Humanitext Reader

波利比奥斯 · 历史 §7.9.1-7.9.17

汉尼拔与腓力五世的结盟条约

第 545 段,共 1311 段 · 希腊语

内容简介

本章记录了迦太基将军汉尼拔与马其顿国王腓力五世的使节之间缔结的防范罗马同盟誓约与条约的正式文本。

§7.9.1ὅρκος, ὃν ἔθετο Ἀννίβας ὁ στρατηγός, Μάγωνος, Μύρκανος, Βαρμόκαρος, καὶ πάντες γερουσιασταὶ Καρχηδονίων οἱ μετʼ αὐτοῦ καὶ πάντες Καρχηδόνιοι στρατευόμενοι μετʼ αὐτοῦ πρὸς Ξενοφάνη Κλεομάχου Ἀθηναῖον πρεσβευτήν, ὃν ἀπέστειλε πρὸς ἡμᾶς Φίλιππος ὁ βασιλεὺς Δημητρίου ὑπὲρ αὑτοῦ καὶ Μακεδόνων καὶ τῶν συμμάχων, §7.9.2ἐναντίον Διὸς καὶ Ἥρας καὶ Ἀπόλλωνος, ἐναντίον δαίμονος Καρχηδονίων καὶ Ἡρακλέους καὶ Ἰολάου, ἐναντίον Ἄρεως, Τρίτωνος, Ποσειδῶνος, ἐναντίον θεῶν τῶν συστρατευομένων καὶ Ἡλίου καὶ Σελήνης καὶ Γῆς, ἐναντίον ποταμῶν καὶ λιμένων καὶ ὑδάτων, §7.9.3ἐναντίον πάντων θεῶν ὅσοι κατέχουσι Καρχηδόνα, ἐναντίον θεῶν πάντων ὅσοι Μακεδονίαν καὶ τὴν ἄλλην Ἑλλάδα κατέχουσιν, ἐναντίον θεῶν πάντων τῶν κατὰ στρατείαν, ὅσοι τινὲς ἐφεστήκασιν ἐπὶ τοῦδε τοῦ ὅρκου.
将军汉尼拔、马戈、米尔坎、巴莫卡尔,以及与他在一起的所有迦太基元老院议员,和与他一同参战的所有迦太基人,向克莱奥马科斯之子、雅典人使节克塞诺芬尼所立的誓约;该使节是由德米特里之子、国王腓力代表其自身、马其顿人及同盟者派往我们这里的,在宙斯、赫拉和阿波罗面前,在迦太基人的守护神、赫拉克勒斯和伊欧拉乌斯面前,在阿瑞斯、特里同、波塞冬面前,在共同参战的诸神、太阳、月亮和大地面前,在河流、港口和水源面前,在占有迦太基的所有神明面前,在占有马其顿及希腊其余地方的所有神明面前,在掌管此誓约的、一切关于军旅的神明面前。
§7.9.4Ἀννίβας ὁ στρατηγὸς εἶπε καὶ πάντες Καρχηδονίων γερουσιασταὶ οἱ μετʼ αὐτοῦ καὶ πάντες Καρχηδόνιοι οἱ στρατευόμενοι μετʼ αὐτοῦ, ὃ ἂν δοκῇ ὑμῖν καὶ ἡμῖν, τὸν ὅρκον τοῦτον θέσθαι περὶ φιλίας καὶ εὐνοίας καλῆς, φίλους καὶ οἰκείους καὶ ἀδελφούς, §7.9.5ἐφʼ ᾧτʼ εἶναι σῳζομένους ὑπὸ βασιλέως Φιλίππου καὶ Μακεδόνων καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων, ὅσοι εἰσὶν αὐτῶν σύμμαχοι, κυρίους Καρχηδονίους καὶ Ἀννίβαν τὸν στρατηγὸν καὶ τοὺς μετʼ αὐτοῦ καὶ τοὺς Καρχηδονίων ὑπάρχους, ὅσοι τοῖς αὐτοῖς νόμοις χρῶνται, καὶ Ἰτυκαίους, καὶ ὅσαι πόλεις καὶ ἔθνη Καρχηδονίων ὑπήκοα, καὶ τοὺς στρατιώτας καὶ τοὺς συμμάχους, §7.9.6καὶ πάσας πόλεις καὶ ἔθνη, πρὸς ἅ ἐστιν ἡμῖν ἥ τε φιλία τῶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ ἐν τῇ Λιγυστίνῃ, καὶ πρὸς οὕστινας ἡμῖν ἂν γένηται φιλία καὶ συμμαχία ἐν ταύτῃ τῇ χώρᾳ.
