Humanitext Reader

ポリュビオス · 歴史 §8.25.1-8.25.11

ハンニバルとの盟約とタレントゥム奪取の謀議

585 / 1311 箇所 · ギリシア語

要旨

タレントゥムの若者たちはハンニバルと自由の保障に関する誓約を交わし、狩猟を口実にしてローマの司令官や門番を懐柔することに成功する。そして、司令官が宴会に出席する日を実行の日に定める。

§8.25.1μετὰ δὲ ταῦτα ποιησάμενοι δευτέραν ἔξοδον, καὶ παραπλησίως χειρίσαντες τὰ κατὰ μέρος, αὐτοί τε τοῖς περὶ τὸν Ἀννίβαν ἔδοσαν πίστεις καὶ παρʼ ἐκείνων ἔλαβον ἐπὶ τούτοις,
こののち彼らは二回目の外出を行い、同様に詳細を処理した。 そして自らもハンニバルらに誓約を与え、また彼らからも以下の条件で誓約を受け取った。
§8.25.2ἐφʼ ᾧ Ταραντίνους ἐλευθερώσειν καὶ μήτε φόρους πράξεσθαι κατὰ μηδένα τρόπον μήτʼ ἄλλο μηδὲν ἐπιτάξειν Ταραντίνοις Καρχηδονίους, τὰς δὲ τῶν Ῥωμαίων οἰκίας καὶ καταλύσεις, ἐπειδὰν κρατήσωσι τῆς πόλεως, ἐξεῖναι Καρχηδονίοις διαρπάζειν.
すなわち、カルタゴ人はタレントゥム人を自由にすること、いかなる方法によっても貢納金を徴収せず、その他いかなることもタレントゥム人に課さないこと。 しかし、ローマ人の家や宿舎については、市を制圧した暁には、カルタゴ人がこれらを略奪してよいということである。
§8.25.3ἐποιήσαντο δὲ καὶ σύνθημα τοῦ παραδέχεσθαι σφᾶς τοὺς φύλακας ἑτοίμως εἰς τὴν παρεμβολήν, ὅτʼ ἔλθοιεν.
また彼らは、自分たちがやって来たときに、番兵たちが快く自分たちを陣営に受け入れるための合図をも定めた。
§8.25.4ὧν γενομένων ἔλαβον ἐξουσίαν εἰς τὸ καὶ πλεονάκις συμμιγνύναι τοῖς περὶ τὸν Ἀννίβαν, ποτὲ μὲν ὡς ἐπʼ ἐξοδείαν, ποτὲ δὲ πάλιν ὡς ἐπὶ κυνηγίαν ποιούμενοι τὰς ἐκ τῆς πόλεως ἐξόδους.
これらのことが行われると、彼らはある時は略奪のため、またある時は狩猟のためと称して市からの外出を繰り返し、ハンニバルらとさらに頻繁に会合する機会を得た。
§8.25.5ταῦτα δὲ διαρμοσάμενοι πρὸς τὸ μέλλον, οἱ μὲν πλείους ἐπετήρουν τοὺς καιρούς, τὸν δὲ Φιλήμενον ἀπέταξαν ἐπὶ τὰς κυνηγίας·
将来に向けてこれらの準備を整えると、大部分の者は機会を窺い、フィレメノスを狩猟の任務に割り当てた。
§8.25.6διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις ὡς οὐδὲν προυργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν.
なぜなら、この分野に対する彼の並外れた情熱のゆえに、人生において狩猟をすること以上に重要なことは何もないと彼が考えているという評判が立っていたからである。
§8.25.7διὸ τούτῳ μὲν ἐπέτρεψαν ἐξιδιάσασθαι διὰ τῶν ἁλισκομένων θηρίων πρῶτον μὲν τὸν ἐπὶ τῆς πόλεως τεταγμένον Γάιον Λίβιον, δεύτερον δὲ τοὺς φυλάττοντας τὸν πυλῶνα τὸν ὑπὸ τὰς Τημενίδας προσαγορευομένας πύλας.
