らはタレントゥム人の間で信用されただけでなく、少なくない数の追随者をも得たからである。