§7.8.1τῷ παντὶ χρησιμώτερος.
はるかに有益だからである。
Ἱέρων μὲν γὰρ πρῶτον μὲν διʼ αὑτοῦ κατεκτήσατο τὴν Συρακοσίων καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον, οὐ δόξαν, οὐχ ἕτερον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών.
というのも、ヒエロンはまず第一に、自らの力によってシラクサ人および同盟者たちの支配権を獲得したのであり、富も名声も、その他運命からのお膳立てされたものを何一つ受け継ぐことがなかったからである。
§7.8.2καὶ μὴν οὐκ ἀποκτείνας, οὐ φυγαδεύσας, οὐ λυπήσας οὐδένα τῶν πολιτῶν, διʼ αὑτοῦ βασιλεὺς κατέστη τῶν Συρακοσίων,
さらにまた、市民の誰一人をも殺害せず、追放せず、傷つけることなく、自らの力でシラクサ人たちの王となった。
§7.8.3ὃ πάντων ἐστὶ παραδοξότατον, ἔτι δὲ τὸ μὴ μόνον κτήσασθαι τὴν ἀρχὴν οὕτως, ἀλλὰ καὶ διαφυλάξαι τὸν αὐτὸν τρόπον.
これはあらゆることの中で最も驚くべきことであり、さらに、支配権をこのように獲得しただけでなく、同じ方法で守り抜いたこともそうである。
§7.8.4ἔτη γὰρ πεντήκοντα καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πατρίδι τὴν εἰρήνην, διεφύλαξε δʼ αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρεπόμενον φθόνον·
というのも、彼は54年間王として支配し、祖国のために平和を維持し、自身のためには陰謀を企てられることのない支配権を維持し、傑出した地位に付き従う嫉妬を避けたからである。
§7.8.5ὅς γε πολλάκις ἐπιβαλόμενος ἀποθέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ τῶν πολιτῶν.
彼は実に、しばしば支配権を放棄しようと試みたが、市民たちによって共同で差し止められたのである。
§7.8.6εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος γενόμενος εἰς τοὺς Ἕλληνας μεγάλην μὲν αὑτῷ δόξαν, οὐ μικρὰν δὲ Συρακοσίοις εὔνοιαν παρὰ πᾶσιν ἀπέλιπε.
そして、ギリシア人たちに対して極めて慈善的であり、また極めて名誉を重んじる者であったので、彼は自分自身には大きな名声を、シラクサ人にはすべての人々の間に少なからぬ好意を残した。
§7.8.7καὶ μὴν ἐν περιουσίᾳ καὶ τρυφῇ καὶ δαψιλείᾳ πλείστῃ διαγενόμενος ἔτη μὲν ἐβίωσε πλείω τῶν ἐνενήκοντα, διεφύλαξε δὲ τὰς αἰσθήσεις ἁπάσας, διετήρησε δὲ πάντα καὶ τὰ μέρη τοῦ σώματος ἀβλαβῆ.
さらにまた、きわめて豊かな財産と贅沢と不自由のない暮らしの中で生涯を過ごしたにもかかわらず、90歳を超えて生き、すべての感覚を保ち、身体のすべての部位をも無傷に維持した。
§7.8.8τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρόν, ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος.
これは、私にとって、節度ある生き方の小さからぬ、いや、きわめて大きな証拠であると思われる。
[εχξ. πειρ. π. 9. ] §7.8.9ὅτι Γέλων πλείω τῶν πεντήκοντα βιώσας ἐτῶν σκοπὸν προέθηκε κάλλιστον ἐν τῷ ζῆν, τὸ πειθαρχεῖν τῷ γεννήσαντι, καὶ μήτε πλοῦτον μήτε βασιλείας μέγεθος μήτʼ ἄλλο περὶ πλείονος ποιήσασθαι μηδὲν τῆς πρὸς τοὺς γονεῖς εὐνοίας καὶ πίστεως.
ゲロンは50年以上生きて、人生における最も美しい目標、すなわち生みの親に従うこと、そして富も王権の大きさも、他の何ものも、両親に対する敬愛と忠実さより重んじないことを掲げたということ。
[εχξ. πειρ. π. 13. ]