§7.4.1Ἱερώνυμος δὲ προχειρισάμενος Ἀγάθαρχον καὶ Ὀνησιγένη καὶ Ἱπποσθένη πέμπει μετʼ Ἀννίβου πρὸς Καρχηδονίους, δοὺς ἐντολὰς ἐπὶ τοῖσδε ποιεῖσθαι τὰς συνθήκας,
一方、ヒエロニュモスはアガタルコス、オネシゲネス、ヒッポステネスを任命し、アンニバルとともに彼らをカルタゴ人のもとへ派遣した。 その際、以下の条件に基づいて条約を結ぶよう指示を与えた。
§7.4.2ἐφʼ ᾧ Καρχηδονίους βοηθεῖν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι, καὶ συνεκβαλόντας Ῥωμαίους ἐκ Σικελίας οὕτως διελέσθαι τὰ κατὰ τὴν νῆσον ὥστε τῆς ἑκατέρων ἐπαρχίας ὅρον εἶναι τὸν Ἱμέραν ποταμόν, ὃς μάλιστά πως δίχα διαιρεῖ τὴν ὅλην Σικελίαν.
すなわち、カルタゴ人が陸上および海上の軍勢をもって援助すること、そして共同でローマ人をシケリアから追い払った後、島を分割し、両者の領地(管区)の境界をヒメラス川とすることである。 この川はおおよそシケリア全体を二分している。
§7.4.3οὗτοι μὲν οὖν ἀφικόμενοι πρὸς Καρχηδονίους διελέγοντο περὶ τούτων καὶ ταῦτʼ ἔπραττον, εἰς πᾶν ἑτοίμως συγκαταβαινόντων τῶν Καρχηδονίων·
そこで彼らはカルタゴ人のもとに到着すると、これらの件について交渉し、事を進めていった。 カルタゴ人はあらゆる要求に快く同意した。
§7.4.4οἱ δὲ περὶ τὸν Ἱπποκράτην, λαμβάνοντες εἰς τὰς χεῖρας τὸ μειράκιον τὰς μὲν ἀρχὰς ἐψυχαγώγουν, ἐξηγούμενοι τὰς ἐν Ἰταλίᾳ πορείας Ἀννίβου καὶ παρατάξεις καὶ μάχας,
他方、ヒッポクラテスの一味は、この若者を自分たちの手中に収めると、当初はアンニバルによるイタリアでの行軍や陣形、戦闘の様子を詳しく語ることで、彼の心を魅了した。
§7.4.5μετὰ δὲ ταῦτα φάσκοντες μηδενὶ καθήκειν μᾶλλον τὴν ἁπάντων Σικελιωτῶν ἀρχὴν ὡς ἐκείνῳ, πρῶτον μὲν διὰ τὸ τῆς Πύρρου θυγατρὸς υἱὸν εἶναι Νηρηίδος, ὃν μόνον κατὰ προαίρεσιν καὶ κατʼ εὔνοιαν Σικελιῶται πάντες εὐδόκησαν σφῶν αὐτῶν ἡγεμόνʼ εἶναι καὶ βασιλέα, δεύτερον δὲ κατὰ τὴν Ἱέρωνος τοῦ πάππου δυναστείαν.
その後、全シケリア人の支配権は彼ほどふさわしい者はいないと主張した。 第一に、ピュロスの娘ネレイスの息子であること(ピュロスこそは、全シケリア人が自発的な意志と好意によって、自分たちの指導者・王とすることに同意した唯一の人物であったからである)、第二に、祖父ヒエロンの統治権によるものであった。
§7.4.6καὶ τέλος ἐπὶ τοσοῦτον ἐξωμίλησαν τὸ μειράκιον ὥστε καθόλου μηδενὶ προσέχειν τῶν ἄλλων διὰ τὸ καὶ φύσει μὲν ἀκατάστατον ὑπάρχειν, ἔτι δὲ μᾶλλον ὑπʼ ἐκείνων τότε μετεωρισθέν·
そしてついには、彼らがその若者をすっかり手なずけたため、彼は他の誰の意見にもまったく耳を貸さなくなった。 それは彼が生まれつき浮ついていたことに加え、当時彼らによっていっそう煽り立てられていたからであった。
§7.4.7ἀκμὴν τῶν περὶ Ἀγάθαρχον ἐν τῇ Καρχηδόνι τὰ προειρημένα διαπραττομένων, ἐπιπέμπει πρεσβευτάς, τὴν μὲν τῆς Σικελίας ἀρχὴν φάσκων αὑτῷ καθήκειν ἅπασαν, ἀξιῶν δὲ Καρχηδονίους μὲν βοηθεῖν περὶ Σικελίας, αὐτὸς δὲ Καρχηδονίοις ὑπισχνούμενος ἐπαρκεῖν εἰς τὰς κατὰ τὴν Ἰταλίαν πράξεις.
アガタルコスの一行がカルタゴにおいて前述の条約を取り決めている最中であったが、彼はさらなる使節を送り込み、シケリア全土の支配権は自分に帰すべきであると主張し、カルタゴ人にはシケリアに関して援助することを要求する一方、自身はイタリアでの作戦においてカルタゴ人を支援することを約束した。
§7.4.8τὴν μὲν οὖν ὅλην ἀκαταστασίαν καὶ μανίαν καλῶς συνθεώμενοι Καρχηδόνιοι τοῦ μειρακίου, νομίζοντες δὲ κατὰ πολλοὺς τρόπους συμφέρειν σφίσι τὸ μὴ προέσθαι τὰ κατὰ τὴν Σικελίαν,
カルタゴ人は、その若者の度し難い不安定さと狂気を十分に見て取りながらも、シケリアの情勢を放棄しないことが多方面において自国に利益をもたらすと判断し、彼に対してはすべてに同意を与えた。
§7.4.9ἐκείνῳ μὲν ἅπαντα συγκατένευον, αὐτοὶ δὲ καὶ πρότερον ἤδη παρασκευασάμενοι ναῦς καὶ στρατιώτας, ἐγίνοντο πρὸς τὸ διαβιβάζειν τὰς
そして自らも、すでに前もって船と兵士を準備していたため、それらを渡航させることに着手した。