Humanitext Reader

ポリュビオス · 歴史 §7.9.1-7.9.17

ハンニバルとフィリッポス5世の同盟条約

545 / 1311 箇所 · ギリシア語

要旨

本章は、カルタゴの将軍ハンニバルとマケドニア王フィリッポス5世の使節との間で結ばれた、対ローマ同盟の宣誓および条約の公式な条文を伝える。

§7.9.1ὅρκος, ὃν ἔθετο Ἀννίβας ὁ στρατηγός, Μάγωνος, Μύρκανος, Βαρμόκαρος, καὶ πάντες γερουσιασταὶ Καρχηδονίων οἱ μετʼ αὐτοῦ καὶ πάντες Καρχηδόνιοι στρατευόμενοι μετʼ αὐτοῦ πρὸς Ξενοφάνη Κλεομάχου Ἀθηναῖον πρεσβευτήν, ὃν ἀπέστειλε πρὸς ἡμᾶς Φίλιππος ὁ βασιλεὺς Δημητρίου ὑπὲρ αὑτοῦ καὶ Μακεδόνων καὶ τῶν συμμάχων,
将軍ハンニバル、マゴン、ミュルカン、バルモカル、および彼とともにあるカルタゴのすべての元老院議員、および彼とともに従軍しているすべてのカルタゴ人が、デメトリオスの子である王フィリッポスが自身とマケドニア人および同盟者のために我々のもとに派遣した、クレオマコスの子であるアテナイ人の使節クセノファネスに対して立てた誓約。
§7.9.2ἐναντίον Διὸς καὶ Ἥρας καὶ Ἀπόλλωνος, ἐναντίον δαίμονος Καρχηδονίων καὶ Ἡρακλέους καὶ Ἰολάου, ἐναντίον Ἄρεως, Τρίτωνος, Ποσειδῶνος, ἐναντίον θεῶν τῶν συστρατευομένων καὶ Ἡλίου καὶ Σελήνης καὶ Γῆς, ἐναντίον ποταμῶν καὶ λιμένων καὶ ὑδάτων, §7.9.3ἐναντίον πάντων θεῶν ὅσοι κατέχουσι Καρχηδόνα, ἐναντίον θεῶν πάντων ὅσοι Μακεδονίαν καὶ τὴν ἄλλην Ἑλλάδα κατέχουσιν, ἐναντίον θεῶν πάντων τῶν κατὰ στρατείαν, ὅσοι τινὲς ἐφεστήκασιν ἐπὶ τοῦδε τοῦ ὅρκου.
ゼウス、ヘラ、アポロンの御前において、カルタゴ人の守護神、ヘラクレス、イオラオスの御前において、アレス、トリトン、ポセイドンの御前において、ともに従軍する神々、太陽、月、大地の御前において、川、港、水の御前において、カルタゴを領有するすべての神々の御前において、マケドニアおよびその他のギリシアを領有するすべての神々の御前において、この誓約を司る、軍務に関わるすべての神々の御前において。
§7.9.4Ἀννίβας ὁ στρατηγὸς εἶπε καὶ πάντες Καρχηδονίων γερουσιασταὶ οἱ μετʼ αὐτοῦ καὶ πάντες Καρχηδόνιοι οἱ στρατευόμενοι μετʼ αὐτοῦ, ὃ ἂν δοκῇ ὑμῖν καὶ ἡμῖν, τὸν ὅρκον τοῦτον θέσθαι περὶ φιλίας καὶ εὐνοίας καλῆς, φίλους καὶ οἰκείους καὶ ἀδελφούς,
将軍ハンニバル、および彼とともにあるカルタゴのすべての元老院議員、および彼とともに従軍しているすべてのカルタゴ人は、あなた方と我々にとって善いと思われる通りに、友人、親族、兄弟として、美しい友好と好意に関するこの誓約を立てることを宣言した。
§7.9.5ἐφʼ ᾧτʼ εἶναι σῳζομένους ὑπὸ βασιλέως Φιλίππου καὶ Μακεδόνων καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων, ὅσοι εἰσὶν αὐτῶν σύμμαχοι, κυρίους Καρχηδονίους καὶ Ἀννίβαν τὸν στρατηγὸν καὶ τοὺς μετʼ αὐτοῦ καὶ τοὺς Καρχηδονίων ὑπάρχους, ὅσοι τοῖς αὐτοῖς νόμοις χρῶνται, καὶ Ἰτυκαίους, καὶ ὅσαι πόλεις καὶ ἔθνη Καρχηδονίων ὑπήκοα, καὶ τοὺς στρατιώτας καὶ τοὺς συμμάχους,