将军汉尼拔,以及与他在一起的所有迦太基元老院议员,和与他一同参战的所有迦太基人宣告:依照你们和我们都认为合适的方式,作为朋友、亲属和兄弟,立下关于美好友谊与善意的这份誓约,条件是,在国王腓力、马其顿人以及作为他们同盟者的其他希腊人的保护下,迦太基人、将军汉尼拔、与他在一起的人、使用相同法律的迦太基属民、乌提卡人、所有臣属于迦太基的城市和民族、以及士兵和同盟者,将保持其主权,以及在意大利、凯尔特(高卢)和利古里亚中与我们有友好关系的所有城市和民族,以及在此地区中我们未来可能与之建立友好和同盟关系的所有人。
§7.9.7ἔσται δὲ καὶ Φίλιππος ὁ βασιλεὺς καὶ Μακεδόνες καὶ τῶν ἄλλων Ἑλλήνων οἱ σύμμαχοι, σῳζόμενοι καὶ φυλαττόμενοι ὑπὸ Καρχηδονίων τῶν συστρατευομένων καὶ ὑπὸ Ἰτυκαίων καὶ ὑπὸ πασῶν πόλεων καὶ ἐθνῶν ὅσα ἐστὶ Καρχηδονίοις ὑπήκοα, καὶ συμμάχων καὶ στρατιωτῶν, καὶ ὑπὸ πάντων ἐθνῶν καὶ πόλεων ὅσα ἐστὶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ Λιγυστίνῃ, καὶ ὑπὸ τῶν ἄλλων, ὅσοι ἂν γένωνται σύμμαχοι ἐν τοῖς κατʼ Ἰταλίαν τόποις τούτοις.
国王腓力、马其顿人以及其他希腊人的同盟者,也将受到共同参战的迦太基人、乌提卡人、所有臣属于迦太基的城市和民族、同盟者和士兵,以及在意大利、凯尔特和利古里亚的所有民族和城市,和在这些意大利地方未来可能成为同盟者的其他所有人的保护与守卫。
§7.9.8οὐκ ἐπιβουλεύσομεν ἀλλήλοις οὐδὲ λόχῳ χρησόμεθα ἐπʼ ἀλλήλοις, μετὰ πάσης δὲ προθυμίας καὶ εὐνοίας ἄνευ δόλου καὶ ἐπιβουλῆς ἐσόμεθα πολέμιοι τοῖς πρὸς Καρχηδονίους πολεμοῦσι χωρὶς βασιλέων καὶ πόλεων καὶ λιμένων, πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
我们不会彼此阴谋陷害,也不会彼此设伏,而是将怀着充分的热忱与善意,毫无欺诈和阴谋地,与跟迦太基人作战的人为敌,但我们已与其立下誓约并拥有友好关系的国王、城市和港口除外。
§7.9.9ἐσόμεθα δὲ καὶ ἡμεῖς πολέμιοι τοῖς πολεμοῦσι πρὸς βασιλέα Φίλιππον χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
我们[迦太基方]也将与跟国王腓力作战的人为敌,但我们已与其立下誓约并拥有友好关系的国王、城市和民族除外。
§7.9.10ἔσεσθε δὲ καὶ ἡμῖν σύμμαχοι πρὸς τὸν πόλεμον, ὅς ἐστιν ἡμῖν πρὸς Ῥωμαίους, ἕως ἂν ἡμῖν καὶ ὑμῖν οἱ θεοὶ διδῶσι τὴν εὐημερίαν.
在我们与罗马人进行的战争中,你们也将作为我们的同盟者,直到诸神赐予我们和你们繁荣。
§7.9.11βοηθήσετε δὲ ἡμῖν, ὡς ἂν χρεία ᾖ καὶ ὡς ἂν συμφωνήσωμεν.