それゆえ彼らは彼に対し、捕らえた獲物を用いて、第一には市を任されていたローマの司令官ガイウス・リウィウスを、第二には「テメニデス門」と呼ばれる門の近くの通用門を守っている者たちを、味方に引き入れることを任せた。
§8.25.8ὃς παραλαβὼν τὴν πίστιν ταύτην, καὶ τὰ μὲν αὐτὸς κυνηγετῶν, τῶν δʼ ἑτοιμαζομένων αὐτῷ διʼ Ἀννίβου, συνεχῶς εἰσέφερε τῶν θηρίων, ὧν τὰ μὲν ἐδίδου τῷ Γαΐῳ, τὰ δὲ τοῖς ἐπὶ τοῦ πυλῶνος χάριν τοῦ τὴν ῥινοπύλην ἑτοίμως ἀνοίγειν αὐτῷ·
彼はこの任務を引き受けると、一方では自ら狩りをし、他方ではハンニバルを通じて用意された獲物を用いて、絶えず獲物を市に運び込んだ。 そして、その一部をガイウスに、別の一部を通用門の守衛たちに与え、彼のためにくぐり戸を快く開けてもらうようにした。
§8.25.9τὸ γὰρ πλεῖον ἐποιεῖτο τὰς εἰσόδους καὶ τὰς ἐξόδους νυκτός, προφάσει μὲν χρώμενος τῷ φόβῳ τῶν πολεμίων, ἁρμοζόμενος δὲ πρὸς τὴν ὑποκειμένην πρόθεσιν.
なぜなら、彼は敵への恐れを口実にしつつ、本来の目的に合わせる形で、出入りの大半を夜間に行っていたからである。
§8.25.10ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας, ἀλλʼ ὁπότε προσεγγίσας τῷ τείχει προσσυρίξαι νυκτός, εὐθέως ἀνοίγεσθαι τὴν ῥινοπύλην αὐτῷ, §8.25.11τότε παρατηρήσαντες τὸν ἐπὶ τῆς πόλεως ἄρχοντα τῶν Ῥωμαίων, ἀφʼ ἡμέρας μέλλοντα γίνεσθαι μετὰ πλειόνων ἐν τῷ προσαγορευομένῳ Μουσείῳ σύνεγγυς τῆς ἀγορᾶς, ταύτην ἐτάξαντο τὴν ἡμέραν πρὸς τὸν Ἀννίβαν.
フィレメノスがすでに門の守衛たちとの間に、番兵たちが疑問を抱くこともなく、むしろ彼が夜間に城壁に近づいて口笛を吹けば、すぐにくぐり戸が開けられるような習慣を作り上げていたので、彼らは、市を任されていたローマ人の指揮官が、ある日暮れから、多くの者たちとともに広場の近くにある「ムセイオン」と呼ばれる場所に集まる予定であることを窺い知ると、その日を実行の日としてハンニバルとの間で取り決めた。

語釈・文法注

  1. 8.25.2ἐφʼ ᾧ — ἐφʼ ᾧ は「〜という条件で」を表す慣用句で、不定詞(ここでは ἐλευθερώσειν や πράξεσθαι など)を伴う。主節の πίστεις ἔλαβον(誓約を受け取った)の具体的な内容を規定している。
  2. 8.25.6ὡς οὐδὲν προυργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν — ὡς に導かれる属格独立構文(ποιουμένου は Φιλημένος を指す)で、主文の名詞 διάληψις(評判、考え)の内容を説明している。ποιοῦμαι προυργιαίτερον + 属格(ここでは τοῦ κυνηγετεῖν)で「〜より重要とみなす」の意。
  3. 8.25.10ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας — ἤδη δὲ κατεσκευασμένου... の部分は、属格独立構文であり、主語は τοῦ Φιλημένου。ὥστε 節は結果を表し、「番兵たちが疑問を抱かない(διαπορεῖν)ほどに」という慣習の内容を制限している。

この箇所を引用する

ポリュビオス, 歴史 §8.25.1-8.25.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.25.1-8.25.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。