§7.3.1κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων ταῦτα πυνθανόμενος ἔπεμψε πρὸς Ἱερώνυμον πρέσβεις τοὺς ἀνανεωσομένους τὰς πρὸς τοὺς προγόνους αὐτοῦ συντεθειμένας συνθήκας.
この頃、リリュバイオンに配属されていたローマの将軍は、これらの知らせを聞くと、ヒエロニュモスの元に使節を派遣し、彼の先祖たちと結ばれた条約を更新させようとした。
§7.3.2ὁ δʼ Ἱερώνυμος ἔτʼ ἐγγὺς ἐπόντων τῶν πρεσβευτῶν [εἴτʼ ἐν μισειόντων] τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπολώλασιν ὑπὸ Καρχηδονίων.
しかしヒエロニュモスは、カルタゴの使節たちがまだ近くにいる中で、イタリアでの戦いにおいて惨めな人々がカルタゴ人によって無残にも敗れ去ったことについて、ローマ人にお悔やみを申し上げると述べた。
§7.3.3τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρόντας, καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγχάνουσι ψευδόμενοι.
使節たちはその無作法さに驚愕したものの、それでもなお、誰が自分たちについてそのようなことを言っているのかと尋ねた。 すると彼は、その場にいたカルタゴ人たちを指し示し、もし彼らが何か嘘をついているのであれば、彼らを論破してみよと命じた。
§7.3.4τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούντων δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστʼ ἐκείνῳ, περὶ μὲν τούτων. ἔφη βουλευσάμενος αὐτοῖς πάλιν διασαφήσειν,
ローマ人たちは、敵の言うことを信じるのは自分たちの祖先伝来の習慣ではないと述べ、条約に反することは何も行わないよう彼に勧告し、それこそが正義であり、彼自身にとっても何よりも有益であると主張したが、彼はこれらのことについては、熟考した上で彼らに改めて回答すると述べた。
§7.3.5ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα ναυσὶ πάλιν ἀνακάμψαιεν.
そして、祖父の死の前に、どうして50隻の船でパキュノスまで航海した後に引き返したのかと尋ねた。
§7.3.6συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας Ἱέρωνα μετηλλαχέναι, καὶ διαγωνιάσαντας μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ καταλελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπίπλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ Λιλύβαιον ἀναδραμεῖν.
実際、ローマ人においては、少し前にヒエロンが亡くなったと聞き、あとに残された子供の若さを侮ってシラクサの人々が何か不穏な動きを起こしはしないかとひどく心配したために出航を行ったものの、ヒエロンがまだ生きていると知ると、再びリリュバイオンへと引き返したという経緯があった。
§7.3.7διὸ καὶ τότε παρομολογούντων πεποιῆσθαι μὲν τὸν ἐπίπλουν, θέλοντας ἐφεδρεῦσαι τῇ νεότητι τῇ ʼκείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον, ἀποπλεῦσαι πάλιν,
それゆえ、その時にも使節たちは出航を行った事実は認めたものの、それは彼の若さを支援し、彼のために支配権を共に守りたいと望んだからであり、祖父が生きているとの知らせが入ったので再び撤退したのだと釈明した。
§7.3.8ῥηθέντων δὲ τούτων, πάλιν ὑπολαβὸν τὸ μειράκιον "ἐάσατε τοίνυν" ἔφη "κἀμὲ νῦν, ἄνδρες Ῥωμαῖοι, διαφυλάξαι τὴν ἀρχήν, παλινδρομήσαντα πρὸς τὰς Καρχηδονίων ἐλπίδασ"
この言葉が語られると、その若者は再び言葉を遮って言った。 「ローマ人諸君、それならば、今度は私もまた、カルタゴ人が抱かせてくれた希望へと立ち戻ることで、自分の支配権を守るのを許してくれたまえ。
§7.3.9. οἱ δὲ Ῥωμαῖοι συνέντες τὴν ὁρμὴν αὐτοῦ, τότε μὲν κατασιωπήσαντες ἐπανῆλθον, καὶ διεσάφουν τὰ λεγόμενα τῷ πέμψαντι, τὸ δὲ λοιπὸν ἤδη προσεῖχον καὶ παρεφύλαττον ὡς πολέμιον.
」ローマ人たちは彼の企みを察知し、その場では沈黙を守って立ち去ると、自分たちを派遣した者にこの発言を報告した。 そしてそれ以降は、もはや彼を敵として警戒し、監視するようになった。