フィリッポス王とマケドニア人、および彼らの同盟者である他のギリシア人たちによって保護されつつ、カルタゴ人と将軍ハンニバル、彼とともにある者たち、同じ法律を用いるカルタゴの臣民たち、ウティカの人々、カルタゴに従属するすべての都市と部族、そして兵士たちと同盟者たちが、[自らの諸権利の] 主権者であり続けるという条件の下に。
§7.9.6καὶ πάσας πόλεις καὶ ἔθνη, πρὸς ἅ ἐστιν ἡμῖν ἥ τε φιλία τῶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ ἐν τῇ Λιγυστίνῃ, καὶ πρὸς οὕστινας ἡμῖν ἂν γένηται φιλία καὶ συμμαχία ἐν ταύτῃ τῇ χώρᾳ.
そして、イタリア、ケルティア(ガリア)、リグスティネ(リグリア)における我々の友邦であるすべての都市と部族、またこの地域において我々との間に友好および同盟関係が結ばれるであろうすべての人々に対しても同様である。
§7.9.7ἔσται δὲ καὶ Φίλιππος ὁ βασιλεὺς καὶ Μακεδόνες καὶ τῶν ἄλλων Ἑλλήνων οἱ σύμμαχοι, σῳζόμενοι καὶ φυλαττόμενοι ὑπὸ Καρχηδονίων τῶν συστρατευομένων καὶ ὑπὸ Ἰτυκαίων καὶ ὑπὸ πασῶν πόλεων καὶ ἐθνῶν ὅσα ἐστὶ Καρχηδονίοις ὑπήκοα, καὶ συμμάχων καὶ στρατιωτῶν, καὶ ὑπὸ πάντων ἐθνῶν καὶ πόλεων ὅσα ἐστὶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ Λιγυστίνῃ, καὶ ὑπὸ τῶν ἄλλων, ὅσοι ἂν γένωνται σύμμαχοι ἐν τοῖς κατʼ Ἰταλίαν τόποις τούτοις.
また、フィリッポス王、マケドニア人、および他のギリシア人の同盟者たちも、ともに従軍しているカルタゴ人、ウティカの人々、カルタゴに従属するすべての都市と部族、同盟者と兵士たち、ならびにイタリア、ケルティア、リグスティネにあるすべての部族と都市、そしてこれらのイタリア地方において同盟者となるであろう他のすべての人々によって、保護され守られるものとする。
§7.9.8οὐκ ἐπιβουλεύσομεν ἀλλήλοις οὐδὲ λόχῳ χρησόμεθα ἐπʼ ἀλλήλοις, μετὰ πάσης δὲ προθυμίας καὶ εὐνοίας ἄνευ δόλου καὶ ἐπιβουλῆς ἐσόμεθα πολέμιοι τοῖς πρὸς Καρχηδονίους πολεμοῦσι χωρὶς βασιλέων καὶ πόλεων καὶ λιμένων, πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
我々は互いに陰謀を企てず、互いに伏兵(待ち伏せ)を用いず、あらゆる熱意と好意をもって、欺瞞や陰謀なしに、カルタゴ人と戦う者たちに対して敵となる。 ただし、我々が誓約と友好関係を結んでいる王、都市、港は除く。
§7.9.9ἐσόμεθα δὲ καὶ ἡμεῖς πολέμιοι τοῖς πολεμοῦσι πρὸς βασιλέα Φίλιππον χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
そして我々[カルタゴ側]もまた、フィリッポス王と戦う者たちに対して敵となる。 ただし、我々が誓約と友好関係を結んでいる王、都市、部族は除く。
§7.9.10ἔσεσθε δὲ καὶ ἡμῖν σύμμαχοι πρὸς τὸν πόλεμον, ὅς ἐστιν ἡμῖν πρὸς Ῥωμαίους, ἕως ἂν ἡμῖν καὶ ὑμῖν οἱ θεοὶ διδῶσι τὴν εὐημερίαν.
またあなた方も、我々とローマ人との間にある戦争において、神々が我々とあなた方に繁栄を授けてくださる限り、我々の同盟者となるものとする。
§7.9.11βοηθήσετε δὲ ἡμῖν, ὡς ἂν χρεία ᾖ καὶ ὡς ἂν συμφωνήσωμεν.
そしてあなた方は、必要が生じ、我々が合意する通りに、我々を援助するものとする。
