§7.14.1Αἰτωλοὺς διαπορεῖν.
アイトリア人の件について疑念を抱くこと。
ὧν ὁμολογουμένων εὐμαρὲς ἤδη συλλογίσασθαι τὴν διαφορὰν τῆς ἑκατέρου προαιρέσεως.
これらが合意されるなら、両者の意図の違いを推論することはもはや容易である。
§7.14.2καθάπερ γὰρ νῦν Φίλιππος πεισθεὶς Ἀράτῳ διεφύλαξε τὴν πρὸς Μεσσηνίους πίστιν ἐν τοῖς κατὰ τὴν ἄκραν, καὶ μεγάλῳ, τὸ δὴ λεγόμενον, ἕλκει τῷ προγεγονότι περὶ τὰς σφαγὰς μικρὸν ἴαμα προσέθηκεν,
というのも、今回フィリッポスは、アラトスに説得されて砦をめぐる一件においてメッセニア人に対する信義を守り、虐殺に関して既に生じていたいわゆる大きな傷に対して、小さな治療を施したからである。
§7.14.3οὕτως ἐν τοῖς κατʼ Αἰτωλοὺς Δημητρίῳ κατακολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερωμένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέμου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν τοῖς διαφερομένοις.
それと同様に、アイトリア人に関する一件においては、デメトリオスに付き従ったことで、奉納された品々を破壊して神々に対して不敬を働き、戦争の規則を逸脱して人間に対しても過ちを犯し、対立する人々に対して自らを容赦のない過酷な敵として示すことによって、自らの本来の意図からも外れてしまったのである。
§7.14.4ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην·
同じ議論はクレーテーでの一件についても当てはまる。
καὶ γὰρ ἐπʼ ἐκείνων Ἀράτῳ μὲν καθηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδικήσας, ἀλλʼ οὐδὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν νῆσον, ἅπαντας μὲν εἶχε τοὺς Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔνοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως.
というのも、あの時も彼は全体の事柄においてアラトスを指導者として用いたことで、島民の誰をも不当に扱わないばかりか、苦しめさえもせず、すべてのクレーテー人を支配下に置いた一方で、自らの意図の気高さによって、すべてのギリシア人を自分への好意へと引き寄せたからである。
§7.14.5οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχημάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν.
そのように、再びデメトリオスに付き従い、メッセニア人に対して先ほど述べられた災厄の原因となったことで、彼は同盟者たちからの好意と、他のギリシア人たちからの信頼を同時に失ったのである。
§7.14.6τηλικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδʼ ὅπως ῥᾳθυμοῦντες οὐδὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν.
若い王たちにとって、付き従う友人たちの選択と吟味は、その支配の破滅に対しても回復に対しても、それほど大きな決定権を持つものである。
[εχξ. πειρ. π. 17 ετ ινδε α 327, 20 ὅτι μεγάλην τοῖς νέοις β. ϝατ. π. 373 μ. 26, 24 η. ]
[ペイレスキウス抜粋集 17頁、およびそこから 327, 20 『若い王たちにとって大きな…』、バチカン抜粋集 373頁 M. 26, 24 H.]