你们将按照需要以及我们所协定的方式援助我们。
§7.9.12ποιησάντων δὲ τῶν θεῶν εὐημερίαν ἡμῖν κατὰ τὸν πόλεμον τὴν πρὸς Ῥωμαίους καὶ τοὺς συμμάχους αὐτῶν, ἂν ἀξιῶσι Ῥωμαῖοι συντίθεσθαι περὶ φιλίας, συνθησόμεθα, ὥστʼ εἶναι πρὸς ὑμᾶς τὴν αὐτὴν φιλίαν, §7.9.13ἐφʼ ᾧτε μὴ ἐξεῖναι αὐτοῖς ἄρασθαι πρὸς ὑμᾶς μηδέποτε πόλεμον, μηδʼ εἶναι Ῥωμαίους κυρίους Κερκυραίων μηδʼ Ἀπολλωνιατῶν καὶ Ἐπιδαμνίων μηδὲ Φάρου μηδὲ Διμάλης καὶ Παρθίνων μηδʼ Ἀτιντανίας.
当诸神在对罗马人及其同盟者的战争中赐予我们繁荣,且罗马人请求缔结友好协定时,我们将会缔结和约,以便对你们也保持同样的友好关系,条件是不允许他们绝不对你们发动战争,罗马人也不得成为克基拉人、阿波罗尼亚人、埃皮达姆努斯人、法罗斯、迪马莱、帕尔提尼或阿廷塔尼亚的主宰。
§7.9.14ἀποδώσουσι δὲ καὶ Δημητρίῳ τῷ Φαρίῳ τοὺς οἰκείους πάντας, οἵ εἰσιν ἐν τῷ κοινῷ τῶν Ῥωμαίων.
他们还必须向法罗斯的德米特里归还其所有处于罗马人公家监管下的亲属。
§7.9.15ἐὰν δὲ αἴρωνται Ῥωμαῖοι πρὸς ὑμᾶς πόλεμον ἢ πρὸς ἡμᾶς, βοηθήσομεν ἀλλήλοις εἰς τὸν πόλεμον, καθὼς ἂν ἑκατέροις ᾖ χρεία.
如果罗马人对你们或对我们发动战争,我们将在这场战争中互相援助,正如双方各自所需要的那样。
§7.9.16ὁμοίως δὲ καὶ ἐάν τινες ἄλλοι χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς ἃ ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
同样,如果是其他任何人[发动战争],但我们已与其立下誓约并拥有友好关系的国王、城市和民族除外。
§7.9.17ἐὰν δὲ δοκῇ ἡμῖν ἀφελεῖν ἢ προσθεῖναι πρὸς τόνδε τὸν ὅρκον, ἀφελοῦμεν ἢ προσθήσομεν ὡς ἂν ἡμῖν δοκῇ ἀμφοτέροις.
如果我们认为对此誓约有所删减或增加是合适的话,我们将按照我们双方都认为合适的方式进行删减或增加。
[ξοδ. υρβ. φολ. 96 εχξ. αντ. π. 193. ]

词汇与语法注释

  1. 7.9.5ἐφʼ ᾧτʼ εἶναι — 介词短语 ἐφʼ ᾧτε(ἐπί + 关系代词 ᾧ + 助词 te)表示“在……条件下”,后接不定式 εἶναι 以表示条件。
  2. 7.9.12ποιησάντων δὲ τῶν θεῶν — 属格独立(绝对属格)结构,由动词 ποιέω 的第一不定过去时主动分词属格复数形式 ποιησάντων 及其主语 τῶν θεῶν 构成,在此处表示时间或假设条件(“当/如果诸神赐予时”)。
  3. 7.9.1Μάγωνος, Μύρκανος, Βαρμόκαρος — 迦太基人名列表。其中 Μάγωνος 为属格(源自 Μάγων),而接下来的 Μύρκανος,(Μύρκανος)和 巴莫卡尔(Βαρμόκαρος)则呈现主格(或不变化音译)形式,这展现了该条约希腊语译文在名词格标记上的不一致性。

引用这一段

波利比奥斯, 历史 §7.9.1-7.9.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.9.1-7.9.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。