Humanitext Reader

波利比奥斯 · 历史 §7.3.1-7.3.9

希埃罗尼姆斯侮辱罗马使节与双方决裂

第 539 段,共 1311 段 · 希腊语

内容简介

罗马使节与叙拉古国王希埃罗尼姆斯谈判,试图续签条约,但希埃罗尼姆斯言辞无礼,并表露了倒向迦太基的意图。罗马人察觉其敌意后,开始将其视作敌人并加以戒备。

§7.3.1κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων ταῦτα πυνθανόμενος ἔπεμψε πρὸς Ἱερώνυμον πρέσβεις τοὺς ἀνανεωσομένους τὰς πρὸς τοὺς προγόνους αὐτοῦ συντεθειμένας συνθήκας.
就在此时,驻扎在莉莉贝乌姆的罗马将领听到了这些消息,便派使节去见希埃罗尼姆斯,以续签与他祖先所缔结的条约。
§7.3.2ὁ δʼ Ἱερώνυμος ἔτʼ ἐγγὺς ἐπόντων τῶν πρεσβευτῶν [εἴτʼ ἐν μισειόντων] τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπολώλασιν ὑπὸ Καρχηδονίων.
然而,在迦太基使节仍在近旁时,希埃罗尼姆斯竟对罗马人说,他为他们在意大利战役中被迦太基人惨痛地消灭而表示同情。
§7.3.3τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρόντας, καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγχάνουσι ψευδόμενοι.
虽然罗马使节对他的无礼感到惊愕,但仍然追问是谁对他们说了这些话。 于是他指着在场的迦太基人,并命令罗马使节:如果他们有什么地方在撒谎,就当面予以驳斥。
§7.3.4τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούντων δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστʼ ἐκείνῳ, περὶ μὲν τούτων.
罗马人表示,相信敌人并非他们祖宗传下来的习惯,并劝告他不要做出任何违反条约的事,因为这不仅是正义的,而且对他本人也最为有利。
ἔφη βουλευσάμενος αὐτοῖς πάλιν διασαφήσειν,
对于这些事,他表示在深思熟虑后会再次向他们说明。
§7.3.5ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα ναυσὶ πάλιν ἀνακάμψαιεν.
接着他又问,在他们祖父去世之前,他们为何带着五十艘战船航行至帕希努斯,然后又折返回去。
§7.3.6συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας Ἱέρωνα μετηλλαχέναι, καὶ διαγωνιάσαντας μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ καταλελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπίπλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ Λιλύβαιον ἀναδραμεῖν.
实际上,罗马人在此前不久听说希埃隆已经去世,因担心叙拉古人轻视留下的孩子的年幼而发动变革,所以进行了这次出航;但在得知希埃隆还活着后,他们便立刻退回了莉莉贝乌姆。
§7.3.7διὸ καὶ τότε παρομολογούντων πεποιῆσθαι μὲν τὸν ἐπίπλουν, θέλοντας ἐφεδρεῦσαι τῇ νεότητι τῇ ʼκείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον, ἀποπλεῦσαι πάλιν,
因此,当时使节们也承认确实进行过那次航行,但辩称是为了守护他的年轻,并与他共同维护政权,而在传来他祖父仍健在的消息后,才又撤兵返航。
§7.3.8ῥηθέντων δὲ τούτων, πάλιν ὑπολαβὸν τὸ μειράκιον "ἐάσατε τοίνυν" ἔφη "κἀμὲ νῦν, ἄνδρες Ῥωμαῖοι, διαφυλάξαι τὴν ἀρχήν, παλινδρομήσαντα πρὸς τὰς Καρχηδονίων ἐλπίδασ"
听到这番话,那个年轻人再次插话说:“罗马人啊,那么现在也请允许我,通过重新投向迦太基人给予的希望,来维护我自己的政权吧。
§7.3.9. οἱ δὲ Ῥωμαῖοι συνέντες τὴν ὁρμὴν αὐτοῦ, τότε μὲν κατασιωπήσαντες ἐπανῆλθον, καὶ διεσάφουν τὰ λεγόμενα τῷ πέμψαντι, τὸ δὲ λοιπὸν ἤδη προσεῖχον καὶ παρεφύλαττον ὡς πολέμιον.
” 罗马人看穿了他的意图,当时便保持沉默离去,并将他的话报告给派遣他们来的人;此后,他们开始密切关注他,并视他为敌人加以戒备。

词汇与语法注释

  1. 7.3.2ἔτʼ ἐγγὺς ἐπόντων τῶν πρεσβευτῶν τῶν Καρχηδονίων — 属格独立结构(genitive absolute),意为“当迦太基使节仍在外围(或在场)时”,描述了希埃罗尼姆斯在双方使节均在场或临近的情况下发表粗鲁言论的场景。
  2. 7.3.3τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν — 属格独立结构,其中 τῶν δὲ 指罗马使节。宾格 τὴν ἀστοχίαν 作为中动/被动分词 καταπλαγέντων(惊愕)的直接宾语,或表示关系的宾格,指他们惊愕的对象,译为“对他的不合时宜感到惊愕”。
  3. 7.3.6συμβεβήκει δὲ Ῥωμαίους — 由无人称动词 συμβεβήκει(发生过……的情况)引导的“宾格加不定式”结构。其中 Ῥωμαίους 为逻辑主语,其后虽夹杂了多个分词短语,但核心谓语是并列的不定式 πεποιῆσθαι 和 ἀναδραμεῖν。
  4. 7.3.8παλινδρομήσαντα — 宾格分词,修饰 κἀμὲ(即 καὶ ἐμέ,“我也”)。在由命令式 ἐάσατε(允许)引导的宾格加不定式结构(κἀμὲ ... διαφυλάξαι)中,与不定式的逻辑主语 κἀμὲ 保持格一致。表示手段或伴随状况。

引用这一段

波利比奥斯, 历史 §7.3.1-7.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.3.1-7.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。