§8.24.1ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην· πᾶσα γὰρ ἐλευθερία μετʼ ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμένων, κἄπειτα ζητεῖ δεσπότην· τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μεταβολήν·
却说塔兰托人因其繁荣而骄傲自大,召来了伊庇鲁斯人庇洛斯;因为任何伴随着长期权力的自由,都有一种对现状感到厌倦的本性,随后便会寻找一个主人;然而,一旦找到了主人,它很快又会心生憎恨,因为向更坏方向的转变显得如此巨大。
ὃ καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις. [εχξ. ϝατ. π. 374 μ. 27, 2 η. 23. πᾶσα — 26. μισεῖ ετιαμ ξοδ. υρβ. φολ. 114 εχτρ. μαργο. ]
当时塔兰托人的情况正是如此。
§8.24.2ὅτι πᾶν τὸ μέλλον κρεῖττον φαίνεται τοῦ παρόντος ὑπάρχειν. [εχξ. ϝατ. π. 375 μ. 27, 8 η. ]
却说一切未来的事物似乎都比眼前的要好。
§8.24.3προσπεσόντων δὲ τούτων εἰς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη. [συιδας ϝ. Προσπεσόντων. ]
当这些消息传到塔兰托和图里时,民众感到非常愤怒。
§8.24.4τὸ μὲν οὖν πρῶτον ὡς ἐπʼ ἐξοδείαν ὁρμήσαντες ἐκ τῆς πόλεως καὶ συνεγγίσαντες τῇ παρεμβολῇ τῶν Καρχηδονίων νυκτός, ἄλλοι μὲν συγκαθέντες εἴς τινα τόπον ὑλώδη παρὰ τὴν ὁδὸν ἔμειναν, ὁ δὲ Φιλήμενος καὶ Νίκων προσῆλθον πρὸς τὴν παρεμβολήν.
起初,他们从城里出发,仿佛是要出去劫掠,并在夜间接近迦太基人的营地,其中一些人留在路旁一片树木茂密的地方隐藏起来,而菲莱梅诺斯和尼康则走向营地。
§8.24.5τῶν δὲ φυλάκων ἐπιλαβομένων αὐτῶν, ἀνήγοντο πρὸς τὸν Ἀννίβαν, οὐδὲν εἰπόντες οὔτε πόθεν οὔτε τίνες ἦσαν, αὐτὸ δὲ μόνον τοῦτο δηλοῦντες ὅτι θέλουσι τῷ στρατηγῷ συμμῖξαι.
当哨兵抓住他们时,他们被带到汉尼拔面前,既不说自己来自何方,也不说自己是谁,而只是表明这一点:他们想要见将军。
§8.24.6ταχὺ δὲ πρὸς τὸν Ἀννίβαν ἐπαναχθέντες ἔφασαν αὐτῷ κατʼ ἰδίαν βούλεσθαι διαλεχθῆναι.
他们很快被带到汉尼拔面前,表示想要私下里同他谈谈。
§8.24.7τοῦ δὲ καὶ λίαν ἑτοίμως προσδεξαμένου τὴν ἔντευξιν, ἀπελογίζοντο περί τε τῶν καθʼ αὑτοὺς καὶ περὶ τῶν κατὰ τὴν πατρίδα, πολλὰς καὶ ποικίλας ποιούμενοι κατηγορίας Ῥωμαίων, χάριν τοῦ μὴ δοκεῖν ἀλόγως ἐμβαίνειν εἰς τὴν ὑποκειμένην πρᾶξιν.
汉尼拔非常爽快地接受了这次会面,于是他们说明了自己以及祖国的情况,对罗马人提出了许多各种各样的指控,免得显得他们是无缘无故地着手进行眼前的计划。
§8.24.8τότε μὲν οὖν Ἀννίβας ἐπαινέσας καὶ τὴν ὁρμὴν αὐτῶν φιλανθρώπως ἀποδεξάμενος ἐξέπεμψε, συνταξάμενος παραγίνεσθαι καὶ συμμιγνύναι κατὰ τάχος αὑτῷ πάλιν.
于是,汉尼拔赞扬了他们,亲切地接受了他们的热忱,然后打发他们走,并约定让他们尽快再次前来与他会合。
§8.24.9κατὰ δὲ τὸ παρὸν ἐκέλευσε τὰ πρῶτα τῶν ἐξελασθέντων πρωῒ θρεμμάτων καὶ τοὺς ἅμα τούτοις ἄνδρας, ἐπειδὰν ἱκανὸν ἀπόσχωσι τῆς παρεμβολῆς, περιελασαμένους εὐθαρσῶς ἀπαλλάττεσθαι· περὶ γὰρ τῆς ἀσφαλείας αὑτῷ μελήσειν.
至于目前,他命令,清晨赶出的首批牲畜以及随行人员,在离营地有足够距离时,应当大胆地把它们赶走并离开;因为他会亲自负责他们的安全。
§8.24.10ἐποίει δὲ τοῦτο βουλόμενος αὑτῷ μὲν ἀναστροφὴν δοῦναι πρὸς τὸ πολυπραγμονῆσαι τὰ κατὰ τοὺς νεανίσκους, ἐκείνοις δὲ πίστιν παρασκευάζειν πρὸς τοὺς πολίτας ὡς ἀπὸ τοῦ κρατίστου ποιουμένοις τὰς ἐπὶ τὰς λῃστείας ἐξόδους.
他这样做,一方面是为了给自己留出时间来仔细了解这些年轻人的情况,另一方面是为了让他们在市民中获得信任,仿佛他们是以最好的方式去进行劫掠出击的。
§8.24.11πραξάντων δὲ τῶν περὶ τὸν Νίκωνα τὸ παραγγελθέν, ὁ μὲν Ἀννίβας περιχαρὴς ἦν διὰ τὸ μόλις ἀφορμῆς ἐπειλῆφθαι πρὸς τὴν προκειμένην ἐπιβολήν, §8.24.12οἱ δὲ περὶ τὸν Φιλήμενον ἔτι μᾶλλον παρώρμηντο πρὸς τὴν πρᾶξιν διὰ τὸ καὶ τὴν ἔντευξιν ἀσφαλῶς γεγονέναι καὶ τὸν Ἀννίβαν ηὑρηκέναι πρόθυμον, ἔτι δὲ τὴν τῆς λείας δαψίλειαν ἱκανὴν αὐτοῖς πίστιν παρεσκευακέναι πρὸς τοὺς ἰδίους.
尼康等人执行了所吩咐的事情后,汉尼拔非常高兴,因为他终于为预定的计划找到了一个切入点,而菲莱梅诺斯等人则对这一行动更加充满热情,因为这次会面安全进行,且发现汉尼拔十分积极,而且丰厚的战利品也让他们在同胞中赢得了足够的信任。
§8.24.13διότι τὰ μὲν ἀποδόμενοι, τὰ δʼ εὐωχούμενοι τῆς λείας, οὐ μόνον ἐπιστεύοντο παρὰ τοῖς Ταραντίνοις, ἀλλὰ καὶ ζηλωτὰς ἔσχον οὐκ ὀλίγους.
因为他们卖掉了一部分战利品,用其余的部分款待大家,这不仅使他们在塔兰托人中赢得了信任,而且还吸引了不少效仿者。