§7.2.1ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ βασιλέως Συρακοσίων, ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως πρεσβευτὰς πρὸς τὸν Ἀννίβαν πέμψαι.
シラクサの王ヒエロニュモスに対する陰謀の後、トラソンが身を引いたため、ゾイッポスやアドラノドロスの一派がヒエロニュモスを説得して、直ちにハンニバルのもとへ使節を送らせたとのことである。
§7.2.2προχειρισάμενος δὲ Πολύκλειτον τὸν Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον, τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε, δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἀπέπεμψεν.
彼はキュレネのポリュクレイトスとアルゴスのフィロデモスを指名してイタリアへ派遣し、彼らにカルタゴ人と同盟について交渉するよう指示を与える一方で、同時に自分の兄弟たちをアレクサンドリアへ送った。
§7.2.3Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδημον ἀποδεξάμενος φιλανθρώπως, καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ [Ἱερωνύμῳ], σπουδῇ πάλιν ἀπέπεμψε τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχηδόνιον, ὄντα τότε τριήραρχον, καὶ τοὺς Συρακοσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον Ἐπικύδην.
ハンニバルはポリュクレイトスらを親切に迎え入れ、その若者(ヒエロニュモス)に多くの期待を抱かせたうえで、急ぎ使節たちを送り返した。 そして彼らと共に、当時三段櫂船の指揮官であったカルタゴ人のハンニバル、およびシラクサ人のヒッポクラテスとその弟エピキュデスを同行させた。
§7.2.4συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετʼ Ἀννίβου, πολιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσενηνοχέναι τὰς χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν Ἀγαθάρχῳ.
ところで、これらの男たちはすでに長い間ハンニバルとともに従軍しており、カルタゴ市民として暮らしていた。 これは、彼らの祖父がアガトクレスの息子の一人アガタルコスに手を下した(殺害した)と見なされて、シラクサから亡命したためである。
§7.2.5παραγενομένων δὲ τούτων εἰς τὰς Συρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρεσβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπʼ Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοιμος ἦν κοινωνεῖν Καρχηδονίοις τῶν πραγμάτων·
彼らがシラクサに到着し、ポリュクレイトスの一行が使節の報告を終え、カルタゴ人(ハンニバル)がハンニバルからの指示に従って交渉を行うと、ヒエロニュモスはただちにカルタゴ人と行動を共にする準備を整えた。
§7.2.6καὶ τόν τε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν Καρχηδόνα, καὶ παρʼ αὑτοῦ συμπέμπειν ἐπηγγείλατο τοὺς διαλεχθησομένους τοῖς Καρχηδονίοις.
そして彼は、自分の元にやって来たあのハンニバルは速やかにカルタゴへ赴くべきだと述べ、自分の方からもカルタゴ人と交渉を行う使節を同行させることを約束した。