§7.9.12ποιησάντων δὲ τῶν θεῶν εὐημερίαν ἡμῖν κατὰ τὸν πόλεμον τὴν πρὸς Ῥωμαίους καὶ τοὺς συμμάχους αὐτῶν, ἂν ἀξιῶσι Ῥωμαῖοι συντίθεσθαι περὶ φιλίας, συνθησόμεθα, ὥστʼ εἶναι πρὸς ὑμᾶς τὴν αὐτὴν φιλίαν,
神々が我々にローマ人およびその同盟者との戦争における繁栄をもたらしてくださり、ローマ人が友好について和平を結ぶことを求めてきた場合、我々はあなた方に対しても同様の友好関係が存続する形で和平を結ぶものとする。
§7.9.13ἐφʼ ᾧτε μὴ ἐξεῖναι αὐτοῖς ἄρασθαι πρὸς ὑμᾶς μηδέποτε πόλεμον, μηδʼ εἶναι Ῥωμαίους κυρίους Κερκυραίων μηδʼ Ἀπολλωνιατῶν καὶ Ἐπιδαμνίων μηδὲ Φάρου μηδὲ Διμάλης καὶ Παρθίνων μηδʼ Ἀτιντανίας.
ローマ人があなた方に対して決して戦争を仕掛けることが許されないこと、またローマ人がケルキュラ、アポロニア、エピダムノス、ファロス、ディマレ、パルティノイ、アティンタニアの主権者(領主)であってはならないという条件の下に。
§7.9.14ἀποδώσουσι δὲ καὶ Δημητρίῳ τῷ Φαρίῳ τοὺς οἰκείους πάντας, οἵ εἰσιν ἐν τῷ κοινῷ τῶν Ῥωμαίων.
さらに彼らは、ローマの公的な管理下にあるファロスのデメトリオスの親族をすべて返還しなければならない。
§7.9.15ἐὰν δὲ αἴρωνται Ῥωμαῖοι πρὸς ὑμᾶς πόλεμον ἢ πρὸς ἡμᾶς, βοηθήσομεν ἀλλήλοις εἰς τὸν πόλεμον, καθὼς ἂν ἑκατέροις ᾖ χρεία.
もしローマ人があなた方、あるいは我々に対して戦争を仕掛けるならば、我々は互いに、それぞれが必要とする通りに、その戦争において助け合うものとする。
§7.9.16ὁμοίως δὲ καὶ ἐάν τινες ἄλλοι χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς ἃ ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
我々が誓約と友好関係を結んでいる王、都市、部族を除く、他の何者かが[戦争を仕掛ける]場合も同様とする。
§7.9.17ἐὰν δὲ δοκῇ ἡμῖν ἀφελεῖν ἢ προσθεῖναι πρὸς τόνδε τὸν ὅρκον, ἀφελοῦμεν ἢ προσθήσομεν ὡς ἂν ἡμῖν δοκῇ ἀμφοτέροις.
また、この誓約に対して削除あるいは追加をすることが我々にとって善いと思われるならば、我々双方にとって善いと思われる通りに削除または追加を行うものとする。
[ξοδ. υρβ. φολ. 96 εχξ. αντ. π. 193. ]

語釈・文法注

  1. 7.9.5ἐφʼ ᾧτʼ εἶναι — 「〜という条件で」を意味する前置詞的表現 ἐφʼ ᾧτε(ἐπί + 関係代名詞 ᾧ + 小辞 te)に、目的や条件を表す不定法 εἶναι が後続している。
  2. 7.9.12ποιησάντων δὲ τῶν θεῶν — 属格独立(絶対属格)構文であり、動詞 ποιέω のアオリスト分詞能動態属格複数形 ποιησάντων と、その主語に当たる τῶν θεῶν から成る。ここでは時や仮定(「神々が〜をもたらしてくださった時には / もたらしてくださるならば」)の意味を表している。
  3. 7.9.1Μάγωνος, Μύρκανος, Βαρμόκαρος — カルタゴ名の人名群。Μάγωνος は属格(Μάγων の属格形)であるが、続く Μύρκανος や Βαρμόκαρος は主格(あるいは不変化の音訳形)の形をとっており、ギリシア語訳された条約文における名詞格の不一致が見られる。

この箇所を引用する

ポリュビオス, 歴史 §7.9.1-7.9.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.9.1-7.9.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。